In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 29b 33)

Καὶ οὐχ ὁμοίως ἐχόντων τῶν ὅρων· [*](38v) εἰπών, ὅτι ὁ συλλογισμὸς ἑκάστου τούτων ἕτερος ἔσται, τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, πῶς ἕτερος, ἐδήλωσεν· οὐ γὰρ ἐξ ὁμοίων προτάσεων τε καὶ ὅρων, ἀλλ’ οἱ μὲν ἐξ ἀναγκαίων, οἱ δὲ ἐξ ὑπαρχουσῶν, οἱ δὲ ἐξ ἐνδεχομένων.

[*](p 29 b 36)

ἐπὶ μὲν οὖν τῶν ἀναγκαίων σχεδὸν ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ὑπαρχόντων.

Φησὶν ὁμοίως ἔσεσθαι καθ’ ἕκαστον σχῆμα τοὺς τοῦ ἀναγκαίου συλλογισμούς, ὡς καὶ ἐπὶ τοῦ ὑπάρχοντος ἐδείχθησαν γινόμενοι. ἡ γὰρ ὁμοία τῶν προτάσεων συμπλοκὴ καθ’ ἕκαστον σχῆμα μετὰ τῆς τοῦ ἀναγκαίου προσθήκης καὶ τοὺς ἀναγκαίους ποιήσει συλλογισμούς· καὶ ἔσονται τέσσαρες μὲν συζυγίαι συλλογιστικαὶ ἐν πρώτῳ σχήματι, τέσσαρες δὲ ἐν δευτέρῳ, ἓξ δὲ ἐν τρίτῳ. αἴτιον δὲ τούτου, ὅτι τό τε κτὰ παντὸς καὶ τὸ κατὰ μηδενὸς ὁμοίως καὶ ἐπὶ τοῦ ἀναγκαίου λαμβάνεται, ὡς καὶ ἐπὶ τοῦ ὑπάρχοντος, δι’ οὗ οἱ ἐν τῷ πρώτῳ σχήματι δείκνυνται συλλογισμοί, καὶ αἱ τῶν ἀναγκαίων προτάσεων ἀντιστροφαὶ ὅμοιαι ἐδείχθησαν οὖσαι ἐπί τε τῶν ὑπαρχουσῶν καὶ ἐπὶ τῶν ἀναγκαίων. δι’ ὧν οἵ τε τρεῖς οἱ ἐν τῷ δευτέρῳ σχήματι καὶ οἱ πέντε οἱ ἐν τῷ τρίτῳ συνάγοντες δείκνυνται. |