In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
’Ev δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως, οἷον ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητα, ἐν τοῖς ὑποκειμένοις, οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις ἔσται ἡ σκέψις.
Δείξας ὁμοίως ἐν τοῖς δεικτικοῖς ἐκ τῆς ἐπιβλέψεως τῶν περὶ ἕκαστον ἐκλελεγμένων γινομένους τοὺς συλλογισμοὺς καὶ ἐν τοῖς δι’ ἀδυνάτου, ἐπεὶ δοκοῦσιν αὐτῷ καὶ οἱ δι’ ἀδυνάτου ἐκ τῶν ἐξ ὑποθέσεως εἶναι, φησὶν ὢ ἱέν δὲ τοῖς ἄλλοις συλλογισμοῖς τοῖς ἐξ ὑποθέσεως οὐ περὶ τῶν ὑποκειμένων καὶ ἐξ ἀρχῆς κειμένων ἡ ζήτησις καὶ ἡ ἐκλογὴ ἔσται ἀλλ’ ἐπὶ τῶν μεταλαμβανομένων’. περὶ γὰρ τούτων ὁ συλλογισμὸς γίνεται ὁ δεικτικός, ὃν καὶ κυρίως συλλογισμὸν λέγει· “πρὸς γὰρ τὸ μεταλαμβανόμενον” ὡς εἶπεν ἐν τοῖς ἐπάνω, ὁ συλλογισμός. τούτων οὖν καὶ ἡ ἐκλογὴ τῶν ἐν τῷ μεταλαμβανομένῳ καὶ διὰ συλλογισμοῦ δεικνυμένων ὅρων· τὰ γὰρ τούτοις ἑπόμενα καὶ οἷς ταῦτα ἕπεται καὶ τὰ τούτοις μὴ ἐνδεχόμενα ὑπάρχειν ἐκλεκτέον, ἐπειδὴ καὶ περὶ τούτων ποιούμεθα τοὺς συλλογισμοὺς ἀλλ’ οὐ | τῶν ὑποθετικῶς εἰλημμένων. τὸ δὲ ἐν τοῖς ὑποκειμένοις [*](109r) δύναται μὲν λέγειν καὶ ἀντὶ τοῦ ‘ ἐν τοῖς ὑποθετικοῖς’, ἵνα ᾖ τὸ λεγόμενον ‘ἐν δὲ τοῖς ἄλλοις τοῖς ἐξ ὑποθέσεως τοῖς παρὰ τοὺς διὰ τοῦ ἀδυνάτου, οἷον ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητά εἰσι τῶν ὑποθετικῶν [*](3 ἐν τῷ μετὰ τοῦτο βιβλίῳ] Anal. pr. II 14 4 γὰρ om. a 11 οὖν superscr. Β2: om. a 12 φησὶ γνώριμον a ταὐτὰ scripsi: ταῦτα aB 13 τοῖς alterum om. a 17 τοῖς ἐξ ὑποθέσεως om. a 26 μεταλαμβανομένων] μέτα superscr. Β 26.27 ὁ δεικτικὸς γίνεται a 28 εἶπεν] c. 23 p. 41 a 39 29 συλλογισμῶν a 34 διὰ τοῦ Β: δι’ a)
Λέγοι δ’ ἄν κτὰ μετάληψιν μὲν τοὺς κατὰ πρόσληψιν λεγομένους, οἵ εἰσι μικτοί· ὃ γὰρ οἱ νεώτεροι πρόσληψιν λέγουσι, τοῦτο οἱ περὶ Ἀριστοτέλη μετάληψιν εἰώθασι λέγειν, ὥσπερ καὶ ἤδη προειρήκαμεν. κατὰ μετάληψιν μὲν οὑν οἱ τοιοῦτοι, ὡς καὶ πρόσθεν εἰρήκαμεν. κατὰ ποιότητα δὲ λέγονται οἱ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίου δεικνύντες, ἐπειδὴ ταῦτα, τὸ ὅμοιον καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, τῷ ποιῷ παρακολουθεῖ, οἳ καὶ αὐτοὶ γίγνονται κατὰ μετάληψιν· καὶ γὰρ ἐπὶ τῶν οὕτως δεικνυμένων ἄλλο μὲν ὑποτίθεται, ἄλλου δὲ ἡ δεῖξις καὶ ὁ συλλογισμὸς γίνεται, ὃ καὶ αὐτὸ μεταλαμβανόμενον λέγει. ὁ γὰρ δεικνύς, ὅτι μή ἐστιν ἐν τῷ πλουτεῖν τὸ εὐδαιμονεῖν, διὰ τοῦ ὅτι μηδ’ ἐν τῷ ὑγιαίνειν, ὑποτίθεται μὲν ‘εἰ ὃ μᾶλλον ἄν δόξαι αὔταρκες εἶναι πρὸς εὐδαιμονίαν, τοῦτο μή ἐστιν αὔταρκες, οὐδὲ τὸ ἧττον ἐκείνου εἴη ἄν