In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ὡσαύτως δὲ καὶ οἱ ἄλλοι πάντες οἱ ἐξ ὑποθέσεως. |
Δείξας τοὺς δι’ ἀδυνάτου συλλογισμούς, πῶς ἐξ ὑποθέσεως ὄντες [*](87v) ὑπάγονται τοῖς προειρημένοις τρισὶ σχήμασι, φησὶν ὁμοίως τούτοις καὶ τοὺς [*](1 πολυπλασιασθεὶς a ποιήσῃ a: ποιήσει Β 3 ζ Β: ἑπτά a 4 καὶ ὡς ἡ β γ ... πρὶς πρὸς τὸν θ (5) bis, semel expunctura, Β 5 ἀριθμὸς om. a 7 ι καὶ κ scripsi (cf. p. 260,32): ξ δ (x in ras. Β2) καὶ π α B: om. a 9 ι (ante ἀριθμὸς) a: ι (ι in ras B2) B x a: κ (superscr. B2) Β ι (ante πᾶς) a: π ἁ π ἁ in ras.) Β 10 γε scripsi (cf. p. 259,15): τε aB μὴν Β: μὴ a 12 ἡμίση Β: ἥμισυ a ἐστιν Β: εἰσιν a 12. 13 τετραγώνου ὄντος a 13 οὗ B: om. a 16 αὐτὸν a 18 τοῖς ἀρτίοις B: ἄρτω a 19 ἐπὶ δὴ a: ἐπειδὴ Β 20 εἶναι ἴσα a σύμμετρον a 21 τῇ πλευρᾷ τὴν διάμετρον a 22 ἐδείχθη a 23 ἐκεῖνο scripsi: ἐκεῖνος aB αὐτῶν θάτερον a 24 ἀντίφασιν] ντί in ras. Β 24. 25 εἰς ἀδύνατον Β: ἀδυνάτου a 25 τέ om. a)
Δι’ ὑποθέσεως δὲ ἄλλης, ὡς εἶπεν, εἶεν ἄν καὶ οὓς οἱ νεώτεροι συλλογισμοὺς μόνους βούλονται λέγειν· οὗτοι δ’ εἰσὶν οἱ διὰ τροπικοῦ, ὥς φασι, καὶ τῆς προσλήψεως γινόμενοι, τοῦ τροπικοῦ ἢ συνημμένου ὄντος ἢ διεζευγμένου ἢ συμπεπλεγμένου, οὓς οἱ ἀρχαῖοι λέγουσι μικτοὺς ἐξ ὑποθετικῆς προτάσεως καὶ δεικτικῆς, τοῦτ’ ἔστι κατηγορικῆς. εἰ γὰρ εἴη ὑποκείμενον συνεχὲς καὶ συνημμένον τὸ ἱεῖ ἐπιστήμη ἐστὶν ἡ ἀρετή, διδακτόν ἐστιν ἀρετή᾿, εἶτα δεικνύοιτο, ὅτι ἐπιστήμη ἡ ἀρετή ἐστιν, δεδειγμένον <ἂν> εἴη, ὅτι καὶ διδακτή· οὕτως γὰρ ἄν προσληφθείη ὡς οὕτως ἔχον, εἰ δειχθείη, ὅτι ἐπιστήμη. ὁ μὲν οὖν συλλογισμὸς πάλιν ἄν εἴη πρὸς τοῦτο [*](2 τεθὲν a ἀνθ] νθ in ras. Β 3 ὑπετίθεμεν a 8 δι’ om. a 10 εἰς ἐξ ἀρχῆς a 11 ἢ Β: ἤτοι a δι’ ἄλλης τινὸς a 15 δείξωμεν scripsi: δείξαιμεν aB συνυπάρχει a: συνυπάρχειν Β 16 εἰσὶ a δὲ Β δι’ a 17 post συνυπάρχειν alterum add. ἀλλήλοις a 22 συλλογιστικῶς Β δεικτικῶς a 24 δὲ a: om. Β 26 ἐρεθέντος a 33 ἡ om. a διδακτόν Β δεικτική a 34 pro ἀρετή fort, αὐτή scribendum (cf. p. 263,7) ἐστὶν ἡ ἀρετή collocat a ἄν addidi)
Διαφέρειν δὲ δοκεῖ κατὰ τοὺς ἀρχαίους τὸ μεταλαμβανόμενον τοῦ προσλαμβανομένου. ἐφ’ ὧν μὲν γὰρ ἐν τοῖς εἰλημμένοις ἔγκειταί τε καὶ ἔστι τὸ λαμβανόμενον, οὐ μὴν οὕτως οὐδὲ τοιοῦτον, οἷον λαμβάνεται, ἐπὶ τούτων τὸ λαμβανόμενον μεταλαμβανόμενόν ἐστιν· οὐ γὰρ ἔξωθεν προστίθεται, ἀλλὰ κείμενον ἄλλως μεταλαμβάνεται εἰς ἄλλο. ἐν γὰρ τῷ ἱεῖ ἡμέρα ἐστί, φῶς ἐστι᾿ τὸ ‘[εἰ] ἡμέρα ἐστίν᾿, ὃ προσλαμβανόμενον οἱ νεώτεροι λέγουσιν, ἔγκειται μέν, οὐ μὴν τοιοῦτον, ὁποῖον λαμβάνεται· τίθεται μὲν γὰρ ἐν τῷ συνημμένῳ ἐν ὑποθέσει τε καὶ ἀκολουθίᾳ, λαμβάνεται δὲ ὡς