In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Πάλιν ἔστω τὸ μὲν ΑΓ στερητικόν, τὸ δὲ ΒΓ καταφα- τικόν, ἀναγκαῖον δὲ τὸ στερητικόν.
Δείκνυσιν, ὅτι καὶ ἐν τῇ συζυγίᾳ τῇ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος ἀναγκαίας καὶ καθόλου καταφατικῆς ὑπαρχούσης τῆς ἐλάττονος γίνεται ἀναγκαῖον τὸ συμπέρασμα τῷ ἀντιστραφείσης τῆς καταφατικῆς τὸ πρῶτον γίνεσθαι σχῆμα ἔχον τὴν μείζονα καθόλου ἀποφατικὴν ἀναγκαίαν. [*](1 τὴν aut om. aut evan. M 2 ποιήσαντες] ἁ corr. ex ὁ, ut videtur, B 4 δὲ ἐλάττονα evan. M 5 ante τοιαύτης add. τῆς a 6 ὑπάρχον ἐξ ἀνάγκης M p τῷ γ παντὶ a 7 τὴν aB: τὸ M ὑπάρχον aB: ὑπαρχόντως M 8 τὸ alterum (post συναχθήσεται) om. a 9 ἐστὶ om. M προσέθηκε ... σχῆμα (10) vix legi possunt in M 10 ἐλάττονα aB: ἐλάβομεν M (??) (??) a: (??) (??) BM τὸ BM: τοῦτο a 11 ὑπάρχειν τὸ ἁ M ὑπάρξειν scripsi: ὑπάρξει aB: ὑπάρξαι M τὸ p M 12 ἀν[άγκης τὸ] unc. incl. perierunt in M 13 ὑπαρχόντως M ἀντιστρέψωμεν a 16 ἀντιστρέφει post ἀναγκαῖον transponit a 17 ὑπάρξαι M 18 εἶναι χ΄ om. a ἐδεήθη μὲν libri ἐπὶ om. M 20 παρέλειψεν M 21 ὑπάρ M γ inras. Β1 22 ὑπάρχον M ᾱ Μ: om. aB 28 ἀναγκαίας om. a καθόλου periit in M καταφατικῆς corr. ex ἀποφατικῆς Β1 29 ἀναγκαῖον γίνεται aM τῷ all: τὸ B 30 γίνεσθαι M: γίνεται aB)
Δείξας δὲ διὰ τῆς ἀντιστροφῆς, ὅτι μὴ γίνεται ἀναγκαῖον τὸ συμπέρασμα τῷ ἐν πρώτῳ σχήματι τὴν ἐλάττονα γίνεσθαι ἀναγκαίαν παρατίθεται καὶ ὅρους, δι’ ὧν καὶ αὐτῶν δείκνυσι μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα. οἱ δὲ ὅροι, οὓς λαμβάνει, ἐπὶ μὲν τοῦ Α ἀγαθόν, ἐπὶ δὲ τοῦ Β ζῷον, ἐπὶ δὲ τοῦ Γ ἵππος. τὸ δὴ ἀγαθὸν οὐδενὶ ἵππῳ, τὸ ζῷον παντὶ ἵππῳ ἐξ ἀνάγκης· τὸ ἀγαθὸν ἄρα τινὶ μὲν ζῴῳ οὐχ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης. βουλόμενος δὲ δεῖξαι, ὅτι τὴν ἀποφατικὴν ὑπάρχουσαν εἴληφε καὶ οὐκ ἀναγκαίαν, εἶπε τὸ μὲν οὖν ἀγαθὸν ἐνδέχεται μηδενὶ ἵππῳ ὑπάρχειν, δεικνύς, ὅτι ἐνδεχομένως αὐτῷ οὐχ ὑπάρχει, ἀλλ’ οὐκ ἐξ ἀνάγκης· οὐ γὰρ ἐνδεχομένην λαμβάνει, ἀλλ’ ἔστιν αὐτῷ τοῦ μὴ ἀναγκαίου δεικτικὸν τὸ ἐνδέχεσθαι τὸ ἀγαθὸν μηδενὶ ἵππῳ καὶ τὸ ἀλλ’ οὐκ ἀνάγκη ζῷον τι μὴ εἶναι ἀγαθόν, ὃ ἴσον ἐστὶ τῷ ‘τὸ ἀγαθὸν τινὶ ζῴῳ οὐχ ὑπάρξει, οὐ μὴν ἐξ ἀνάγκης οὐχ ὑπάρχει᾿. ὃ ὅπως ἄν εἴη ὑγιές, δεικνὺς προσέθηκε τὸ εἴπερ ἐνδέχεται πᾶν εἶναι ἀγαθόν· τότε γὰρ ὑπαρχόντως τινὶ οὐχ ὑπάρξει ζῴῳ τὸ ἀγαθόν, ὅταν καὶ παντὶ αὐτῷ ἐνδέχηται ὑπάρχειν. ἐπεὶ δὲ δοκεῖ μὴ πᾶν ζῷον ἐπιδεκτικὸν εἶναι τοῦ ἀγαθοῦ, μεταληπτέον φησὶ τὸν ὅρον καὶ θετέον ἀντὶ τοῦ ἀγαθοῦ ἢ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν μηδενὶ ἵππῳ ὑπαρχόντως· ζῷον δὲ ἐξ ἀνάγκης παντὶ ἵππῳ· γίνεται γὰρ ἢ τὸ ἐγρηγορέναι ἢ τὸ καθεύδειν τινὶ μὴ ὑπάρχον ζῴῳ, οὐ μὴν ἐξ ἀνάγκης. ὃ δεικνὺς προσέθηκε τὸ ἅπαν γὰρ ζῷον δεκτικὸν τούτων. εἰ γὰρ δεκτικὸν ἅπαν, οὐδὲν ἔσται ζῷον, ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ ἐγρηγορέναι ἢ τὸ κοιμᾶσθαι.
Εἰπὼν δὲ περὶ τῶν μίξεων τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων καθόλου [*](1 τῷ γ μηδενὶ ἐξ ἀνάγκης a ὑπάρχει (post γ) M ante β add. δὲ M ὑπαρχόντως (post παντὶ) M 2 τῷ p τινὶ τὸ γ a ὑπάρ Μ 4 ᾱ γ ... τὸ δὲ om. a: τὸ στερητικὸν οὐκ ἀναγκαῖον om. B 6 καταφατικὴν ἀναγκαίαν a 7 γενομένης a 9 ὑπάρχει aB: ὑπάρχον M 10 ὑπάρχει .... οὐχ a: om. BM ὑπάρξει BM: ὑπάρχει a 12 γίνεσθαι aB: εἶναι M 13 καὶ (ante ὅρους) om. a τὸ συμπέρασμα ἀναγκαῖον a 15 ἵππος a: ἵππον BM ante ζῷον addidi τὸ, quod ante ζῷον vs. 14 habent BM post ζῷον add. δὲ a 16 ἄρα M: δὴ aB οὐχ ὑπάρξει om. M 17 ὅτι om. a 19 ἐνδεχομένης a 20 δεικτικοῦ a 23 προστέθεικε M 24. 25 οὐχ ὑπάρξει 0111. M 26 μὲν pro μὴ M, Β pr. 28 μηδενὶ . . . καθεύδειν (29) om. M 31 ἐστι M)
Ὁμοίως δέ φησιν ἀναγκαῖον ἔσεσθαι τὸ συμπέρασμα, κἄν ἡ μὲν μείζων καταφατικὴ καθόλου ἀναγκαία ληφθῇ ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατικὴ ὑπάρχουσα· πάλιν γὰρ ταύτης ἀντιστραφείσης γίνεται ἐν πρώτῳ σχήματι ἡ μείζων καθόλου καταφατικὴ ἀναγκαία, διὸ καὶ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον γίνεται πάλιν τὸ συμπέρασμα. πλὴν ἐπὶ μὲν τῆς πρὸ ταύτης συμπλοκῆς καὶ τὸ συμπέρασμα ἐδέησεν ἀντιστρέψαι, | ἐπὶ δὲ ταύτης ἐχούσης 48v τὴν μείζονα καθόλου καταφατικὴν ἀναγκαίαν τὴν ἐλάττονα πρότασιν μόνην ἀντιστρέφομεν. ταχέως δὲ ἐδήλωσε τὴν αἰτίαν τοῦ γίνεσθαι ἀναγκαῖον τὸ συμπέρασμα εἰπὼν τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστί, δι’ οὗ καὶ τὴν