In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 30a 27)

Ἐνδέχεται δὲ τοιοῦτόν τι εἶναι.

Ἀντὶ τοῦ ‘ἐνδέχεται γάρ’· τὸ γὰρ κατάλληλον ἐν τῇ λέξει τοῦτο. οὐκέτι δέ, εἰ τῆς μείζονος ἀναγκαίας οὔσης ὑπαρχούσης δὲ τῆς ἐλάττονος ἀναγκαῖόν τις λέγοι τὸ συμπέρασμα γίνεσθαι, τοιοῦτό τι ψεῦδος ἕπεται. ἄν γὰρ τὸ μὲν Α παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχῃ, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχῃ μόνον, καὶ ληφθῇ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης, οὔτε ἐν πρώτῳ σχήματι οὔτε ἐν τρίτῳ ὅμοιον τῷ προειρημένῳ ψεῦδος συνάγεται· συνάγεται γὰρ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχον, ἄν ᾖ συγκεχωρημένον τὸ ἀναγκαίας οὔσης τῆς μείζονος ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ἢ τινὶ ὑπάρχειν μόνον, εἰ λέγοι τις ὑπάρχον γίνεσθαι καὶ ἐν τῇ τοιαύτῃ μίξει τὸ συμπέρασμα, ὧν οὐδέτερον ψεῦδος κειμένου τοῦ Α παντὶ τῷ Β ὑπάρχειν ἐξ ἀνάγκης. ὥστε εἰκὸς αὐτὸν καὶ ὑπὸ ταύτης κινηθέντα τῆς διαφορᾶς, ἐν ᾗ μὲν μίξει ἡ μείζων ἀναγκαία, ἀναγκαῖον θέσθαι τὸ συμπέρασμα, ἐν ἡ δὲ ἡ ἐλάττων, ὑπάρχον.