In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 44a 38)

Δεῖ δὲ καὶ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἕκαστον εἰς τὰ πρῶτα καὶ τὰ καθόλου μάλιστα βλέπειν.

Δεῖν φησιν ἐν ταῖς ἐκλογαῖς τῶν ἑπομένων ἑκατέρῳ τῶν κειμένων ὅρων καὶ οἷς ἑκάτερος αὐτῶν ἕπεται μήτε τὰ προσεχῆ εὐθὺς ἑπόμενα λαμβάνειν μήτε τά, οἷς ἕπεται, ἀλλὰ τὰ πρῶτα καὶ καθολικώτερα, ὑφ’ ἁ τέτακται καὶ τὰ προσεχῆ τοῖς κειμένοις πρῶτα, ἐπισκοπεῖν. λέγει δὲ τῶν ἑπομένων οὐ τὰ ἴδια καὶ τοὺς ὁρισμούς (ταῦτα γὰρ οἰκεῖά τε τῶν κειμενων, καὶ οὐχ οἷόν τε ὁρισμόν τινος ἢ ἴδιον ἔτι εἶναι τὸ καθολικώτερον καὶ πλείοσιν ὑπάρχον) ἀλλὰ τὰ γένη καὶ τὰς διαφορὰς καὶ ὅσα οὕτως ἕπεται. οἷον εἰ ἄνθρωπος εἴη ὁ κείμενος ὅρος, μὴ ζῷον πεζὸν εὐθέως λαμβάνειν ἑπόμενον αὐτῷ ἀλλὰ ζῷον (καθολικώτερον γάρ), καὶ ἔτι πρὸ τοῦ ζῴου τὴν ἔμψυχον οὐσίαν, καὶ ἔτι πρὸ τούτου τὴν οὐσίαν· καὶ εἰ μέλιττα εἴη, μὴ τὸ ὁλόπτερον ἀλλὰ μᾶλλον τὸ πτηνόν καθολικώτερον γὰρ τοῦτο), καὶ ἔτι μᾶλλον τὸ ζῷον, καὶ ἔτι πρῶτον τὴν οὐσίαν. λέγει δὲ τὸ [*](1 τὸ alterum om. a 3 τὸ η τῷ aB (m): τῷ η τὸ Ar. ὁ B (d f n m): om. a et Ar. (cf. vs. 6) 5 τῶν a: τῷ Β 7 τῶν β scripsi: τῷ β aB 8 ἦν scripsi: ᾖ aB 13 post ἐπειδὴ add. καὶ a 14 τῶν scripsi: τῷ aB 26 μήτε Β: μὴ a 27 ἐπισκοπεῖ a 28 γὰρ om. a 33 καὶ ἔτι πρὸ τούτου τὴν οὐσίαν om. a 34 ὁλόπτερον . . . πτηνόν] cf. Anal. post. ΙΙ 13 p. 96 b 39)

