[*](p. 44b 3)῾Ομοίως δὲ καὶ ἐφ’ ὧν αὐτὸ ἀκολουθεῖ.
Τοῦτ᾿ ἔστιν ῾ ὁμοίως δὲ ζητητέον καὶ ἐπὶ τῶν, οἷς αὐτὸ ἀκολουθεῖ᾿. ἔστι δέ, ὃ λέγει, ὅτι οὐ μόνον δεῖ λαμβάνειν ἐπὶ τῶν ἑπομένων τῷ E τὰ καθολικώτερα πρῶτον καὶ τῶν, οἷς ἕπεται τὸ Α, τὰ καθόλου καὶ ταῦτα πρῶτον ζητεῖν, εἰ ἔστιν ἀλλήλοις ταὐτά, εἶτα, εἰ μὴ ἐν τούτοις εὑρίσκοιτο, ἐπὶ τὰ προσεχέστερα καὶ μὴ ὁμοίως ἔτι κοινὰ μετιτέον· ταῦτα δὲ ἐποιοῦμεν καὶ συνεκρίνομεν τὸ καθόλου καταφατικὸν θέλοντες δεῖξαι. οὐκ ἐπὶ τούτου οὖν μόνου φησὶ δεῖν οὕτως ποιεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν, οἷς τὸ E ἀκολουθεῖ, ὁμοίως ποιητέον· ἦν δὲ ταῦτα τὰ ἐπὶ τοῦ Η. καὶ γὰρ ἐπὶ τούτων φησὶ τὰ καθολικώτερα δεῖν πρῶτον τῶν, οἷς ἕπεται τὸ E, λαμβάνοντας συγκρίνειν αὐτὰ τοῖς καθολικωτέροις τῶν, οἷς εἵπετο τὸ Α, ἃ ἦν ἐπὶ τοῦ Γ, ἃ εἶπε πρὸ ὀλίγου Κ Γ. ἡ δὲ τούτων σύγκρισις γίνεται, ὅτε τὸ ἐπὶ μέρους καταφατικὸν ζητεῖται· τότε γὰρ ἡ σύγκρισις αὐτῶν ἐκ τούτων γίνεται, οἷς ἀμφότερα ἕπεται, ἃ ἦν Γ, Η. τὸ δὲ εἰ μὲν γὰρ τοῖς πρώτοις, καὶ τοῖς ὑπ’ ἐκεῖνα εἴρηκε περί τε τοῦ Α, ὅ ἐστιν ἑπόμενον τοῖς Γ, ὁμοίως καὶ περὶ τοῦ E, ὃ ἕπεται τοῖς Η· τὸ γὰρ ἑπόμενον, εἰ μὲν ἕποιτο τοῖς τρώτοις καὶ καθολικωτέροις, ἕποιτο ἄν καὶ τοῖς ὑπ’ ἐκείνων περιεψομένοις. εἰ δὲ μὴ τοῖς καθολικωτέροις ἕποιτο, οὐδὲν κεκώλυται τῶν ὑπ’ ἐκεῖνα ἕπεσθαί τινι, οἷον ὁ ἄνθρωπος εἰ μὴ ἕπεται τῷ δίποδι, ἀλλὰ τῷ πεζῷ δίποδι οὐδὲν κεκώλυται ἕπεσθαι. οὐ λέγει δέ, ὅτι τὸ τῷ καθόλου ἑπόμενον πᾶσι τοῖς ὑπ’ αὐτὸ ἐνδέχεται ἀκολουθεῖν, ἀλλ’ ὅτι τισὶ τῶν ὑπ’ αὐτὸ ἐγχωρεῖ ἕπεσθαι αὐτό. ᾿ Επισκεπτέον δέ, πῶς τοῦτο συνᾴδει τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ‟οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον, οἷς ἕπεται τὸ περιεχόμενον”. ἢ δι’ ἐκείνου οὐ παρῃτεῖτο τὸ πρῶτον δεῖν τὰ καθολικώτερα λαμβάνειν τῶν, οἷς ἕπεται ὁ κείμενος ὅρος, ἀλλὰ τὸν τρόπον τῆς ἐκλογῆς· διὰ γὰρ τοῦ δεικνύναι τὸ καθολικώτερον τῶν, οἷς ἕπεταί τι, ἑπόμενόν τισι, διὰ τούτου ἔλεγε δεῖν δεικνύναι τὸ ἕπεσθαι καὶ οἷς τὸ καθολικώτερον εἵπετο, ἀλλ’ οὐχ ὡς τούτῳ ἑπόμενον αὐτὸ ἀπ’ ἀρχῆς τιθέναι. καὶ λέγοι ἄν δεῖν πρῶτον ἐκεῖνα ἐν τῇ ἐκλογῇ τῶν, οἷς ἕπεται τὸ προκείμενον, λαμβάνειν· οὕτως γὰρ οὐ δὶς ταὐτὰ ληψόμεθα. ὁ μὲν γὰρ λαβὼν τῷ αἱρετῷ ἕπεσθαι τὸ ἀγαθὸν [*](1 τί B: εἶ τι a 7 λαμβάνειν Β1 corr. 9 ταὐτά a: ταῦτα B 18 η in ras. Β 23 ἐκεῖνα a: ἐκεῖνο Β 25 μὴ a: om. B ὐπ’] ὑ in ras. Β2 27 πρὸ ὢ ὀλίγου] c. 27 p. 43b 29 28 δὴ τὸ Β: δεῖ τῷ a 30 ante διὰ add. ἀλλὰ γὰρ a: expunxit Β2 γὰρ add. Β2: om. a 31 τοῦτο a 32 οὐχ add. Β2: om. a 33 λέγοιτο a 34 οὕτω a 35 οὐ δὶς Β: οὐδεὶς a ταὐτὰ scripsi: ταῦτα aB ληψώμεθα a μὲν om. a)
309
λήψεται, ὅτι καὶ τῇ ἀρετῇ καὶ τῇ ὑγείᾳ, ὁ δὲ πρῶτον λαβὼν τὴν ἀρετὴν
[*](103ν) ἔπειτα τὸ αἱρετὸν δὶς ταὐτὸν ἔσται λαμβάνων. ἐν γὰρ τῇ ἀρετῇ τὸ αἱρετόν· οὐκέτι δὲ ἕπεται τῷ αἱρετῷ καὶ ἡ ἀρετή· ὥστε λαμβάνοι ἄν, οἷς ἕπεται τὸ περιεχόμενον ὑπὸ τοῦ ἀγαθοῦ, τούτοις ἕπεσθαι καὶ τὸ ἀγαθόν. ἢ καὶ τῶν αὐτῷ τῷ προκειμένῳ ἑπομένων τὰ μὲν κοινότερά ἐστι, τὰ δ’ οὔ. τῷ γὰρ ἀνθρώπῳ ἕπεται τὸ ζῷον, ἕπεται καὶ τὸ λογικόν· ἀλλὰ κοινότερον τὸ ζῷον τοῦ I λογικοῦ, ὥστε καὶ χωρὶς τοῦ λαμβάνειν τὰ τῷ 104r ζῴω ἑπόμενα ἕπεσθαι τῷ ἀνθρώπῳ ἔστι τῶν ἑπομένων αὐτῷ τὰ μὲν κοινότερα τὰ δὲ ὑπ’ ἐκεῖνα. ὁμοίως καὶ ἐπὶ τῶν, οἷς ἕπεται αὐτά· κοινότερον γὰρ τὸ ἐπιστήμην ἔχειν τοῦ γραμματικὴν ἔχειν, καὶ ἕπεται ἀμφοτέροις ὁ ἄνθρωπος. δύναται καὶ ἁπλούστερόν τις ἀκοῦσαι τοῦ ‟δεῖ δὲ καὶ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἕκαστον εἰς τὰ πρῶτα καὶ τὰ καθόλου μάλιστα βλέπειν”. λέγοι γὰρ ἄν δι’ αὐτῶν οὐκέτι περὶ τῆς ἐκλογῆς (εἴρηκε γὰρ περὶ ἐκείνης, πῶς αὐτὴν χρὴ ποιεῖσθαι) ἀλλὰ περὶ τῆς λήψεως τῶν μέσων ὅρων, ἣ γίνεται ἐκ τοῦ ἄλλο ἄλλῳ ταὐτὸν εὑρίσκεσθαι. ἐπεὶ γὰρ τῶν ἑπομένων τισὶ καὶ τῶν, οἷς ἕπεται, τὰ μὲν κοινότερά ἐστιν τὰ δὲ προσεχέστερά τε καὶ ὑπ’ ἐκεῖνα (οὐ γὰρ δὴ πάντα ἴσα), ἀξιοῖ τοὺς βουλομένους τὸν μέσον ὅρον λαβεῖν διὰ τοῦ τῶν ἐκλεγομένων τινὰ ταὐτὰ ἀλλήλοις εὑρεῖν πρῶτον ἐπίβλεψιν τῶν κοινοτέρων ποιεῖσθαι ζητοῦντας, εἴ τινα τούτων ἀλλήλοις ἐστὶ τὰ αὐτά, εἰ δὲ μὴ ἐν τούτοις