In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ἔτι δ’ ἐν ἅπαντι δεῖ κατηγορικόν τινα τῶν ὅρων εἶναι καὶ τὸ καθόλου ὑπάρχειν.
Ὅτι ἀδύνατόν ἐστιν ἐκ δύο ἀποφατικῶν προτάσεων γίνεσθαι συλλογισμόν, λέγει ὑπομιμνήσκων ἡμᾶς τῶν δεδειγμένων· δεῖ γάρ, φησί, κατηγορικόν τινα τῶν ὅρων εἶναι, τοῦτ’ ἔστι καταφατικὴν κἄν τὴν ἑτέραν τῶν προτάσεων εἶναι, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι. τοῦτο δὲ ἔδειξεν οὕτως ἔχον ἐν πᾶσι τοῖς σχήμασι δείξας ἀσυλλογίστους τὰς ἐκ δύο ἀποφατικῶν συζυγίας· καὶ γὰρ ἐν οἷς ἐδόκει | γίνεσθαι, ὡς ἐπὶ τῶν ἐνδεχομένων, [*](89r) πρῶτον μὲν οὐχ ἁπλῶς ἀποφάσεις αἱ ἐνδεχόμεναι, εἶτα καὶ μεταλαμβανομένων ἢ ἀμφοτέρων ἢ τῆς ἑτέρας εἰς τὴν καταφατικὴν ἐγίνετο συλλογισμός, ἄλλως δὲ οὔ. λέγει δέ, ὅτι δεῖ καὶ τὸ καθόλου ὑπάρχειν, τοῦτ’ ἔστι καθόλου πρότασιν εἰλῆφθαι, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι. ὅτι μὲν οὖν ἐκ δύο ἐπὶ μέρους προτάσεων οὐ γίνεται συλλογιστικὴ συζυγία ἐν οὐδενὶ τῶν σχημάτων, ἀλλ’ οὐδὲ ἐξ ἀδιορίστων, δέδειχε. νῦν δὲ εἰπὼν ἢ μὴ ἔσεσθαι συλλογισμὸν προσέθηκεν ἢ οὐ πρὸς τὸ κείμενον, ὡς δυναμένου μέν τινος συλλογιστικῶς συναχθῆναι καὶ μὴ καθόλου ληφθείσης προτάσεως, οὐ μὴν τοῦ προκειμένου· τοῦτο δὲ οὐχ ὅτι ἐκ δύο ἐπὶ μέρους οἷόν τε γίνε- σθαι συλλογισμόν, ἀλλ’ ὅτι ἐκ τοῦ μὴ καθόλου. διττὸν δὲ τὸ μὴ καθόλου· καὶ γὰρ τὸ ἐπὶ μέρους σημαίνει καὶ μὴ πρὸς τὸ προκείμενον καθόλου· δύναται γάρ τι ἄλλως καθόλου ὃν μὴ εἶναι τοῦ προκειμένου περιεκτικὸν μηδὲ πρὸς τοῦτο καθόλου. ὅταν δέ τι καθόλου ληφθῇ ὡς μὴ εἶναι πρὸς τὸ κείμενον καθόλου μηδὲ τούτου περιεκτικόν, ἀλλὰ ᾖ τὸ λαμβανόμενον καθόλου ἐπὶ μέρους τινὸς τοῦ κατηγορουμένου ἐν τῷ προβλήματι λαμβανόμενον, συλλογισμὸν μὲν οὐκ ἀδύνατον ἐκ τοιούτου γενέσθαι, δῆλον ὅτι προσληφθείσης τινὸς μερικωτέρας καὶ ὑπ’ αὐτὴν προτάσεως, οὐ μὴν τὸ προκείμενον ἂν δειχθείη, ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος γνώριμον ποιεῖ. προκείσθω γὰρ δεῖξαι τὴν μουσικὴν ἡδονὴν σπουδαίαν εἶναι. ἄν μὲν οὖν ἀδιορίστως λάβῃ ἡδονὴν σπουδαίαν εἶναι βουλόμενος δεῖξαι τὸ προκείμενον τὸ πᾶσαν μουσικὴν ἡδονὴν σπουδαίαν εἶναι μηκέτι προσθεὶς τὸ ῾ πᾶσαν ᾿ , ἵν’ ᾖ ἡ πρότασις ῾ πᾶσα ἡδονὴ σπουδαία ἐστίν᾿, εἶτα προσλαβὼν τὸ ἰὴ δὲ μουσικὴ [*](2 λέγει] c. 29 p. 45b 17 ἰδίως ὁ Ἀριστοτέλης a 3 ante ἧττον et ante ὁμοίου add. τοῦ a (cf. p. 265,30,31) 3.4 λεγομένους om. a 6 δ’ aB (δὲ m): τε Ar. 8 γενέσθαι a 19 ἀορίστων a 21 μὴν a ληφθείη πρότασις a 23 διττὸν δὲ τὸ μὴ καθόλου om. a 24 τὸ alteram add. a: om. Β 25 γάρ τι om. a 26 δὲ ᾒ τι Β: δὴ τὸ a 29 τούτου a)
Δύναται τὸ ἢ οὐ πρὸς τὸ προκείμενον εἰρῆσθαι οὐχ ὡς ἐσομένου μὲν συλλογισμοῦ οὐ μὴν πρὸς τὸ κείμενον, ἀλλ’ ὡς τὴν | ἀρχὴν οὐδὲ [*](89v) συναπτούσης τῆς λαμβανομένης ἐν μέρει προτάσεως τῷ δειχθῆναι προκειμένῳ. τούτῳ δὲ κἄν ἀκόλουθον δόξειεν εἶναι καὶ τὸ ἐφεξῆς λεγόμενον τὸ εἰ δὲ τινὰ ἡδονήν, εἰ μὲν ἄλλην, οὐδὲν πρὸς τὸν λόγον. ἢ ἔσται μὲν πρὸς τὸ προκείμενον ἡ πρότασις οὐ μὴν συλλογιστική, ἄν τὸ καθόλου τοῦ προκειμένου ἀδιορίστως ληφθῇ. εἰ δὲ μὴ τὸ καθόλου ἀλλὰ τῶν ὑπὸ τὸ καθόλου τι ληφθείη ἢ τοῦτο αὐτό, ἢ οὐδὲ τὴν ἀρχὴν συνάψει τῷ προκειμένῳ, εἰ ἄλλο τι καὶ μὴ αὐτὸ τὸ προκείμενον λαμβάνοι, ἤ, εἰ αὐτὸ λαμβάνοι, τὸ ἐν ἀρχῇ αἰτήσεται. οὐδὲν δὲ τῶν εἰρημένων συλλογιστικόν. τούτῳ δόξει μᾶλλον συνᾴδειν καὶ ἡ ἐπὶ τοῦ διαγράμματος δεῖξις. μᾶλλον [*](3 δὴ addidi ἡ scripsi: εἰ aB 5 οὕτω a τι ἡδονῆς εἶδος a 8 εἶδος ἡδονῆς a ποιήση Β pr. 15 ὅτι om. a 26 post τίμιον add. εἶναι a 27 ἐῤῤήθη a 28 ἢ οὐ om. in lac. a 29 προκείμενον a; at cf. p. 266,27 31 κἄν scripsi: καὶ aB καὶ om. a 32 οὐθὲν Β 35 ληφθείη scripsi: ληφθῇ aB τοῦτο αὐτό a: τούτου αὐτοῦ Β)