In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει.
[*](39r)Οὐχ ὡς μόνου τούτου ὁμοίως ἀντιστρέφοντος ἀκουστέον· καὶ γὰρ καὶ τὰ καταφατικὰ ὁμοίως· ἀλλ’ ἐπεὶ τὰ μὲν καταφατικὰ ἐν πᾶσι τοῖς τρόποις ὁμοίως ἀντιστρέφει, τὰ δὲ ἀποφατικὰ οὕ ἐπὶ γὰρ τῶν ἐνδεχομένων ἄλλως), τούτων ἐμνημόνευσε μόνων, καθ’ ὃ δοκεῖ μὴ ὁμοία ἐπὶ πάντων ἡ ἀντιστροφὴ γίνεσθαι, ὑπομιμνήσκων ἡμᾶς, ὅτι καὶ ταῦτα ἐν τοῖς τρόποις τούτοις ὁμοίως ἔχει. ἐπεὶ δὲ οὐκέτι δι’ ἀντιστροφῆς ἐδείκνυτο οὔτε ὁ τέταρτος ἐν δευτέρῳ σχήματι ὁ ἔχων τὴν ἐλάττονα ἐπὶ μέρους ἀποφατικὴν οὔτε ὁ ἕκτος ἐν τῷ τρίτῳ ὁ ἔχων τὴν μείζονα ἐπὶ μέρους ἀποφατικὴν ἐν τοῖς ἐξ ὑπαρχουσῶν προτάσεων συλλογισμοῖς ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὐκέτι ἐπὶ τούτων ὁμοίᾳ τῇ δείξει χρώμενος ἐπὶ τῶν ἀναγκαίων προτάσεων, ὡς ἔσται δῆλον, προσέθηκε τὸ “σχεδὸν ὁμοίως”. τὰ μὲν γὰρ ἄλλα ὁμοίως δείκνυται· διὸ οὐδ’ ἐμνημόνευσεν αὐτῶν ἔτι· ἱκανὴν τὴν ἐπ’ ἐκείνων αὑτῷ διδασκαλίαν ἡγούμενος εἷναι καὶ πρὸς τὴν τούτων γνῶσιν. τούτων δὲ οὐχ ὁμοίως ἔτι [*](1 om. Κ 2 post εἰπὼν add. δὲ Κ 4 post ὁμοίων add. γε Κ προτάσεων τε] hinc iterum Β μὲν evan. M 8. 9 τοὺς ἀναγκαίου συλλογισμοὺς καθ’ ἕκαστον σχῆμα a ἓξ δὲ BM: καὶ ἓξ a 13 te om. aM 15 ἐν evan. M 17 ἐπὶ om. M καὶ alterum om. M 18 οἱ (ante πέντε) om. aM 20 ἀντιστραφέντος a 21 τὰ prius superscr. M 24 τούτοις τοῖς τρόποις M 21) τῷ om. a 30 σχεδὸν] χεδὸν periit in Β 31 αὐτῶν ἔτι] ῶν ἔτι Β corr. αὐτῷ libri 32 ἡγούμενος εἶναι perierat in Β)