In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Εἰ δὲ τὸ μὲν πρῶτον παντὶ τῷ μέσῳ ἀκολουθεῖ, τῷ δὲ ἐσχάτῳ τὸ μέσον μηδενί, οὐκ ἔσται συλλογισμός.
Ἀκολουθεῖν μὲν εἶπε τὸ κατηγορεῖσθαι· τὸ γὰρ κατηγορούμενον ἀκολουθεῖ τῷ ὑπ’ αὐτό. εἰπὼν δὲ περὶ τῶν συλλογισμῶν τῶν ἐν πρώτῳ σχήματι συζυγιῶν, εἰ καθόλου εἶεν ἀμφότεραι αἱ προτάσεις, παρατίθεται καὶ τὰς ἀσυλλογίστους, αἳ γίνονται καθόλου τῶν προτάσεων οὐσῶν· τεσσάρων γὰρ γινομένων συζυγιῶν ἐν πρώτῳ σχήματι, εἰ ἀμφότεραι εἶεν αἱ προτάσεις καθόλου, αἱ μὲν δύο συλλογιστικαί τέ εἰσι καὶ δόκιμοι, ἃς ἐξέθετο, αἱ δὲ δύο ἀσυλλόγιστοι, ἥ τε ἔχουσα τὴν ἐλάττονα ἀποφατικὴν τὴν δὲ μείζονα καταφατικήν, ἧς νῦν ἐμνημόνευσε, καὶ ἡ ἀμφοτέρας ἔχουσα ἀποφατικάς. τοῦ μὲν οὖν τὴν ἐκκειμένην συζυγίαν ἀσυλλόγιστον εἶναι αἴτιον, ὅτι ἡ ἐλάττων ἀποφατικὴ ἐλήφθη· εἰρήκαμεν γάρ, ὅτι ἀδύνατον ἐν πρώτῳ σχήματι συλλογισμὸν γενέσθαι ἀποφατικῆς οὔσης τῆς ἐλάττονος προτάσεως. ὅτι γὰρ οὕτως ἐχουσῶν τῶν προτάσεων οὐδὲν ἀναγκαῖον συνάγεται, ὅ ἐστιν ἴδιον συλλογισμοῦ, αὐτὸς μὲν δείκνυσι τῇ τῆς ὕλης παραθέσει· καὶ γὰρ καθόλου καταφατικὸν ἐπί τινος ὕλης δείξει δυνάμενον συνάγεσθαι καὶ πάλιν ἐπ’ ἄλλης καθόλου ἀποφατικόν, ὃ ἐναργέστατον σημεῖον τοῦ μηδεμίαν ἔχειν τὴν συζυγίαν ταύτην ἰσχὺν συλλογιστικήν, εἴ γε τά τε ἐναντία καὶ τὰ ἀντικείμενα ἐν αὐτῇ δείκνυται ὄντα ἀλλήλων ἀναιρετικά. ἐν ᾗ γὰρ ἄν συζυγίᾳ καθόλου καταφατικὸν καὶ καθόλου ἀποφατικὸν δεικνύηται, ἐν ταύτῃ οὐδὲν οἷόν τε συνάγεσθαι συλλογιστικῶς τῷ δεῖν μὲν τὸ συναγόμενον συλλογιστικῶς ἐπὶ πάσης τε ὕλης τὸ αὐτὸ εἶναι καὶ ἔτι ἢ καθόλου καταφατικὸν 30 εἶναι ἢ καθόλου ἀποφατικὸν ἡ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικὸν ἀναιρεῖσθαι δὲ τὰ μὲν καταφατικὰ ἀμφότερα ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ πάλιν δ’ αὖ τὰ ἀποφατικὰ ὑπὸ τοῦ καθόλου καταφατικοῦ. τοῦτο δὲ ἐμήνυσεν εἰπὼν ὥστ’ οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου [*](2 μηδενὸς . . . παντὸς aBM: παντὸς . . . μηδενὸς L 3 τέλειος καὶ ἀναπόδεικτος a καὶ (ante οὗτος) L: om. aBM 4 τὸ p τοῦ fa: τοῦ ὒ evan. Β) p τὸ γ BM: τοῦ γ τὸ p L ὃ τοῦ L 5 δὴ BLM: δὲ a 7 καὶ om. a 8 ἀκολουθεῖ aB (Marc. 231): ὑπάρχει Ar. 8.9 τὸ δὲ μέσον μηδενὶ τῷ ἐσγάτῳ ὑπάρχει Ar. 9 οὐδενί Β 10 ἀκολουθεῖ Β 11 post ἐν add. τῷ aLM 12 συζυγιῶν ante τῶν ἐν (11) transponunt aLM 13 οἲ M γὰρ om. LM 13. 14 γινομένων τεσσάρων L 15 τε om. LM 18 ἐγκειμένην a 19 εἰρήκαμεν] cf. p. 49,25 24 ἐπὶ L ἀποφατι- κῆς L 26 αὐτῇ scripsi: αὐτῷ BLM: ταὐτῷ a ὄντα B corr.: οἷον τὰ aLM et, ut videtur, Β pr. 27 ἀποφατικὸν καὶ καθόλου καταφατικὸν L δεικνύηται correxi: δείκνυται libri 29 τε Β: τῆς aLM 31 τὴν μὲν καταφατικὴν ἀμφοτέραν a)
Εἰπὼν δὲ καὶ γὰρ παντὶ καὶ μηδενὶ ἐνδέχεται τὸ πρῶτον τῷ ἐσχάτῳ ὑπάρχειν ἐπήνεγκεν ὥστε οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου γίνεται ἀναγκαῖον· οὐ γὰρ μόνον ἀναιρεῖται ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ τὸ καθόλου καταφατικόν, ὡς εἰρήκαμεν, ἀλλὰ καὶ τὸ ἐπὶ [*](1 γίνεσθαι a ante ἀντίφασις add. ἡ aLM 2 δειχθῇ scripsi: ἐδείχθη libri 3 γὰρ om. L 4 οὐδὲ B ἄν Β: ἤν aM: ἦν L 7 post μὲν add. οὖν L 8 ante τὴν ἐκκειμένην add. τὴν συζυγίαν aLM κειμένην LM 9 οὐδὲν ex οὐδὲ corr. B 10 δὴ BM: δὲ aL 11 γε οm. L 12 εἶναι αὐτοῦ aL 13 καὶ om. aLM γὰρ alterum om. aLM 14 ληφθῆναι Β: εἰλῆφθαι aLM 15 τοῦ p post τὴν transponunt aL δὴ BL: δὲ aM ὑπερπίπτει] conicio ὑπερεκπίπτει (cf. vs. 20) τὸ ἁ corr. ex τοῦ ἁ Β 16 αὐτοῦ libri καὶ (post τούτοις) om. L 17 τὰ ἐναντία LM 20. 21 ὑπερεκπίπτειν a 21 ante οὐ add. καὶ M 22 τε Β: αὐτός aLM ἵππος a 24 ὁ om. a καὶ τὸ ζῷον κατ’ οὐδενὸς λίθου a: om. BLM 25 ἄρα Β: ἔτι M: om. L: δὲ αὕτη a 28 δὲ καὶ om. L παντὶ aLM et Ar.: τὸ παντὶ Β 30 γίνεσθαι a post ἀναγκαῖον add. οὔτε τῶν καθόλου τι οὗτε τῶν ἐπὶ μέρους Β 30. 31 τῆς τῆς etiam Β pr.) καθόλου ἀποφατικῆς a 31 καταφατικόν aBM: ἀποφατικόν L εἰρήκαμεν] p. 55,31)