In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 45a 20)

Συμβαίνει δὴ τοῖς οὕτως ἐπισκοποῦσι προσεπιβλέπειν ἄλλην ὁδὸν τῆς ἀναγκαίας διὰ τὸ λανθάνειν τὴν ταὐτότητα τῶν Β καὶ τῶν Θ.

Τοῖς ἐναντία εἶναί τινα τῶν περὶ ἑκατέρου ἐκλελεγμένων ἢ ἀντικείμενα λαμβάνουσι καὶ διὰ τῆς τῶν τοιούτων λήψεως βουλομένοις τινὰ τῶν ἄκρων συναγωγὴν ποιεῖσθαι, οἷον καθόλου ἀποφατικὸν δεικνύναι διὰ τοῦ λαβεῖν ἐναντία εἶναι τὸ Β καὶ τὸ Z, συμβαίνει, φησίν, ἄλλην τινὰ καὶ πρὸ τῆς ἀναγκαίας καὶ συλλογιστικῆς ὁδοῦ πρῶτον ἐπιβλέπειν. οἱ γὰρ τὸ Β τῷ Z ἐναντίον λαμβάνοντες εἶναι πρὸς τὸ δεῖξαι τὸ Α μηδενὶ τῷ E ὑπάρχον τὸ ἀναγκαῖον παρέντες ζητεῖν τε καὶ λαμβάνειν, δι’ οὗ ὁ τοῦ προκειμένου γίνεται συλλογισμός ἔστι δὲ τοῦτο τὸ λαβεῖν τὸ Β τῷ Θ ταὐτὸν ἢ τὸ Z τῷ Δ· ὁ γὰρ αὐτὸς λόγος), ἐπὶ ἄλλην τινὰ πρὸ ταύτης οὐδαμῶς δεικτικὴν τοῦ προκειμένου καθ’ αὑτὴν ὁδὸν τρέπονται, ἧς οὐδὲν ὄφελος, εἰ μὴ ληφθείη τὰ προσεχῶς δεικτικὰ τοῦ προκειμένου συμπεράσματα. ἔστι δέ, ἃ προειρήκαμεν· διὰ γὰρ τὸ τινὰ λαμβάνεσθαι ταὐτὰ κἀκεῖνα δοκεῖ δεικνύναι τι. τοῦτο δὲ πάσχουσι διὰ τὸ λανθάνειν αὐτούς, ἡ τίνα τίσιν ἔσται ταὐτά, ἢ τίνα τίσι δεῖ ζητεῖν, εἰ ἔστι τὰ αὐτά.