[*](p. 25b 37)Εἰ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β καὶ τὸ Β κατὰ παντὸς τοῦ Γ.
Ἐπὶ στοιχείων τὴν διδασκαλίαν ποιεῖται ὑπὲρ τοῦ ἐνδείξασθαι ἡμῖν, ὅτι οὐ παρὰ τὴν ὕλην γίνεται τὰ συμπεράσματα ἀλλὰ παρὰ τὸ σχῆμα καὶ τὴν τοιαύτην τῶν προτάσεων συμπλοκὴν καὶ τὸν τρόπον· οὐ γὰρ ὅτι ἥδε ἡ ὕλη, συνάγεται συλλογιστικῶς τόδε, ἀλλ’ ὅτι ἡ συζυγία τοιαύτη. τὰ οὖν [*](1 περὶ om. a 2 ἑξῆς BLM: ἐξ ἀρχῆς a λέγων om, L post ὅρου add. λέγειν L γὰρ om. L 3 τοῦτ’ ἔστι LM 5 ἀπέδωκεν M ante πρώτῳ add. τῷ M 7 καὶ om. L 8 δὲ om. a καὶ om. L 9 ante σχῆμα add. τὸ L 11 οὐ aBM: οὐδὲ L ante αὐτὸς add. 6 B 12 ὅτι om. a αὐτὴ L 13 γε om. a 14 αἱ om. L 15 προειρήκαμεν aLM παρατιθέμενοι a δὲ πῶς LM: πῶς δὲ aB 16 post ὥστε add. φησι aLM τὸ ἔσχατον L 17 post πρώτῳ add. ἢ a 19 δ’ aB: δὲ LM 20 διδασκαλίας om. L 23 λεγομένων aB: λαμβανομένων LM 24 ante κατὰ add. ἡ L κοινότερα L καὶ aB: τὰ LM 25 γενικώτερα LM καὶ corr. ex αἱ B 26 sequentia quoque Aristotelis verba ἀνάγκη τὸ ἁ κατὰ παντὸς τοῦ (??) κατηγορεῖσθαι exhibet a 28 BM: ὑπὲρ aL δεῖξαι a 31 ἡ (ante συζυγία) om. L)
54
στοιχεῖα τοῦ καθόλου καὶ ἀεὶ καὶ ἐπὶ παντὸς τοῦ ληφθέντος τοιοῦτον
[*](18r) ἔσεσθαι τὸ συμπέρασμα δεικτικά ἐστιν. ἐδίδαξε δὲ ἡμᾶς, ὅτι τὸ ἐν ὅλῳ εἶναι ἕτερον ἐν ἑτέρῳ καὶ τὸ κατὰ παντὸς λέγεσθαι θάτερον θατέρου ταὐτόν ἐστι. χρησάμενος οὖν τῷ ἐν ὅλῳ ἐν τῇ τοὐ σχήματος ἐκθέσει μεταλαβὼν τῷ κατὰ παντὸς χρῆται, ἅ ἐστιν ἄμφω ἐν τῇ καθόλου καταφατικῇ προτάσει. ὑπομιμνήσκει δὲ ἡμᾶς, πῶς καὶ τὸ κατὰ παντὸς ἀπέδωκεν “ὅταν γὰρ μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται”), ὑπὲρ τοῦ ἐνδείξασθαι, ὅτι οὐδενὸς ἔξωθεν ἐπὶ τῆς τοιαύτης συναγωγῆς χρεία πρὸς τὸ φανερὸν γενέσθαι τὸ ἀναγκαῖον, ἀλλ’ ἱκανὰ τὰ κείμενα· τὸ γὰρ κατὰ παντός, ὅ ἐστι κείμενον καὶ εἰλημμένον διὰ τῶν προτάσεων, ἱκανὸν πρὸς τὴν δεῖξιν τῆς συναγωγῆς. διὰ τοῦτο καὶ τέλειοι οἱ οὕτως ἔχοντες συλλογισμοὶ καὶ κυρίως ἀναπόδεικτοι. ἔστω γὰρ μείζων μὲν ἄκρος τὸ Α, μέσος δὲ ὅρος τὸ Β, ἐλάττων δὲ ἄκρος τὸ Γ· εἰ τὸ Γ ἐν ὅλῳ τῷ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ· ἀντιστρέφει γὰρ ταῦτα ἀλλήλοις· οὐδὲν ἄρα ἔστι λαβεῖν τοὐ Γ, καθ’ οὗ τὸ Β οὐ ῥηθήσεται. πάλιν εἰ τὸ Β ἐν ὅλῳ τῷ Α, τὸ Α κατὰ παντὸς τοῦ Β· οὐδὲν ἄρα τοῦ Β ἐστί, καθ’ οὗ οὐ λέγεται τὸ Α. εἰ οὖν οὐδὲν ἔστι λαβεῖν τοῦ Β, καθ’ οὗ τὸ Α οὐ λέγεται, τὶ δὲ τοῦ Β τὸ Γ ἐστίν, καὶ κατὰ τοῦ Γ ἐξ ἀνάγκης ῥηθήσεται. αὐτόθεν οὖν ἐναργὴς ἡ τῶν τοιούτων συλλογισμῶν συναγωγὴ γινομένη καὶ πιστουμένη διὰ τῶν κειμένων, τοῦ τε κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός, καὶ μηδενὸς ἔξωθεν ἄλλου προσδεομένη. χρῆται δὲ τῷ κατὰ παντὸς καὶ τῷ κατὰ μηδενὸς ἐν τῇ διδασκαλίᾳ, ὅτι διὰ τούτων γνώριμος ἡ συναγωγὴ τῶν λόγων, καὶ ὅτι οὕτως λεγομένων γνωριμώτερος ὅ τε κατηγορούμενος καὶ ὁ ὑποκείμενος, καὶ ὅτι πρῶτον τῇ φύσει τὸ κατὰ παντὸς τοῦ ἐν ὅλῳ αὐτῷ, ὡς προείρηται. ἡ μέντοι χρῆσις ἡ συλλογιστικὴ ἐν τῇ συνηθείᾳ ἀνάπαλιν ἔχει· οὐ γὰρ ἡ ἀρετὴ λέγεται κατὰ πάσης δικαιοσύνης, ἀλλ’ ἀνάπαλιν πᾶσα δικαιοσύνη ἀρειή. διὸ καὶ δεῖ κατ’ ἀμφοτέρας τὰς ἐκφορὰς γυμνάζειν ἑαυτούς, ἵνα τῇ τε χρήσει παρακολουθεῖν δυνώμεθα καὶ τῇ διδασκαλία.