In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους, [*](14v) ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ.
Γίνεται μέν ὁ λόγος αὐτῷ περὶ τῶν σχημάτων τῶν συλλογιστικῶν, ἐν οἷς σχήμασι πάντες οἱ τέλειοι καὶ οἱ ἀτελεῖς συλλογισμοὶ τὴν σύστασιν λαμβάνουσι, καὶ ποιεῖταί γε τὸν λόγον πρῶτον περὶ τοῦ πρώτου λεγομένου ἑ σχήματος, ἐν ᾧ ἡ τῶν τελείων γένεσις συλλογισμῶν. ἐπεὶ δέ ἐστιν ὁ συλλογισμὸς πίστις τις πιστοῦται γὰρ διά τινων ὁ συλλογιζόμενός τι καὶ δείκνυσι· διὰ γὰρ τῶν πεπιστευμένων τὸ ἀμφισβητούμενον πιστὸν ὁ συλλογιζόμενος ποιεῖ), οὐ πᾶσα δὲ πίστις συλλογισμός, οὐδὲν χεῖρον ἴσως προειπεῖν ὀλίγα περὶ πίστεως γνωριμωτέρα γὰρ οὕτως καὶ ἡ συλλογιστικὴ πίστις ἔσται. πᾶς δὴ ὁ πιστούμενός τι καὶ γνώριμον βουλόμενος ποιῆσαι ἐξ ἄλλου ἢ ἄλλων αὐτὸ πιστοῦται· αὐτὸ γὰρ ἐξ αὑτοῦ οὐδὲν δείκνυται καὶ πιστοῦται, ἐπεὶ πάντ’ ἂν οὕτως ἦν πιστά. ἐπεὶ τοίνυν ἐξ ἄλλου, ἤτοι ἐκ τοῦ ὅλου τε καὶ καθόλου καὶ περιέχοντος δείκνυσι τὸ προκείμνον, ὃ ἢ μέρος τι ὃν τοῦ, δι’ οὗ ἡ πίστις, ἢ ὅλως τὶ αὐτοῦ δείκνυται δι’ αὐτοῦ, ἢ ἐκ τῶν μερῶν αὐτοῦ δεικνύμενον τὸ ὅλον ἢ ἐκ μέρους τινὸς τῶν ὑπὸ τὸ ὅλον μέρος τι. ὅταν μὲν οὖν μέρος ἐκ μέρους δεικνύμενον ᾖ καὶ πιστούμενον, τὸ τοιοῦτον καὶ ἡ οὕτως γινομένη πίστις παράδειγμα καλεῖται, ὡς ὁ κωλύων Διονυσίῳ φυλακὴν διδόναι τοῦ σώματος Συρακουσίους αἰτοῦντι ὡς, εἰ λάβοι, ἐπιθησομένου τυραννίδι καὶ πιστούμενος τοῦτο διὰ τοῦ ὅτι καὶ Πεισίστρατος αἰτήσας παρ’ Ἀθηναίων λαβὼν ἐτυράννησε καὶ Θεαγένης παρὰ Μεγαρέων· ἑκάτερον γὰρ τούτων, καὶ τὸ δεικνύμενον τό, δι’ οὗ δείκνυται καὶ κωλύεται, μέρη ἐστὶν ὅλου τοῦ ὅτι οἱ φυλακὴν αἰτοῦντες τοῦ σώματος πάντες ἐπιτίθενται τυραννίδι. ὃ δὴ διὰ τοῦ ἑτέρου μέρους πιστὸν 25 ποιήσας χρῆται αὐτῷ πρὸς τὸ ἕτερον, ὃς λόγος δεικτικὸς μέρους διὰ μέρους γνωρίμου καὶ πιστοῦ ἀγνοουμένου τινὸς καὶ ἀμφισβητουμένου. ὅταν δὲ ἐκ τῶν μερῶν τὸ ὅλον ᾖ πιστούμενόν τε καὶ δεικνύμενον, τὸ τοιοῦτον ἐπαγωγὴ καλεῖται, οἷον ἄνθρωπος τὴν κάτω γένυν κινεῖ καὶ ἵππος καὶ κύων καὶ βοῦς καὶ πρόβατον, καὶ πᾶν ἄρα