εὑρίσκοιτο, τότε ἐπὶ τὰ μερικώτερα μεταβαίνειν. ὁ μὲν γὰρ τὰ κοινότερα τὰ αὐτὰ δείξας καὶ διὰ τούτων τι συλλογισάμενος ἔχει τὸ αὐτὸ δεικνύναι καὶ διὰ τῶν ὑπὸ τὸ κοινότερον, ὥστε πλείους οἱ συλλογισμοί· εἰ δὲ μὴ δυνηθείη διὰ τῶν κοινοτέρων, οὐκ ἀφῄρηται τὸ δύνασθαι εὑρεῖν τὸ προκείμενον ἐπὶ τῶν μερικωτέρων. δεῖξαι γάρ τις βουλόμενος τὸ Α τῷ E ὑπάρχον, ἂν ᾖ τῷ E ἑπόμενα καθολικώτερον μὲν τὸ Κ Z ὑπὸ τοῦτο δὲ ὂν τὸ Z, τὸ δὲ Α ἑπόμενον αὐτὸ πάλιν καθολικώτερον μὲν τῷ Κ Γ ὑπὸ τοῦτο δὲ ὄντι τῷ Γ, δείξας μὲν ἢ τὸ Κ Γ ἢ τὸ Γ ταὐτὸν τῷ Κ Z ἔχει δεῖξαι δι’ αὐτοῦ τὸ Α 20 καὶ τῷ Z ὑπάρχειν, ὃ ἦν ὑπὸ τὸ Κ Z, καὶ τῷ E, ὃ ἦν τὸ προκείμενον· εἰ δὲ μὴ τούτῳ εἴη ταὐτὸν ἐκείνων τι, ὑπολείπεται τὸ ἐπὶ τοῦ Z πάλιν ποιεῖσθαι τὸν λόγον. ὥστε ἐν πλείοσιν ἄν ἡ ζήτησις καὶ ἐν τάξει γένοιτο. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν Κ Γ καὶ Γ, οἷς εἵπετο τὸ Α. καὶ γὰρ τούτων πρῶτον μὲν τὸ Κ Γ τὸ καθολικώτερον εἰ δειχθείη τῷ Κ Z ὄντι καθόλου ταὐτόν, διὰ τούτου δειχθήσεται τὸ Α τῷ E ὑπάρχον· εἰ δὲ μὴ τοῦτο εἴη ταὐτόν τινι ἐκείνων, καταλείπεται ζητεῖν περὶ τοῦ Γ, εἰ τοῦτό ἐστί τινι ταὐτὸν ἐκείνων. δύναται τὸ ὁμοίως δὲ καὶ ἐφ’ ὧν αὐτὸ ἀκολουθεῖ σκεπτέον καὶ αὐτὸ περὶ τοῦ E λέγειν. ἄν γὰρ βουλόμενοι δεῖξαι τὸ Α τινὶ τῷ E ὑπάρχειν ζητῶμεν, τί τῶν, οἷς ἕπεται τὸ A, τινὶ
[*](5 αὐτῶν a 8 ἑπόμενα om. a 10 τὸ ex τοῦ corr. Β2 15 ταὐτὸν ἄλλῳ a 16 ἐπεὶ scripsi: ἐπὶ aB 17 τε om. a 18 τοῦ τῶν ox τούτων corr. B2 19 ἐπίβλεψιν scripsi (cf. p. 329, 10): ἐπὶ aB 22 διὰ (ante τῶν) Β: τινα a 26 ἑπόμενον a ὃν τὸ scripsi: ὄντος τοῦ aB δὲ τοῦτο a 29 ὑπάρχειν Β1 corr.: ὑπάρχον a Β pr. 30 τούτῳ ex τοῦτο corr. Β1 36 ταὐτόν τινι a αὐτὸ superscr. Β2 38 ὑπάρχον a) 310
τῶν, οἷς ἕπεται τὸ E, ταὐτόν ἐστι τούτου γὰρ εὑρεθέντος διὰ τοῦ τρίτου
[*](104r) σχήματος τὸ προκείμενον δείκνυται), πάλιν δεῖ πρῶτον τὰ καθολικώτερα τῶν, οἷς ἕπεται τὸ E, ζητεῖν, εἰ ταὐτά ἐστί τισι τῶν, οἷς ἕπεται τὸ Α, καθολικωτέροις· ἂν γὰρ μὴ τούτων τι εὑρεθῇ, ὑπολείπεται τὸ ἐπὶ τῶν μερικωτέρων πάλιν ζήτησιν ποιήσασθαι.