In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 34b 17)

Φανερὸν οὖν, ὅτι τὸ καθόλου ληπτέον ἀπλῶς καὶ οὐ χρόνῳ διορίζοντας.

Τὸ καθόλου καταφατικὸν ὑπάρχον· περὶ γὰρ τούτου τὸν λόγον πεποίηται· ἔδειξε γάρ, εἰ μὴ εἴη αὕτη ἁπλῶς λαμβανομένη ἀληθὴς ἀλλ’ ὁριζομένη χρόνῳ, ἀσυλλόγιστον τὴν συζυγίαν τῷ καὶ μηδενὶ ἐξ ἀνάγκης καὶ παντὶ ἐξ ἀνάγκης δύνασθαί τινα συναχθῆναι ἐπ’ αὐτῆς. ἐλέγετο οὖν τινα ὑπό τινων πρὸς τὴν δι’ ἀδυνάτου δεῖξιν καὶ τὴν τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψιν, ὅτι οὐδὲ τὸ συμπέρασμα ἀδύνατον γίνεται, ἀλλὰ καὶ αὐτὸ ψεῦδος μὲν οὐ μὴν ἀδύνατον, ὥστ’, εἰ τοιοῦτον καὶ τὸ συμπέρασμα, παρὰ τὴν μετάληψιν γινόμενον ἄν εἴη τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν, ἀλλ’ οὐ παρὰ τὴν ὑπόθεσιν τὴν ἐξ ἀνάγκης τινὶ τὸ Α τῷ Γ λέγουσαν μὴ ὑπάρχειν. τὸ δὲ λεγόμενον ἦν τοιοῦτον· ἦν μὲν ἡ κειμένη πρότασις τὸ Α τῷ Β παντὶ ὑπάρχειν· συνήγετο δὲ ἐν τῷ τρίτῳ σχήματι, δι’ οὗ <ἡ> εἰς ἀδύνατον ἀπαγωγή, τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν. ὅτι δὴ τοῦτο ψεῦδος μὲν οὐ μὴν ἀδύνατον, οὕτως ἐδείκνυτο· εἰ ἡ ὑπάρχουσα πρότασις ἄλλη τῆς ἀναγκαίας, τὸ Α τῷ Β παντὶ ὑπάρχει ὡς ἐνδέχεσθαι αὐτῷ καὶ μὴ ὑπάρχειν τινί· ἀληθὲς ἄρα ἐστίν ὅτε τὸ Α τῷ Β παντὶ ὑπάρχει, τὸ ἐν- [*](2 οὐδ’ ὅτι M: οὐχ ὅτι a 3 ante διὰ add. οὐ aM 4 τῆς superser. B2 6 ἀλλὰ M 7 post ὅρος add. ὁ a 9 γίνεται correxi: γίνεσθαι libri 10 τὸν om. aM 22 αὐτὴ aM 28 γινόμενον om. a 30 τοιοῦτο a 31 συνήγετο . . . ὑπάρχειν (32) om. M δι’ οὗ ἡ ἡ om. Β) . . . ἀπαγωγὴ (32) a, Β pr.: διὰ τῆς . . . ἀπαγωγῆς corr. Β2 32 δὲ M 34 ante ὑπάρχει add. οὕτως Μ ὑπάρχει in ὑπάρχειν corr. Β2 ὑπάρχει . . . παντὶ (35) om. a 35 ὅταν M ὑπάρχειν (post παντὶ) M)

192
δέχεσθαι τὸ Α τῷ Β τινὶ μὴ ὑπάρχειν· ἀλλ’ εἰ ἀληθὲς τὸ ἐνδεχόμενον εἰς [*](62r) τὸ ὑπάρχον μεταλαμβάνειν, ψεῦδος μὲν οὐ μὴν ἀδύνατον ἔστι τὸ Α τῷ Β τινὶ μὴ ὑπάρχειν, ἀλλ’ ὅτι μὲν τὸ ὑπάρχον παντὶ | λαμβάνεται τινὶ μὴ [*](62v) ὑπάρχειν ψεῦδος, ὅτι δὲ ἐνδεχόμενον μὴ ὑπάρχειν, οὐκ ἀδύνατον. πρὸς ὃ λέγομεν, ὅτι καὶ πᾶν τὸ ἐνδεχόμενον ἐπὶ μέρους ἀποφατικὸν μεταλαμβάνειν εἰς