ζῷον. λόγος δὲ τῆς | ἐπαγωγῆς ἡ διὰ τῶν καθ’ ἕκαστα γνωρίμων καὶ πιστῶν ὁδὸς ἐπὶ τὸ καθόλου ἄγνωστον. [*](1 ἀρχὴ τοῦ a σχήματος in mg. Β: σχῆμα πρῶτον superscr. a οὕτω a 2 sequentia qiioque Aristotclis verba usque ad συλλογισμὸν τέλειον, sed om. ὅλῳ, add. a 4 οἱ (ante ἀτελεῖς) Μ: om. aBL 5 γε om. aLM λεγομένου πρώτου aLM 6 ἐπεὶ LM: ἐπειδὴ a 7 τις om. Β τι om. L 9 ἴσος a 10 ὀλίγα προειπεῖν aLM 11 πᾶς aBM: τῆς L τι om. L 12 ἄλλων L αὑτοῦ B1 corr. (ex αὐτοῦ), L: ἑαυτοῦ aM 13 ἐπεὶ (ante πάντ’) aBM: ἐπὶ L πάπα LM 15 ἢ (post πίστις) om. a ὅλον M αὐτοῦ δείκνυται . . . μερῶν αὐτοῦ (16) BLM: οὑν ἐκ τοῦ a 17 μερῶν (post ὅλον) a ante δεικνύμενον add. τὸ LM παραδεικνύμενον a 19 Διονυσίῳ] eodem excmplo Ar. utitur rhet. I 2 p. 1357 b 31 συρρακουσίους M 20 θησομένου a ante τυραννίδι add. τῇ a διὰ τοῦ om. L 21 καὶ (aute Πεισ.) om. L θεαγένης BLM: θεόγνυς a 22 καὶ (post τούτων) om. L 23 μέρος LM aute ὅλου add. τοῦ a 24 ὃ δὴ scripsi: ὁ δὲ libri 25 ὃς Β: ὡς aLM 27 ᾖ ante τὸ transponit a 28 καὶ ἵππος om. Β 29 ἡ om. aLM 30 ἑκάστην M καθόλου] οὐ evan. Β)
Ἐπεὶ τοίνυν ὁ συλλογισμὸς δεῖξίς τινός ἐστιν ἀμφισβητουμένου διά τινων ὁμολογουμένων, τὸ δὲ ἀμφισβητούμενον καὶ εἰς δεῖξιν προτεινόμενον πρόβλημα καλεῖται, εἴπωμεν βραχέα περὶ αὐτοῦ. ἔστι δὴ τὸ πρόβλημα τῷ γένει πρότασις· τὸ γὰρ αὐτὸ γένει πρόβλημα καὶ λῆμμα καὶ ὁμολόγημα καὶ συμπέρασμα καὶ ἀξίωμα· πάντα γὰρ προτάσεις τῇ σχέσει τὴν διαφορὰν ἔχοντα. προτιθέμενον μὲν γὰρ εἰς δεῖξιν ὡς μὴ γνώριμον πρόβλημα καλεῖται, λαμβανόμενον δὲ εἰς ἄλλου δεῖξιν λῆμμα καὶ ὁμολόγημα, ὡς Πλατῶν, καὶ ἰδίως πρότασις· ἀξίωμα δέ, ἂν ἀληθὲς ᾖ καὶ ἐξ αὑτοῦ γνώριμον· δεδειγμένον δὲ συμπέρασμα· τὸ γὰρ δειχθὲν γίνεται συμπέρασμα τῶν, δι’ ὧν ἐδείχθη. ἐπεὶ τοίνυν τὸ πρόβλημα πρότασις τῷ γένει, πᾶσα δὲ πρότασις ἐξ ὑποκειμένου ἐστὶν ὅρου καὶ κατηγορουμένου, τοῦ μὲν ὑποκειμένου ὄντος τοῦ, περὶ οὗ ὁ λόγος, κατηγορουμένου δὲ τοῦ περὶ τούτου λεγομένου, καὶ ὑποκειμένου μὲν ὄντος, ᾧ ὁ κατὰ τὸ ποσὸν διορισμὸς τῆς προτάσεως προστίθεται, τὸ πᾶς ἢ οὐδεὶς ἢ τὶς ἢ οὐ πᾶς, ᾧ δὲ τὸ ‘ἐστίν᾿ ἤ τι ἴσον τούτῳ δυνάμενον καὶ περιέχον ἐν αὑτῷ δυνάμει αὐτὸ τοῦτο, κατηγορουμένου· δύο δὴ ὄντων ὅρων τῶν ἐν τῷ προβλήματι, τοῦ μὲν ὑποκειμένου τοῦ δὲ κατηγορουμένου, ὃν δεῖ ὑπάρχοντα ἢ μὴ ὑπάρχοντα δειχθῆναι τῷ ὑποκειμένῳ, τρίτου τινὸς ὅρου δεῖ πρὸς τὴν ἐκείνου δεῖξιν, ὃς προσληφθεὶς ἢ [*](3 δείκνυσιν aB1 corr.: δεικνὺς Β pr., LM 4 καὶ (post ὅτι) om. a ante χρήσιμοί add. ὡς LM 4. 5 ὑπάγονται τῇ πίστει aL 5 τὰ νῦν a 7 συλλογισμὸς BLM: συλλογιστικὴ a 9 τε om. a 11 τοῦ aBM: τὸ L τὸ (post πᾶν) aBM: τι L ἔδειξε . . . τοιοῦτον εἶναι (12) oin. a καὶ om. LM 12 τοιοῦτον Β: ἀγαθὸν LM 16 post εἴπωμεν add. οὖν LM βραχέως M δὴ aBM: δὲ L 17 γὰρ aBM: γοῦν L 17 αὐτὸ Β1 corn, M: αὐτῷ a: τῷ L 19 προστιθέμενον L μὲν οm. a 20 πλατῶν (velut Gorg. c. 36 p. 480B, Theaet. c. 11 p. 155b) Β: περατοῦν LM: περατῶν a 21 προτάσεις aLM ὅταν a αὐτοῦ BLM: ἑαυτοῦ a 22 δὲ aBM: μὲν L γὰρ om. L 23 τῷ . . . πρότασις om. L 24 ὅρου ἐστὶν aL 25 τοῦ, περὶ οὗ . . . ὄντος (26) om. L 26 τὸ om. LM ὁρισμὸς a 27 τὸ (ante ἐστίν) aBM: ἂν L ἡ τι Β: ἤτοι aLM 28 τοῦτο a αὐτῷ aB: ἑαυτῷ M: τῷ αὐτῷ L κατηγορουμένου a: κατηγορούμενον Β (? ult. lit. evan., sed vid. fuisse ν) LM 29 δὴ aBM: δὲ L ὅρων ὄντων a)
’Ev μὲν οὖν ταῖς κατὰ τοὺς δύο ὅρους κοινωνούσαις προτάσεσιν αἵ τε ἀντιθέσεις τῶν προτάσεων εἰσι καὶ αἱ ἀντιστροφαί. ὅταν μὲν γὰρ οὕτω κοινωνῶσι τῶν ὅρων, ὡς τὴν αὐτὴν αὐτοὺς τάξιν ἐν ἀμφοτέραις φυλάττειν ταῖς προτάσεσι διαφέρειν δὲ ἢ κατὰ τὸ ποιὸν ἢ κατὰ τὸ ποσὸν ἢ κατ’ ἄμφω, αἱ ἀντιθέσεις εὑρίσκονται αὐτῶν καὶ αἱ τῶν ἀντιθέσεων διαφοραί · ὅταν μὲν γὰρ τούς τε ὅρους ὁμοίως ἔχωσι κειμένους καὶ τὸ ποσὸν ταὐτὸν ἐν ἀμφοτέραις, διαφέρωσι δὲ κατὰ τὸ ποιόν, ἄν μὲν καθόλου ὦσιν, ἐναντίαι | γίνονται· ἡ γὰρ καθόλου καταφατικὴ τῇ καθόλου ἀποφατικῇ, ὅταν ἐπὶ τῶν αὐτῶν ὅρων ὦσι καὶ τῆς αὐτῆς τάξεως κατὰ τὸ καταφατικὸν μόνον καὶ τὸ ἀποφατικὸν διαφέρουσαι, ἐναντίαι εἰσίν· ὅταν δὲ ὦσιν ἐπὶ μέρους ἀμφότεραι, ὑπεναντίαι καλοῦνται, αἳ δοκοῦσι μὲν ἀντίθεσιν ἔχειν πρὸς ἀλλήλας, οὐ μὴν