ἀντιστροφὴν ἔδειξε τῆς ἐλάττονος προτάσεως τῆς Β Γ οὕσης καταφατικῆς ἐν μέρει. Ἂν δὲ ἡ ἐπὶ μέρους πρότασις ἀναγκαία ληφθῇ, οὐκέτι γίνεται τὸ συμπέρασμα ἀναγκαῖον τῷ γίνεσθαι οὕτως τὴν ἐλάττονα πρότασιν ἐν τῷ πρώτῳ σχήματι ἀναγκαίαν, ἧς οὔσης τοιαύτης τῆς δὲ μείζονος ὑπαρχούσης ὑπάρχον ἐγίνετο τὸ συμπέρασμα. ἔστω γὰρ τὸ μὲν Β τινὶ τῷ Γ ὑπάρχον ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ τῷ Γ ὑπάρχον· ἄν δὴ ἀντιστρέψωμεν τὴν Β Γ τηρήσαντες τὴν Α Γ τὴν καθόλου ὑπάρχουσαν οὐ γὰρ οἷόν τε ἄλλως), γίνεται τὸ Α τῷ Γ παντί, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· οὕτως δὲ ἐχουσῶν οὐκ ἐγίνετο ἐν τῷ πρώτῳ σχήματι ἀναγκαῖον τὸ συμπέρασμα. ὅτι δὲ μὴ ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, δείκνυσι καὶ τῇ τῶν ὅρων [*](1 ἐπὶ μέρους ἐχουσῶν a 2 ἡ δὲ . . . συμπέρασμα (3) om. M 3 εἰ ἡ B2 corr.: ἢ Β pr.: ἄν ἡ a ἡ (post καθόλου) correxi: ᾖ libri 4 ἐπὶ μέρους aB: μερικῆς M 5 ἀναγκαίαν τὴν μείζονα M 7 ὑπάρχον aB: ὑπάρ M; item vs. sq. 9 ὑπάρχον a: ὑπάρ Μ ᾱ δὲ M 10 τὴν ἀντιστροφὴν aB: ἀντιστροφῆς M 11 τρίτῃ συμπλοκῇ a 11 et 12 pro ᾱ, quod habet a, γ BM ὑπάρχει 12 τῷ p aB: τῷ ᾱ M 14 ἡ om. M β ᾱ scripsi: β γ libri συμπέρασμα a 15 ὄντος om. M 16 μείζων μὲν a 17 ἀναγκαία ex ἀνάγκαιν corr. B1 19 καθόλου om. M post καθόλου add. τε Β 21 ἐπὶ aM: ἐπεὶ Β 22 μόνην πρότασιν M 25 β γ scripsi: ᾱ γ libri ἐπὶ μέρους M 29. 30 ἐξ ἀνάγκης ὑπάρχον M 30 ὑπάρ Μ 31 ᾱ γ aB: ᾱ β M 32 δὲ prius om. a)
Διὰ δὲ τῶν αὐτῶν ὅρων φησὶ δειχθήσεσθαι μὴ γινόμενον ἀναγκαῖον τὸ συμπέρασμα, κἂν ἡ μὲν μείζων ἡ Α Γ ἐπὶ μέρους ἀναγκαία καταφατικὴ ληφθῇ ἡ δὲ Β Γ καθόλου καταφατικὴ ὑπάρχουσα. πλὴν δεήσει μεταθεῖναι τοὺς ὅρους καὶ ἀλλάξαι τὴν τάξιν αὐτῶν· ὁμοίως γὰρ αὐτῶν κειμένων οὐκ ἀληθεῖς αἱ προτάσεις. δεῖ οὖν θεῖναι ἐπὶ μὲν τοῦ Α δίπουν ἐπὶ δὲ τοῦ Β ἐγρήγορσιν· ἔσται γὰρ οὕτως τὸ δίπουν πάλιν τινὶ ζῴῳ ἐξ ἀνάγκης, ἐγρήγορσις παντὶ ζῴῳ ὑπαρχόντως, τὸ δίπουν τινὶ ἐγρηγορότι, οὐ μὴν ἐξ ἀνάγκης. οὐδὲν δὲ ἔλαττον ἔστι καὶ τοῦτο διὰ τῆς ἀντιστροφῆς τῆς ἐπὶ μέρους καταφατικῆς ἀναγκαίας ἀνάγοντας εἰς τὸ πρῶτον σχῆμα δεῖξαι τὴν ἐλάττονα πάλιν ἐν αὐτῷ γινομένην ἀναγκαίαν ἀντιστρεφομένου καὶ τοῦ συμπεράσματος.