In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 30a 28)

Ἔτι καὶ ἐκ τῶν ὅρων φανερόν, ὅτι οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον.

Καὶ ἐπὶ τῶν ὅρων ἐλέγχει τε καὶ δείκνυσιν· εἰ γὰρ εἴη τὸ μὲν Α κίνησις τὸ δὲ Β ζῷον τὸ δὲ Γ ἄνθρωπος, ἔσται κίνησις μὲν παντὶ ζῴῳ ὢ ὑπαρχόντως, τὸ δὲ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, καὶ κίνησις παντὶ μὲν ὑπάρξει ἀνθρώπῳ, οὐ μὴν ἐξ ἀνάγκης. ἄξιον δὲ ἐνταῦθα ἐπιστῆσαι, πῶς ἐπὶ ταύτης τῆς συμπλοκῆς διὰ τῶν ὅρων ἐλέγξας μὴ συναγόμενον ἀναγκαῖόν τι συμπέρασμα οὐκέτι τὸ αὐτὸ τοῦτο συνεῖδε δυνάμενον δείκνυσθαι καὶ ἐπὶ τῶν τὴν μείζονα καθόλου τε καὶ ἀναγκαίαν ἐχουσῶν συζυγιῶν· καὶ γὰρ ἐπ’ ἐκείνων ὁμοίως ἡ τῶν αὐτῶν ὅρων παράθεσις δείκνυσι μὴ γι- νόμενον ἀναγκαῖον τὸ συμπέρασμα· ἄν γὰρ λάβωμεν ζῷον παντὶ ἀνθρώπῳ καὶ ἄνθρωπον παντὶ κι|νουμένῳ, συναχθήσεται τὸ ζῷον παντὶ κινουμένῳ· [*](42r) ἀλλ’ ἔοικεν ἐπακολουθῆσαι μόνῳ τῷ κατὰ παντὸς ἐξ ἀνάγκης ὡς σημαίνοντι “ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥη- [*](1 τὸ τὸ ᾱ a 3 αὐτοῦ Κ: αὐτῷ a: αὐ . . Μ τινὶ αὐτῷ ἐξ ἀνάγκης a 4 περιέχει aM 6 post καθόλου add. καταφατικῆς a 8 textus verba in M δὲ aKM: γὰρ Ar. τι post εἶναι transponit K: om. Ar. (cf. p. 128,29) 10 οὔσης ἀναγκαίας aK 11 λέγοι? Κ χ΄ τοιοῦτόν a 15 ὑπάρχειν a: ὕπαρ Κ 16 τὸ om. Κ 19 μὲν μίξει ἡ a: μίξει ἡ μὲν KM 20 τὸ om. Κ 21 post ἔτι add. δέ Κ έσται Ar.: ἐστι alv 25 ὑπαρχέτω Κ δὲ om. a 25. 26 μὲν παντὶ ζῴῳ ὑπάρξει Κ 26 ἐνταῦθα post πῶς (27) transponit Κ 27 ante ἐπὶ add. καὶ Κ 28 τι M: om. aK 33 τῷ bis a σημαίνοντα Κ 34 ‘‘ὅταν ... ῥηθήσεται”] 11 p. 24 b 29 (cf. p. 126,4))

130
θήσεται” ἐξ ἀνάγκης. εἰ μὲν οὖν οὕτως ἔχοντα λαμβάνει τὰ ὑπὸ τὸ Β ως [*](42r) τοῦ Β τινὰ ὄντα, ἐξ ἀνάγκης αὐτῶν ἔλαβε τὸ Α κατηγορεῖσθαι. τοῦτο δὲ ἦν ἀληθές, εἰ πάντα τὰ ὑπὸ τὸ Β μέρη τοὐ Β ἦν καὶ οὕτως αὐτοῦ τινα ὡς ἐν τῇ οὐσίᾳ αὐτοῦ εἶναι. εἰ δὲ δύναταί τινα τῶν ὑπὸ τὸ Β καὶ χωρίζεσθαι αὐτοῦ, οὐκέτι τοῖς οὕτως οὖσιν ὑπὸ τὸ Β ἐξ ἀνάγκης τὸ Α ὑπάρξει. ἦν δὲ ἐπὶ τῆς καθόλου ὑπαρχούσης τῆς παραγωγῆς ταύτης αἰτία· ἐπεὶ γὰρ ἐν ἐκείνῃ πάντως ὑπάρχειν δεῖ τὸ Α τοῖς ὑπὸ τὸ Β, ἄν παντὶ τῷ Β ὑπάρχῃ, ἀκολουθεῖν δοκεῖ καὶ τὸ Α ἀναγκαίως αὐτοῖς ὑπάρξειν, ἐὰν ἀναγκαίως ὑπάρχῃ παντὶ τῷ Β· τοῦτο δέ, ἐπεὶ τὰ ὑπὸ τὸ Β τινὰ τοῦ Β ἐστίν. ἀλλὰ τὸ τινὰ τοῦ Β εἶναι κοινότερον λεγόμενον φαντασίαν ἀπο- στέλλει ὡς ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντων· οὐχ οὕτω <δ’> ἐχόντων αὐτῶν, οὐδ᾿ τὸ Α αὐτοῖς ἐξ ἀνάγκης ὑπάρχοι· τὸ γὰρ ἐξ ἀνάγκης ὑπάρχον οὐ νῦν μόνον ἀλλὰ καὶ ὕστερον ὑπάρχει. διὸ ὑπάρχουσαν οὐ τίθησιν· ἐν τούτοις γὰρ τὸ κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης κατηγορούμενον ἐξ ἀνάγκης ὑπάρξει καὶ τοῖς ὑπὸ τὸ Β, ἐν οἷς ἐστιν ἐξ ἀνάγκης. ἐπὶ μέντοι τοῦ κατὰ παντὸς τοῦ Β ὑπαρχόντως κατηγορουμένου ἀληθές ἐστι τὸ μηδὲν εἶναι κατηγορούμενον τῶν ὑπὸ τὸ Β, καθ’ ὧν οὐ κατηγορηθήσεται τὸ κατὰ παντὸς τοῦ Β λεγόμενον, ὅτι, καὶ ὧν ἀναγκαίως τὸ Β κατηγορεῖται καὶ ὧν ὑπαρχόντως, τούτοις εἰπεῖν ὑπάρχειν τὸ κατὰ παντὸς αὐτοῦ κατηγορούμενον ἀληθές. οὐκέτι μέντοι ἀληθὲς τὸ ὧν τὸ Β ὑπαρχόντως κατηγορεῖται, τούτων τὸ κατὰ τοῦ Β ἐξ ἀνάγκης παντὸς κατηγορούμενον κατηγορηθήσεσθαι ἐξ ἀνάγκης· τὸ μὲν γὰρ ἐξ ἀνάγκης ὑπάρχον ὑπάρχειν εἰπεῖν ἀληθές, τὸ ὅ ὑπάρχον ἁπλῶς ἐξ ἀνάγκης εἰπεῖν ὑπάρχειν οὐκ ἀληθές. ὅτι δὲ ἡ ὑπάρχουσα καθόλου ὑπόθεσίς ἐστιν, ἐδήλωσε καὶ ἄρτι, δι’ ὧν παρέθετο ὅρων.