In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Οὐδ᾿ ὅταν μήτε τὸ πρῶτον τῷ μέσῳ μήτε τὸ μέσον τῷ ἐσχάτῳ μηδενὶ ὑπάρχῃ.
Μετελήλυθεν ἐπὶ τὴν ἐκ δύο καθόλου ἀποφατικῶν ἐν πρώτῳ σχήματι συζυγίαν, καὶ δείκνυσι καὶ ταύτην ἀσυλλόγιστον οὖσαν τῇ τῶν ὅρων πάλιν παραθέσει, ὧν παρὰ τὴν διαφορὰν καὶ παντὶ καὶ μηδενὶ ὑπάρχον φαίνεται τὸ Α τῷ Γ. αἰτία δὲ τοῦ μηδὲν συνάγεσθαι ἐν τῇ τοιαύτῃ συζυγίᾳ συλλογιστικῶς, ὅτι ὁ μέσος οὐδεμίαν ἔχει σχέσιν πρὸς οὐδέτερον τῶν ἄκρων, ἀλλ’ οὕτως ἔχει, ὡς εἰ καὶ τὴν ἀρχὴν μηδὲ ἐλήφθη· παρὰ δὲ τοῦτον ὁ συλλογισμός· οὕτως γὰρ ἔχοντος αὐτοῦ δύναται καὶ πίπτειν ὑπὸ τὸ Α τὸ Γ καὶ μὴ πίπτειν. εἰ μὲν γὰρ τὸ Α ἐπιστήμη τὸ δὲ Β γραμμὴ τὸ δὲ Γ ἰατρική, ἀληθῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων καθόλου ἀποφατικῶν ἡ ἐπιστήμη τῇ ἰατρικῇ πάσῃ ὑπάρξει. εἰ δὲ ἀντὶ τῆς ἰατρικῆς μονὰς τεθείη ἢ λίθος, αἱ μὲν προτάσεις ὁμοίως ἀληθεῖς, οὐδεμιᾷ δὲ ἐπιστήμη μονάδι ὑπάρξει οὐδὲ λίθῳ.