τὸ ἐπὶ μέρους ἀποφατικὸν ὑπάρχον οὐκ ἀδύνατον καὶ τὸ παντὶ ὑπάρχον ἐνδέχεσθαι τινὶ αὐτῷ μὴ ὑπάρχειν ἀληθές. ἀλλ’ ὅτε γε παντὶ ὑπάρχει, τότε ἀδύνατος ἡ μετάληψις· κειμένου γὰρ τοῦ τὸ Α τῷ Β παντὶ ὑπάρχειν ἀδύνατος ἡ μετάληψις. δεῖ δὲ αὐτῷ μένειν τοιοῦτον, εἴ γε δι’ αὐτοῦ ὁ συλλογισμός. κεῖται γὰρ τοιοῦτον εἶναι ὡς μὴ κτὰ χρόνον ὁρίζεσθαι τὸ τοιοῦτον μηδὲ ἐν τῇ τῆς ἐνδεχομένης εἰς τὴν ὑπάρχουσαν μεταλήψει ἀναιρεῖσθαι· ἀδύνατον δέ ἐστι τὸ ὑπάρχειν παντὶ μένειν μεταληφθέντος τοῦ ἐνδεχομένου ἐπὶ μέρους ἀποφατικοῦ εἰς τὸ ὑπάρχον. πρὸς τοῦτο ἐλέγετο πάλιν, ὅτι καὶ ἡ τοῦ ‘τὸ B τῷ Γ ἐνδέχεται παντί’ μετάληψις εἰς τὸ παντὶ ὑπάρχειν τὸ B τῷ Γ μηδενὶ ὑπάρχοντος ἀδύνατος. καὶ γὰρ ὅτε τὸ Β μηδενὶ ὑπάρχει τῷ Γ, τότε αὐτῷ ἐνδέχεται ὑπάρχειν· εἰ γὰρ ἤδη ὑπῆρχεν αὐτῷ, οὐκέτ’ ἄν ἢν ἡ πρότασις ἐνδεχομένη· ὅτε δὲ ἐνδέχεται ὑπάρχειν αὐτῷ παντί, τότε μετείληπται εἰς τὴν ὑπάρχουσαν. ὅτε <δὴ> μηδενὶ αὐτῷ, τότε ἄν εἴη λαμβανόμενον παντὶ ὑπάρχειν αὐτῷ· ὃ εἰ ἀδύνατον, ἀδύνατος ἄν εἴη καὶ ἡ τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μετάληψις. λύοιτο δ’ ἄν τοῦτο τῷ ὅτι ὁ τὴν ἐνδεχομένην εἰς τὴν ὑπάρχουσαν μεταλαμβάνων οὐ τηρῶν ἐκείνην, ἧς οὔσης ὑπαρχούσης ἀποφατικῆς ἐνδεχομένη ἦν αὕτη, τὴν μετάληψιν αὐτῆς ποιεῖται εἰς τὴν ὑπάρχουσαν· ἀδύνατος γὰρ ἡ τοιαύτη μετάληψις. εἰ γὰρ τὸ Β τῷ Γ ἐνδέχεται παντί, ὅτι οὐδενὶ αὐτῷ ὑπάρχει, ὁ μεταλαμβάνων τὸ ‘ἐνδέχεται πντί’ εἰς τὸ παντὶ ὑπάρχειν οὐ τηρῶν αὐτὸ μηδενὶ ὑπάρχειν ἅμα αὐτὸ καὶ εἰς τὸ παντὶ ὑπάρχειν μεταλαμβάνει· τοῦτο γὰρ ἀδύνατον τὸ μηδενὶ ὑπάρχον, ὅτε μηδενὶ ὑπάρχει, παντὶ ὑπάρχειν λαβεῖν. ὡς γὰρ δύναται ὑπάρχουσα ἀληθὴς ἡ ἐνδεχομένη γενέσθαι, οὕτως αὐτὴν ὑποτίθεται προλαμβάνων τὸ μέλλον αὐτῆς. οὐ δύναται δὲ μενούσης τῆς καθόλου ἀποφατικῆς ὑπαρχούσης ἡ ‘ἐνδεχεται παντί᾿ εἰς τὸ παντὶ ὑπάρχειν μεταπεσεῖν ποτε, ἀλλ’ ἔστιν ἡ ταύτης εἰς τὸ ὑπάρχειν μετάληψις ἀναίρεσις τῆς ἀντικειμένης ὑπαρχούσης ἀποφάσεως. οὐ γὰρ διὰ τοῦτο ψευδὴς ἡ ὑπόθεσις λέγεται, ὅτι, ὅτε μηδενὶ ὑπάρχει, τότε ὑποτίθεται παντὶ ὑπάρχειν. ἀλλ’ ἐπεὶ τὸ μηδενὶ ὑπάρχειν τοιοῦτόν ἐστιν ὡς ἐνδεχομένως μὴ ὑπάρχειν, τούτου δηλωτικόν ἐστι τὸ παντὶ ἐνδέχεσθαι [μὴ] ὑπάρχειν, [*](1 εἰ BM: ἡ a post τὸ alterum superscr. δὲ Β2 2. 