In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ἐὰν δὲ μὴ ὑπάρχειν τεθῇ τὸ Β τῷ Γ καὶ μὴ ἐνδέχεσθαι [*](65r) μὴ ὑπάρχειν.
Μεταλαβὼν τὴν ἐλάττονα πρότασιν εἰς ὑπάρχουσαν ἀποφατικήν, φησὶ μηδένα ἔσεσθαι συλλογισμὸν μήτε ἐνδεχομένης καταφατικῆς τῆς μείζονος οὔσης μήτε ἐνδεχομένης ἀποφατικῆς. καὶ τοῦτο οὕτως ἔχον δείκνυσι πάλιν, ὡς ἔθος αὐτῷ, τῇ τῶν ὅρων παραθέσει δείξας καὶ παντὶ ἐξ ἀνάγκης καὶ μηδενί. τοῦ μὲν οὖν ἐξ ἀνάγκης ὑπάρχειν τὸ Α τῷ Γ ὅρους παρέθετο λευκὸν ἐπὶ τοῦ Α, ζῷον ἐπὶ τοῦ Β, | χιόνα ἐπὶ τοῦ Γ· τὸ γὰρ λευκὸν καὶ [*](65v) παντὶ ζῴω ἐνδέχεται καὶ ἐνδέχεται μηδενί, καὶ τὸ ζῷον χιόνι οὐχ ὑπάρχει, καὶ τὸ λευκὸν χιόνι ἐξ ἀνάγκης. τοῦ δὲ μηδενὶ λευκόν, ζῷον, πίτταν· πάλιν γὰρ τὸ μὲν λευκὸν ζῴῳ ἐνδέχεται καὶ παντὶ καὶ μηδενί, ζῷον <δὲ> οὐχ ὑπάρχει, καὶ τὸ λευκὸν ἐξ ἀνάγκης οὐδεμιᾷ πίττῃ. ἀληθέστερον δ’ ἄν αἱ προτάσεις κατὰ τὴν ἐκκειμένην συζυγίαν ἔχοιεν, εἰ λάβοιμεν ὅρους ἐπὶ μὲν τοῦ παντὶ ὑπάρχειν κινεῖσθαι, λευκόν, περιπατοῦν· τὸ γὰρ κινεῖσθαι ἐνδέχεται καὶ παντὶ λευκῷ καὶ οὐδενί, καὶ τὸ λευκὸν μηδενὶ ὑπαρχέτω περιπατοῦντι, καὶ τὸ κινεῖσθαι ἐξ ἀνάγκης παντὶ περιπατοῦντι. τοὺ δὲ μὴ· δενὶ κινεῖσθαι, λευκόν, ἑστώς· πάλιν γὰρ τὸ μὲν κινεῖσθαι ἐνδέχεται καὶ παντὶ λευκῷ καὶ οὐδενί, καὶ τὸ λευκὸν μηδενὶ ἑστῶτι ὑπαρχέτω, καὶ τὸ κινεῖσθαι ἐξ ἀνάγκης οὐδενὶ ἑστῶτι. οὐδὲν δὲ κωλύει ὑπὲρ σαφεστέρας διδασκαλίας τοὺς ὅρους μεταλαμβάνειν αὐτοῦ προειρηκότος, ὅτι “ληπτέον βέλτιον τοὺς ὅρους’’. ἢ οὐ γίνεται ἐπὶ τούτων τῶν ὅρων ἁπλῶς ἀναγκαῖα τὰ συμπεράσματα, ἀλλὰ μετὰ διορισμοῦ· τὸ γὰρ κινεῖσθαι ἐξ ἀνάγκης παντὶ περιπατοῦντι, ἔστ’ ἄν περιπατῇ, καὶ πάλιν οὐδενὶ ἑστῶτι, ἔστ’ ἂν ἡ ἑστώς. ἀλλὰ καὶ ὣς ἀσυλλόγιστος ἡ συζυγία.