ὑπάρχον. ἐπὶ δὲ τούτων καὶ τῶν τοιούτων μετάληψιν γίνεσθαι λέγουσιν· τὸ γὰρ κείμενον οὐχ ὡς κεῖται λαμβανόμενον μεταλαμβανόμενον γίνεται· κείμενον γὰρ ἐν σχέσει καὶ ἀκολουθίᾳ καὶ ὑποθέσει μεταλαμβάνεται εἰς ὕπαρξιν. προσλαμβανόμενον δὲ λέγουσιν, ἐφ’ ὧν τοῖς κειμένοις ἔξωθέν τι προστίθεται δυνάμει [*](6 ἡ om. a 8 καὶ alterum om. a οὐδ’ ἂν scripsi: οὐδὲ aB 14 ὥς φησι Θεόφραστος om. a Θεόφραστος] deest fr. apud Wimmerum 15 τοῦ τοῦτο scripsi: τούτου τὸ Β. τούτου τῷ a 16 συλλογισμοῦ a 19 οὐδὲ a: οὐδὲν Β (cf. p. 257,22) 23 εἰ alterum om. a 24 post διδακτή add. ἐστι a 25 διδακτή a 28 μεταλαμβανόμενον a 30 εἰ om. a (addi voluit Waitz Organ, p. 29) 31 εἰ B: om. a 33 ὑπάρχων a 33. 34 ἐπὶ δὲ Β: ἐπειδὴ a)
Ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ διαιρετικοῦ ‘ἤτοι τόδε ἢ τόδε᾿, ὃ καὶ αὐτὸ ἐκ τροπικοῦ καὶ τῆς προσλήψεως λέγουσιν· ὁποῖον γὰρ ἄν αὐτῶν λαμβάνηται δείξεως δεόμενον, δεῖται κατηγορικοῦ πρὸς τὸ δειχθῆναι [διὰ] συλλογισμοῦ. οἷον εἰ ληφθείη διαιρετικὸν τὸ ‘ἤτοι σῶμά ἐστιν ἡ ψυχὴ ἢ ἀσώματος᾿, εἶτα κατασκευάζοιτο, ὅτι οὐ σῶμα (οὕτως γὰρ ἄν τὸ ‘ἀλλὰ μὴν οὐ σῶμα, ἀσώματος ἄρα᾿), ἀνάγκη καὶ αὐτὸ δειχθῆναι διὰ κατηγορικοῦ συλλογισμοῦ· οἷον πᾶν σῶμα ἢ στοιχεῖον ἢ ἐκ στοιχείων· ἡ δὲ ψυχὴ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων· ἡ ψυχὴ ἄρα οὐ σῶμα. ἀλλὰ καὶ ἐπὶ τοῦ ἐξ ἀποφατικῆς συμπλοκῆς, εἴ γε καὶ αὐτὸς ἄλλος τῶν προκειμένων τρόπων καὶ μὴ ὁ αὐτὸς τῷ διὰ συνημμένου τοῦ ἀρχομένου ἀπὸ καταφατικοῦ καὶ λήγοντος εἰς ἀποφατικόν, οἷόν ἐστιν τὸ ‘εἰ τὸ Α, οὐ τὸ Β᾿ καὶ γὰρ ἐν τούτοις, εἰ εἴη τὸ μεταλαμβανόμενον δείξεως δεόμενον, διὰ κατηγορικοῦ δειχθήσεται συλλογισμοῦ οἷον οὐχὶ καὶ τὸ ἡδέως ζῆν τέλος καὶ ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή· ἀλλὰ μὴν ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή· οὐκ ἄρα τὸ ἡδέως ζῆν τέλος. τὸ γὰρ μεταληφθὲν τὸ ‘ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή᾿ διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ· οἷον ἀφ’ ἧς ἕξεως αὐτό τε τὸ ἔχον αὐτὴν ἄριστα ἔχει καὶ κάλλιστα τὸ ἴδιον ἔργον ἐπιτελεῖ, αὕτη δι’ αὑτήν ἐστιν αἱρετή· ἀπὸ δὲ τῆς ἀρετῆς ἕξεως οὔσης αὐτό τε τὸ ἔχον αὐτὴν ἄριστα ἔχει καὶ κάλλιστα τὸ ἴδιον ἔργον ἐπιτελεῖ· ἡ ἀρετὴ ἄρα δι’ αὑτήν ἐστιν αἱρετή. εἰ μέντοι εἴη ὑποθετικῶς τὸ αὐτὸ εἰλημμένον τόνδε τὸν τρόπον ‘εἰ ἡδονὴ τέλος, οὐκ ἔστιν ἀρετὴ δι’ αὑτὴν αἱρετή', δεικνύοιτο ἄν καὶ ἡ ἀκολουθία διὰ συλλογισμοῦ τοιούτου· πᾶν, ὃ ὡς ποιητικόν τινος αἱρετόν ἐστιν, οὐκ ἔστι δι’ αὑτὸ αἱρετόν· ἡ δ’ ἀρετή, εἰ ἡ ἡδονὴ τέλος, ὡς ποιητικὴ τῆς ἡδονῆς αἱρετὴ γίνεται· ἡ ἀρετὴ ἄρα, εἰ ἡ ἡδονὴ τέλος, οὐκ ἔστι δι’ αὑτὴν αἱρετή.