307
μὲν προσεχῶς τῷ E ἑπόμενον (ἔστω δὲ τοῦτο ἡ μέλιττα) τὸ Z, τοῦτ᾿ [*](103r) ἔστι τὸ ὁλόπτερον, τὸ δὲ καθολικώτερον τοῦ Z τὸ Κ Z, ὅπερ ἐστὶ τὸ πτηνόν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Α (ἔστω δὲ τοῦτο ἄνθρωπος) τὰ μέν, προσεχῶς οἷς ἕπεται, τὸ Γ, τοῦτ’ ἔστι τὸ γραμματικόν, τὸ δὲ καθολικώτερον τὸ Κ Γ, τοῦτ’ ἔστι τὸ ἐπιστῆμον. τῇ δὲ τοῦ Κ προσθέσει πρός τε τὸ Z, ὃ ἦν ἑπόμενον τῷ E, καὶ πρὸς τὸ Γ, ᾧ εἵπετο τὸ Α, ἐχρήσατο διὰ τούτου τὸ καθολικώτερον προσσημαίνων. ἔθηκε δὲ ταῦτα, δι’ ὧν τὸ καθόλου καταφατικὸν συνάγεται. τοῦ δὲ δεῖν οὕτως ποιεῖσθαι τὴν ἐπίβλεψιν αἰτίαν ἀποδίδωσιν, ὅτι εὐπορώτερον καὶ ἐν πλείοσιν ἡμῖν ἡ ἐκλογὴ τῶν προτάσεων ἔσται καὶ ἡ ζήτησις τοῦ καθολικωτέρου πρῶτον λαμβανομένου· ὁ γὰρ τὸ καθολικώτερον τῶν ἑπομένων τινὶ λαβὼν ἔχει καὶ τὰ ὑπ’ ἐκείνου περιεχόμενα καὶ προσεχέστερον ἑπόμενα τῷ κειμένῳ καὶ αὐτὰ λαμβάνειν, ὁ δὲ τὰ προσεχῆ λαβὼν μόνα οὐκέτ’ ἔχει καὶ τὰ καθολικώτερα τῷ ἐν τοῖς φθάνουσιν εἰλῆφθαι τοῖς προσεχῶς ἑπομένοις κἀκεῖνα τὰ καθολικώτερα περιέχεσθαι. ὁ μὲν γὰρ λαβὼν τῷ ἀνθρώπῳ τὸ ζῷον ἕπεσθαι ἀποκέκλεισται τοῦ τὴν οὐσίαν ἔτι λαβεῖν τῷ ἐν τῷ ζῴῳ καὶ τὴν οὐσίαν περιέχεσθαι, ὁ δὲ τὴν οὐσίαν πρώτην λαβὼν ἔχει καὶ τὸ ζῷον ἐν τοῖς ἑπομένοις τῷ ἀνθρώπῳ λαβεῖν ἔτι. πλειόνων δὲ ὄντων τῶν κειμένων εὐπορωτέρα ἡ τοῦ μέσου εὕρεσις· ῥᾷον γὰρ ἐν πλείοσιν εὑρεῖν, ὃ ζητεῖ τις. ἂν γὰρ δέῃ δεῖξαι τὸ Α τῷ E ὑπάρχον, ἐπεὶ ἕπεται τῷ E οὐ μόνον τὸ Z ἀλλὰ καὶ τὸ Κ Z, πρῶτον ἐπισκεψώμεθα, εἴ τι τῶν, οἷς ἕπεται τὸ Α, τοῦτ’ ἔστι τῶν Γ ἢ Κ Γ, ταὐτόν ἐστι τῷ Κ Z. κἄν μὲν εὕρωμεν τούτων τι ταὐτὸν ἐκείνων τινί, ληψόμεθα τὸ Α τῷ Κ Ζ ὑπάρχειν, τὸ δὲ Κ Z τῷ E, καὶ οὕτως τὸ Α τῷ E. εἰ | δὲ μὴ εὑρίσκοιμεν τῶν, οἷς ἕπεται τὸ Α, [*](103ν) ταὐτόν τι ὃν τῷ Κ Z τῷ καθολικωτέρῳ, καταλείπεται ἡμῖν ἡ ζήτησις ἐπὶ τοῦ Ζ· δύναται γάρ, καὶ εἰ μὴ τῷ Κ Z ταὐτόν τι εἴη τῶν Κ Γ ἢ τῶν Γ, ἀλλὰ τῷ γε Z [τὸ Γ Z] εἶναι ταὐτόν. εἰ μὲν γὰρ ὅλῳ τῷ πτηνῷ τὸ Α, ὑπάρξει καὶ τῷ ὁλοπτέρῳ καὶ τῇ μελίττῃ δῆλον ὅτι, ἥτις ἦν τὸ Ε· εἰ δὲ μὴ τῷ πτηνῷ ὅλῳ, οὐ κεκώλυται τῷ ὁλοπτέρῳ καὶ διὰ τοῦ ὁλοπτέρου τῇ μελίττῃ. πλείονες οὖν αἱ ἀφορμαὶ πρὸς τὴν ἐπιχείρησιν, καὶ ἐν πλείοσιν ἡ ζήτησις οὕτως ἔσται. καὶ ἐπεὶ τῇ ἡδονῇ ἕπεται καὶ ἡ ἐνέργεια καὶ ἡ τοιαύτη ἐνέργεια (ἡ γὰρ τῆς κατὰ φύσιν ἕξεως), ἄν μέν τι τῶν, οἷς ἕπεται τὸ ἀγαθόν, ταὐτὸν ᾖ τῇ ἐνεργείᾳ, ὃ ἦν κοινότερον τῶν ἑπομένων τῇ ἡδονῇ, διὰ τούτου ἄν δεικνύοιτο οὖσα ἀγαθόν. εἰ δὲ μὴ τοῦτο, ζητή- [*](3 δὲ prius superscr. Β2 τὰ Β: τὸ a 5 post τὸ prius ras. in Β ἐπιστημοικόν a τοῦ κ B: τοῦ α a τε om. a 7 προσσημαίνων scripsi: προσημαίνων aB 9 εὐπορώτερος a 12 λαμβάνει a 13 μόνα om. a post καθολικώτερα expunxit περιέχεσθαι ὁ μὲν γὰρ λαβὼν (ex vs. 15 translata) Β1, ut videtur τῷ B: τὸ a 14 εἰλήφθω a 18 πλειόνων ex πλεῖον corr. Β2 22 τῶν γ a: τῶ γ Β ante ταὐτόν add. εἴη a et ex corr. Β1: expunxit Β2 ἐστι Β: τινι a 23 τινὶ Β: τινὸς a ληψώμεθα a 24 καὶ οὕτως τὸ α τῷ ε om. a δὲ superscr. Β2 25 xa a καταλήψεται a 27 τὸ γ ζ delevi: τὸ γ a 28 τῇ μελίττῃ] ῇ μέλι in ras. B ἦν Β: ᾗ a, 29 δὲ μὴ a: μὴ δὲ B ὁλοπτέρου ex ὅλου πτεροῦ corr. Β 32 ὀρέξεως a μέν τι Β: μέντοι a)
308
σομεν, τί τῇ τοιαύτῃ ἐνεργείᾳ ταὐτόν ἐστι τῶν, οἷς ἕπεται τὸ ἀγαθόν· κἄν [*](103ν) εὕρωμεν τοιοῦτον ὂν τὸ κατὰ φύσιν (δοκεῖ γὰρ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, τοῦτο δ’ ἦν τῇ κατὰ φύσιν ἐνεργείᾳ ἀνεμποδίστῳ ἑπόμενον), διὰ τούτου ἂν εἴη οεικνυμενον τὸ προκειμενον.