3 τινὶ τῷ β M 3 τὸ superscr. Β 7 μὴ ὑπάρχειν αὐτῷ a 8 κειμένου . . . μετάληψις (9) om. M 11 μετάληψιν Β pr. 12 post ὑπάρχειν superscr. τῆς μείζονος Β2 14 ἐνδέχεσθαι aM 18 δὴ addidi: μὴ add. a: om. BM 20 λύοιτο aB: λέγοιτο M 22 ἐνδεχομένη] ἐν corr. Β αὐτὴ aM 24 ἐνδέχεσθαι a 27 ὑπάρχει aM: ὑπάρχῃ B 28 ἡ ante ὑπάρχουσα transponit M γίνεσθαι M 29 προσλαμβάνων M 30 ἡ] in ras. Β2 τὸ corr. ex τι Β 31 τὸ ὑπάρχον a 35 post τούτου add. γὰρ aM, superscr. Β2 μὴ delevi)
193
ὃ μηδενὶ ὑπάρχει. ὅτι δὲ μεταπέσοι ἂν τὸ μηδενὶ ὑπάρχειν εἰς τὸ παντὶ [*](62v) ὑπάρχειν, ἤδη αὐτὸ μεταπεπτωκέναι ὑποτίθεται, οἷον, ὃ αὔριον ἔσται, τοῦτο σήμερον εἶναι, τοῦτ’ ἔστι σήμερον αὐτὸ πεπαῦσθαι τοῦ μηδενὶ ὑπάρχειν, ὃ τῷ προλαμβάνεσθαι ψεῦδος γίνεται, οὐκ ὂν ἀδύνατον· τὸ γὰρ μέλλον ὑπάρχειν ἤδη ὑπάρχον λαμβάνεται. οὐ γὰρ ἅμα καὶ ἐνδεχομένην αὐτὴν τηρεῖ καὶ ὑπάρχουσαν αὐτὴν λαμβάνει· οὕτως δ’ ἂν ἦν, <εἰ>, ὅτε τὸ μηδενὶ τῷ Γ ὑπάρχει, τότε παντὶ ὑπάρχειν λαμβανόμενόν ἐστι. καὶ σχεδὸν τὸ γινόμενόν ἐστι τοῦ μὴ ὑπάρχοντος μετάληψις εἰς τὸ ὑπάρχειν διὰ μέσου τοῦ ἐνδέχεσθαι. τὸ δὲ μεταλαμβανόμενον πῶς ἄν ἔτι ταὐτὸ φυλάσσοιτο, καὶ ὅτι μὲν ἡ μετάληψις οὐκ ἀδύνατον, δῆλον. τοιαύτης δὴ τῆς μεταλήψεως καὶ τῆς ὑποθέσεως γινομένης τὸ συναγόμενον τὸ τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχειν παντὶ ὑπάρχοντος ἀδύνατον. οὐ γὰρ ἐν τῇ μεταλήψει τῆς ἐνδεχομένης προτάσεως τῆς Β Γ εἰς τὴν ὑπάρχουσαν καὶ τὸ Α γίνεται τῷ Β παντὶ ὑπάρχον· οὕτως γὰρ ἄν ὅμοιον ἐγίνετο. νῦν δὲ κεῖται οὕτως τὸ Α τῷ Β παντὶ ὑπάρχον ὡς μὴ κατὰ χρόνον ὡρισμένως ὑπάρχειν μηδὲ μεταπίπτειν, ὥστε τῇ μεταπτώσει καὶ διὰ τὴν μετάπτωσιν δοκεῖν τὸ ἀδύνατον πεφηνέναι ἐν τῇ τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον μεταβολῇ· ὥστε, καὶ ὅταν ἀληθῶς μεταπέσῃ καὶ ὑπάρχον τὸ ἐνδεχόμενον γένηται, καὶ τότε ἔσται τὸ μὲν Α τῷ Β παντὶ ὑπάρχον, συναγόμενον δὲ τινὶ μὴ ὑπάρχειν. εἰ οὖν τότε ἀδύνατόν ἐστι, δῆλον ὅτι καὶ νῦν· ὅμοιον γὰρ καὶ ταὐτόν. ἐπισκεπτέον δὲ περὶ τούτων βέλτιον.