Λέγει δὲ καὶ αὐτὸς πρὸς τὸ μεταλαμβανόμενον γίνεσθαι | τὸν [*](88v) συλλογισμόν. οὐκ ἔστι δὲ καὶ τῆς ἀκολουθίας ἢ τῆς μάχης συλλογισμὸν [*](4 ἐν superscr. Β οὗ a: οὐ post ras. Β 8 καὶ superscr. B γὰρ om. a 9 λαμβάνεται a διὰ (ef. vs. 12) Β: om. a 10 διαιρετικὸν om. a ἡ scripsi: ἢ aB ψυχὴ ex ψυχικὴ ut videtur, corr. Β ἢ ex ἡ corr. B 11 κατασκευάζοιτο a: κατασκευάζει τὸ Β 12 ληφθῆναι a 15 ἀποφατικῆς a: ἀποφατικοῦ Β 16 μὴν a 16. 17 ἀπὸ καταφατικοῦ a: ἀποφατικοῦ Β 17 τὸ prius om. a τὸ alterum ex τοῦ corr. Β 20 καὶ ἡ ἀρετὴ ... ζῆν τέλος (21) om. a αὐτὴν utrumque ex αὐτὴν corr. Β2; item vs. 21,26,27,31 αἱρετή utrumque ex ἀρετή corr. Β 22 ἀφ ἧς ἕξεως ... ἐπιτελεῖ (25)] cf. Eth. Nic. I 5 p. 1106a15 sqq. 23 αὕτη scripsi: αὐτὴ aB 26 ὑποθετικῶς correxi: ὑποτεθεικὼς aB 29 αὐτὸ Β pr. εἰ ἡ scripsi (cf. vs. sq.): εἰ (superscr. Β3) εἴη aB 30 αἱρετὴ ex αἱρετικὴ corr. Β3 εἰ ἡ Β corr.: εἰ εἴη a B pr. τέλος τέλος Β 32 αὐτὸ a)
Εἶεν δ’ ἂν ἐν τοῖς ἐξ ὑποθέσεως καὶ οἱ ἀπὸ τοῦ μᾶλλον καὶ τοῦ ὁμοίου καὶ τοῦ ἧττον· καὶ γὰρ ἐν τούτοις τὸ μὲν ὑποτίθεται, τὸ δὲ μεταλαμβάνεται, πρὸς ὃ καὶ συλλογισμοῦ κατηγορικοῦ χρεία· πάντες γὰρ ἐξ ὑποθέσεως, ἐν οἷς μεταλαμβάνεταί τι. καὶ ἐν τούτοις δὲ μετάληψις γίνεται· οἷον εἰ τὸ μᾶλλον ἀγαθόν τινος. ὂν μή ἐστιν εὐδαιμονίας ποιητικόν, οὐδὲ τὸ ἧττον· ὑγεία δὲ μᾶλλον ἀγαθὸν οὖσα πλούτου οὐκ ἔστιν εὐδαιμονίας ποιητική· τοῦτο γὰρ μεταλαμβάνεταί τε καὶ δεῖται κατηγορικῆς δείξεως. ὁμοίως καὶ ἐπὶ τοὐ ἱεῖ τὸ ἧττον ἀγαθὸν δι’ αὑτὸ αἱρετόν ἐστι, καὶ τὸ μᾶλλον· πλοῦτος δὲ ἧττον ἀγαθὸν ὢν ὑγείας δι’ αὑτὸν αἱρετός ἐστι᾿· πάλιν γὰρ τὸ [*](1 γ’ scripsi: τ᾿ Β: om. a 2 δ’ om. a 3 γὰρ superscr. Β2 5 δὲ δεῖται transposui: δεῖται δὲ aB 7 πάντων] πά Β2 (in vestigiis, ut videtur, mamis primae evanidae) μὴ Β: om. a εἶπεν] p. —25 ἄν om. a 17 καὶ prius om. a 22 αὐτοῖς aB 25 ἀναγόμενοι οἱ συλλογισμοὶ a τὰ a: om. Β 35. 36 ποιητικόν a 37 αὐτὸ, ut videtur, B pr. 38 αὐτὸν a B pr. αἱρετόν a)