In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ἐὰν δὲ τὸ στερητικὸν τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον ἐνδέχεσθαι σημαῖνον.
Δείξας τὸ συναγόμενον οὔσης τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης τῆς δὲ ἐλάττονος ἐνδεχομένης καταφατικῆς νῦν λέγει περὶ συζυγίας, ἐν ᾗ ἡ μὲν μείζων καθόλου καταφατικὴ ὑπάρχουσά ἐστιν ἡ δὲ ἐλάττων ἐνδεχομένη ἀποφατική. φησὶ δή, ὅτι μενούσης τῆς ἐλάττονος τῆς ἐνδεχομένης ἀποφατικῆς οὐδὲν συναχθήσεται, μεταληφθείσης δὲ αὐτῆς εἰς τὸ καταφατικόν, ἐπεί, ὃ ἐνδέχεται μηδενί, καὶ παντὶ ἐνδέχεται (ἀντιστρέφει γὰρ ἀλλήλοις), ἔσται συλλογισμός, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἐδείχθη, ἐν οἷς ἐκ μὲν τῶν κειμένων οὐδὲν συνήγετο, μεταληφθέντος δὲ τοῦ ἐνδεχομένου ἀποφατικοῦ εἰς τὸ ἐνδεχόμενον καταφατικὸν ἐγίνετο. ἔσται γὰρ συμπέρασμα καθόλου καταφατικὸν ἐνδεχόμενον οὔσης συζυγίας ἐκ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς μείζονος καὶ καθόλου καταφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος, καθ’ ἃ δεδεῖχθαι δοκεῖ. δύναται διὰ τοῦ εἰπεῖν ἐὰν δὲ ἀντιστραφῇ τὸ ΒΓ καὶ ληφθῇ τὸ Β παντὶ τῷ Γ οὐ μόνον τὴν ἀντιστροφὴν εἰρηκέναι τῆς ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν ἀλλὰ καὶ τὴν μετάληψιν τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν, δι’ ἧς ἐγίνετο ἡ εἰς ἀδύνατον ἀπαγωγή· τοιοῦτο γὰρ τὸ καὶ ληφθῇ τὸ Β παντὶ τῷ Γ. ἀλλὰ καὶ εἰ τῆς μείζονος οὔσης καθόλου ἀποφατικῆς ὑπαρχούσης ἡ ἐλάττων εἴη καθόλου ἀποφατικὴ ἐνδεχομένη ἐκ μὲν τῶν κειμένων οὐδὲν συναχθήσεται, μεταληφθείσης δὲ τῆς ἀποφατικῆς ἐνδεχομένης εἰς τὴν καταφατικὴν ὁ αὐτὸς ἔσται συλλογισμός, ὃς ἐγίνετο, καὶ ὅτε τὴν ἀρχὴν ἐνδεχομένη ἔκειτο ἡ ἐλάττων καθόλου καταφατικὴ τῆς μείζονος οὔσης καθόλου ἀποφατικῆς ὑπαρχούσης. ὁ δὲ αὐτὸς ἔσται συλλογισμὸς προσέθηκεν ἴσως εἰς δήλωσιν, ὅτι τὸ συμπέρασμα μηδ’ ἐπὶ ταύτης τῆς συζυγίας τοῦ κατὰ τὸν διορισμὸν ἔσται ἐνδεχομένου, ὥσπερ ἐδείχθη μηδ’ ἐπ’ ἐκείνης γινόμενον.
[*](1 γε om. a 4 οὐδενὶ om. a 6 post ἐνδέχεται add. τὸ Β 10 ἔλασσον a 15 τῆς alterum orn. a 17 ὃ scripsi: τὸ aB; of. p. 198,18 ἐν τοῖς ἔμπροσθεν] c. 14 p. 33a5 sqq. 24 ante γ καὶ eras, τὸ Β post τῷ γ add. ἐνδέχεσθαι Ar. (om. n); cf. vs. 28 25 καταφατικὴν B: ἀποφατικὴν a 28 εἰ Β: ἡ a 30 ἐνδεχομένης ἀποφατικῆς a 34 ante ὅτι add. τοῦ a)