αὕταρκες’· ὑγεία δὲ πλούτου μᾶλλον δοκοῦν εἶναι αὔταρκες πρὸς εὐδαιμονίαν οὐκ ἔστιν αὔταρκες· οὐδ’ ἄρα ὁ πλοῦτος. τὸ μὲν μὴ εἶναι τὸν πλοῦτον αὐτάρκη πρὸς εὐδαιμονίαν, εἴ γε μηδὲ ἡ ὑγεία, ὑπόκειται. δειχθείη δ’ ἄν διὰ συλλογισμοῦ, ὅτι μή ἐστιν ὑγεία πρὸς εὐδαιμονίαν αὐτάρκης, οὕτως · ὑγιαίνουσί τινες κακίαν ἔχοντες, οὐδεὶς κακίαν ἔχων εὐδαιμονεῖ, οὐκ ἄρα οἱ ὑγιαίνοντες εὐδαιμονοῦσιν, οὐκ αὐτάρκης ἄρα ἡ ὑγεία πρὸς εὐδαιμονίαν. ἔστι καὶ οὕτως δεῖξαι· ἡ ὑγεία οὐκ ἔστιν αὐτάρκης πρὸς τὸ ζῆν ἀναμαρτήτως, ἡ εὐδαιμονία αὐτάρκης ἐστὶ πρὸς τὸ ζῆν ἀναμαρτήτως, ἡ ὑγεία ἄρα οὐκ ἔστιν αὐτάρκης πρὸς εὐδαιμονίαν. ἢ οὕτως· ἐν τῷ ὑγιαίνειν οὔκ ἐσμεν ἀναμάρτηται· ἐν δὲ τῷ εὐδαιμονεῖν ἀναμάρτητοί ἐσμεν· οὐκ ὄρα ἐν τῷ ὑγιαίνειν τὸ εὐδαιμονεῖν. δεῖ οὖν τὰς προειρημένας ἐκλογὰς ποιεῖσθαι τῆς τε ὑγείας καὶ τοῦ αὐτάρκους πρὸς εὐδαιμονίαν· ταῦτα γὰρ τὰ δεικνύμενα διὰ συλλογισμοῦ. καὶ ἔστιν ἡ [*](4 τοῖς (ante ἐξ prius)B: τῷ a 6 εἰ ἡ ψυχὴ κτλ.] cf. Plat. Phaedr. c. 24 p. 245 c ἀθάνατος . . . ἀεικίνητος (7) om. a 8 ante ζητοῦντες add. οὐ a 11 τῇ Β: τοῖς a 12 ἐκλογὴν om. a 18 Ἀριστοτέλην a προειρήκαμεν] p. 202,9, 263, 26 sq. 26 εἰ om. a ἄν om. a 31 ὑγιαίνοντες a)
χρήσιμος, καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν· τῶν γὰρ ὁμοίως ἐχόντων τι εἰ θάτερον ἔχοι αὐτό, καὶ θάτερον ἄν ἔχοι, καὶ εἰ μὴ ἔχοι πάλιν θάτερον, οὐδ’ ἄν τὸ ἕτερον ἔχοι. καὶ ἔστι τὸ μὲν δεικνύμενον διὰ συλλογισμοῦ καὶ ἐπὶ τούτων τὸ ἔτερον· τὸ δὲ ἕτερον ἐξ ὑποθέσεως τὴν δεῖξιν λαμβάνει καὶ διὰ τὴν ὑπόθεσιν. ἐκείνου οὖν δεῖ ποιεῖσθαι τὴν ἐκλογήν, οἷον εἰ ὁμοίως οὖσα ἡ εὐγένεια τῷ πλούτῳ αἱρετὸν ἀγαθόν ἐστι, καὶ ὁ πλοῦτος ἀγαθόν· ἡ δὲ εὐγένεια ὁμοίως οὖσα αἱρετὴ τῷ πλούτῳ ἀγαθόν ἐστι. τοῦ γὰρ τὴν εὐγένειαν ἀγαθὸν εἶναι ὁ συλλογισμός, τὰ δ’ ἄλλα ὑπόκειται. ὅτι δὲ ἡ εὐγένεια ἀγαθόν, δεικνύοιτ’ ἄν διὰ τῆς ἐκλογῆς, εἰ ληφθείη τὸ μὲν ἀγαθὸν ἕπεσθαι τῷ αἱρετῷ πᾶν γὰρ αἱρετὸν ἀγαθόν) τῇ δὲ εὐγενείᾳ τὸ αἱρετόν· ἡ γὰρ εὐγένεια αἱρετόν. οὐκοῦν καὶ ἐπὶ τῶν τοιούτων συλλογισμῶν, οὓς κτὰ ποιότητα λέγειν αὐτοῖς ἔθος, <ὡς> ἐπὶ τῶν κατὰ μετάληψιν ὁ συλλογισμὸς οὐ τῶν ὑποκειμένων γίνεται ἀλλὰ τῶν μεταλαμβανομένων. τούτων οὖν χρὴ καὶ τὴν ἐκλογὴν ποιεῖσθαι. Τὸ δὲ ἐν τοῖς ὑποκειμένοις εἰρῆσθαι δύναται καὶ ἀντὶ τοῦ ‘περὶ τῶν ὑποκειμένων’· ἔστι γὰρ τὸ λεγόμενον ‘ὅσοι κατὰ μετάληψιν ἢ κατὰ ποιότητα περὶ τῶν ὑποκειμένων δεικνύουσιν’. ἐπὶ δὴ τούτων ἔσται ἡ ἐπίσκεψις οὐκ ἐν τοῖς ἐξ ἀρχῆς ἀλλ’ ἐν τοῖς μεταλαμβανομένοις, ἐπεὶ καὶ ὁ συλλογισμὸς τούτων. ἡ δὲ ἐπίβλεψις καὶ ἡ ἐκλογὴ καὶ ἐπὶ τούτων ἡ αὐτὴ ἔσται, ὁποίαν ὑπεγράψαμεν.