In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 45a 23)

ὸν αὐτὸν δὲ τρόπον ἔχουσι καὶ οἱ εἰς τὸ ἀδύνατον ἀπάγοντες συλλογισμοὶ τοῖς δεικτικοῖς.

Δείξας, πῶς καθ’ ἕκαστον πρόβλημα τῶν οἰκείων τοῦ συμπεράσματος προτάσεων εὐπορήσομεν, ὃ προηγουμένως δείκνυται καὶ συνάγεται διὸ καὶ δεικτικοὶ οἱ τοιοῦτοι συλλογισμοί) ἐκ τῆς τῶν ἐκλελεγμένων περὶ ἑκάστου τῶν ὅρων τῶν ἐν τῷ προβλήματι ἐπιβλέψεως τε καὶ συνθέσεως, ὁμοίως φησὶ τούτοις καὶ διὰ τῶν αὐτῶν ἔσεσθαι καὶ τοὺς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύντας τι συλλογισμούς, οὓς μέρος εἶπεν εἶναι τῶν ἐξ ὑποθέσεως. τοῦ δὲ ὁμοίως καὶ διὰ τῶν αὐτῶν καὶ τούτους γίνεσθαι ἡ αἰτία, ὅτι ἐστὶν αὐτοῖς ἡ διαφορὰ πρὸς τοὺς δεικτικῶς δεικνύντας οὐ κατὰ τὸν συλλογισμὸν αὐτόν ὅμοιοι γὰρ καὶ ἐξ ὁμοίων δεικνύμενοι· δεικτικοὶ γὰρ ὁμοίως ἐκείνοις καὶ οὗτοι), ἀλλ’ ὅτι συμπεραίνονται καὶ συνάγουσιν οὐ τὸ [*](2 προειρήκαμεν a 10 τῶν τοιούτων Β: τούτων a 12 καὶ alterum om. a 13 πρῶτον ἐπιβλέπειν B: προσεπιβλέπειν a (ut vs. 6) 19 συμπεράσματα corr. B1: συμπεράσματος a Β pr. 20 ταὐτὰ a: ταῦτα Β 24 ἄγοντες Ar. 28 ἐπισκέψεως a 30 εἶπεν] c. 23 p. 41 a 38 31 καὶ alterum om. a 33 καὶ om. a 34 καὶ οὗτοι ἐκείνοις a)

318
προκείμενον ἀλλὰ ψεῦδός τι, ὃ τῷ ἀδύνατον εἶναι ἀνελόντες, ὃ ὑπέθεντο, [*](106v) τὸ ἀντικείμενον αὐτῷ, ὃ συνελογίσαντο, τιθέασιν. τοῦ οὖν ἀδυνάτου δεικνυμένου ἐστὶν ὁ συλλογισμός, <ὃς> ἐπεὶ ὁμοίως γίνεται δεικτικῶς γάρ), διὰ τῶν αὐτῶν ἔσται τοῖς προειρημένοις. τὸ δὲ ἀδύνατον εὑρίσκεταί τε καὶ συλλογίζεται διὰ τοῦ εἰλῆφθαι, τίνα τίσιν ἐστὶ τὰ αὐτὰ τῶν τε ἑπομένων καὶ τῶν, οἷς ἕπονται οἱ ἐν τῷ προβλήματι ὅροι, καὶ τῶν μὴ ὑπαρχόντων αὐτοῖς. διὸ καὶ αὐτὸς δείκνυσιν ὁμοίως γίνεσθαι αὐτοὺς τοῖς δεικτικοῖς. ἔτι ἔστιν, ὃ δεικτικῶς δείκνυται, καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεῖξαι διὰ τῶν αὐτῶν ὅρων καὶ πάλιν, ὃ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, καὶ δεικτικῶς. |

Ἐπιζητήσαι δ’ ἄν τις, πῶς ἀληθὲς τὸ τοὺς δι’ ἀδυνάτου δεικνυμένους [*](107r) πάντας συλλογισμοὺς καὶ δεικτικῶς δείκνυσθαι· δοκεῖ γὰρ ψεῦδος εἶναι τοῦτο. τοὺς μὲν γὰρ δεικτικῶς οἷόν τε καὶ δι’ ἀδυνάτου ἐπισκεπτέον δ’, εἰ καὶ τοὺς ἐν ταῖς μίξεσι πάντας), οὐ μὴν ἀνάπαλιν· εἷς γὰρ ἐν τῷ δευτέρῳ σχήματι καὶ εἷς ἐν τῷ τρίτῳ, οἱ ἔχοντες τὰς συζυγίας ἐκ καθόλου καταφατικῆς καὶ ἐπὶ μέρους ἀποφατικῆς, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυνται μόνης, οὐκέτι δὲ καὶ δεικτικῶς. ἢ καὶ ἐπὶ τούτων εἴη ἂν μετὰ τὴν πίστιν τὴν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τοῦ συλλογιστικὴν εἶναι τὴν συμπλοκὴν καὶ ἐκ τῶν κειμένων προτάσεων δεικτικῶς δεικνύμενον τὸ προκείμενον. εἰ γὰρ τὸ Α παντὶ μὲν τῷ Β, τινὶ δὲ οὐ τῷ Γ, καὶ τὸ Β τινὶ οὐ τῷ Γ δεικτικῶς· πίστις δὲ τοῦ δεικτικῶς τοῦτο συνάγεσθαι ἡ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ὡς ἐπὶ τῶν ἄλλων προτάσεων ἡ ἀντιστροφή. φασὶ δέ τινες μὴ τοῦτο εἶναι τὸ λεγόμενον, ἀλλ’ ὅτι ταὐτὰ τὰ] προβλήματα καὶ δεικτικῶς δείκνυται καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ διὰ τῶν αὐτῶν ὅρων καὶ οὐκ ἄλλα τινά ἐστι τὰ δεικνύμενα. ἢ γὰρ καθόλου καταφατικὸν ἢ καθόλου ἀποφατικὸν ἢ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικὸν καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐστι τὸ δεικνύμενον· ταῦτα δέ, δι’ ὧν πεποιήμεθα ἐπιβλέψεων τε καὶ συνθέσεων, δείκνυται, ὥστε τὸ διὰ τῶν αὐτῶν ὄρων τοῦτο σημαίνειν.