In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 34b 19)

Πάλιν ἔστω στερητικὴ πρότασις καθόλου ἡ A B.

[*](63r)

Δείκνυσι καὶ τὴν ἐξ ὑπαρχούσης καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐνδεχομένης καθόλου καταφατικῆς τῆς ἐλάττονος συζυγίαν ἐν πρώτῳ σχήματι συλλογιστικὴν διὰ τῆς εἰς ἀδύνατον πάλιν ἀπαγωγῆς. εἰ γὰρ τὸ Α τῷ Β μηδενὶ ὑπάρχει, τὸ δὲ Β τῷ Γ παντὶ ἐνδέχεται, τὸ Α τῷ Γ ἐνδέχεται μηδενί. εἰ γὰρ μή, τὸ ἀντικείμενον οὐκ ἐνδέξεται μηδενὶ τὸ Α τῷ Γ, ὃ μεταλαμβάνει εἰς τὸ ἐξ ἀνάγκης τινί· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ μὴ γὰρ ἐνδεχέσθω. ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ὑπαρχέτω· μετειλήφθω γὰρ πάλιν τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον· ἐν τρίτῳ σχήματι πάλιν γίνενεται καὶ τὸ Α ὑπάρχον τινὶ τῷ Β. ἐν γὰρ τρίτῳ σχήματι ἐξ ἀναγκαίας ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικὸν ὑπάρχον ἐδείχθη συνάγεσθαι. ἀλλὰ μὴν ἀδύνατον τὸ τὸ Α τῷ Β τινὶ ὑπάρχειν· ἔκειτο γὰρ μηδενὶ ὑπάρχειν. [*](1 ὑπάρχει a: ὑπάρχειν BM 2 μεταπέπτωκεν a 5 ὑπάρχον BM: ὑπάρχειν a 6 τ[ηρεῖ καὶ ὑ]πάρχουσαν] unc. incl. perierunt in M λαμβάνει αὐτὴν aM εἰ a: om. BM τὸ bis a 8 ὑπάρχειν BM: ὑπάρχον a 10. 11 τῆς ὑποθέσεως καὶ τῆς μεταλήψεως a 14 ὑπάρχον scripsi: ὑπάρχειν libri 15 παντὶ periit in M ὡρισμένον a ὑπάρχειν aB: ὑπάρχον M 21 περὶ τούτων om. M 22 ἡ a et Ar.: τῇ Β 25 πάλιν om. M 26 παντὶ τῷ γ M 27 ἐνδέχεται M 29 τῷ γ παντὶ aM 31 τινὶ τῷ β ὑπάρχον aM ante τρίτῳ add. τῷ M ἀνάγκη Β pr., M 31.32 ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας a 34 τινὶ τῷ β a)

194
τὸ δὴ ἀδύνατον τοῦτο πάλιν οὐ παρὰ τὸ μεταλαμβάνειν ἡμᾶς τὴν καθόλου [*](63r) ἐνδεχομένην καταφατικὴν εἰς τὴν καθόλου καταφατικὴν ὑπάρχουσαν συνήχθη· τοῦτο γάρ, εἰ καὶ ψεῦδος, ἀλλ’ οὐκ ἀδύνατον, τὸ δ’ ἀδύνατον ἀδυνάτῳ ἐδείχθη ἑπόμενον· παρὰ ὑπόθεσιν ἄρα. τὸ ἄρα ἀντικείμενον ταύτῃ τῇ ‘οὐκ ἐνδέχεται μηδενί’ συναχθήσεται· τοῦτο δέ ἐστι τὸ ἐνδέχεσθαι μηδενὶ.