ἀντίκεινταί γε· ὅταν δὲ τὸ μὲν ποιὸν ταὐτὸν ἔχωσι πρὸς τῇ ὁμοίᾳ τάξει τῶν ὅρων, διαφέρωσι δὲ κατὰ τὸ ποσόν, ὑπάλληλοι γίνονται, αἵτινες οὗκ εἰσιν ὅλως ἀντικείμεναι· οὕτως γὰρ ἔχουσι πρὸς ἀλλήλας ἥ τε καθόλου καταφατικὴ πρὸς τὴν ἐπὶ μέρους καταφατικὴν καὶ ἡ καθόλου ἀποφατικὴ πρὸς τὴν ἐπὶ μέρους ἀποφατικήν· ὅταν δὲ καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν ὦσι διαφέρουσαι καὶ τοὺς αὐτοὺς ἔχωσιν ὅρους καὶ ὁμοίως τεταγμένους, τότε ἀντίφασιν ποιοῦσιν· οὕτως ἔχουσιν ἥ τε καθόλου καταφατικὴ καὶ ἡ ἐπὶ μέρους ἀποφατικὴ πρὸς ἀλλήλας καὶ ἡ καθόλου [*](1 δὲ om. L 2 ἔχειν ποιὰν aLM 3 δὲ] δὴ conicio 4 post ποιεῖ add. δύο προτάσεις LM δύο om. aLM ἑκατέρῳ a 5 προσλαμβανόμενος a 7 γε om. aLM 8 ταῖς προτάσεσιν εἶναι a 9 post ἐστι non plane dclevit κατὰ L δύο προτάσεων κοινωνία L 10 μέσος aBL: μέρος M post μέσος add. ἑκατέρας LM 12 ἡδονὴ aBM: δόσις L 13 ὄρον κοινωνοῦσιν aLM 14 τοὺς om. aLM 16 κοινωνοῦσι L ὡς aBM: ὥστε L αὐτὴν aB: αὐτῶν LM ἐν ἀμφοτέραις cm. aLM 17 ante ταῖς add. ἐν a τὸ om. L κατὰ om. M τὸ om. L μὲν γὰρ ΒLM: δὲ a 20 post μὲν add. ydp LM 22 κατὰ BLM: καὶ a 23 τὸ om. aLM dubito, mim ἐναντία ἐστίν scribendum sit 24 ἀντιθέσεις a ἔχειν ἀντίθεσιν L 25 δὲ om. L 26 τὸ om. L 27 ὅλως aLM: ὅμως Β 30 ὦσι διαφέρουσαι ex διαφέρωσι B1 corr. ἔχωσιν ex ἔχουσιν B1 corr.)
Καὶ τοιαύτη μὲν ἡ κατὰ τοὺς δύο ὅρους τῶν κοινωνουσῶν ἀλλήλαις προτάσεων διαφορά. αἱ δὲ κατὰ ἕνα ὅρον κοινωνοῦσαι ποιοῦσι μὲν τὰς συζυγίας, ὡς προεῖπον, κατὰ δὲ τὴν διάφορον τοῦ μέσου πρὸς τοὺς ἄκρους τοὺς ἐν τῷ προβλήματι κοινωνίαν ἡ τῶν συλλογιστικῶν σχημάτων γίνεται διαφορά· ὁ γὰρ μέσος οὗτος ὁ δὶς λαμβανόμενος καὶ ἑκατέρῳ τῶν ἄκρων συντασσόμενος, οἳ ἦσαν τοῦ προβλήματος μέρη, ἢ οὕτως λαμβάνεται, ὡς καὶ τὴν θέσιν μέσην ἔχειν ἐκείνων, τοῦ μὲν ὑποκειμένου ἐν τῷ προβλήματι κατηγορούμενος τῷ δὲ κατηγορουμένῳ ὑποκείμενος, ὡς ἔχει ἐπὶ τοῦ προβλήματος τοῦ ‘πότερον πᾶν δίκαιον ἀγαθὸν ἢ οὔ’ · ἔξωθεν γὰρ ὅρος παραληφθεὶς τὸ καλὸν καὶ κατηγορηθεὶς μὲν τοῦ δικαίου, ὃς ἦν ὑποκείμενος, ὑποτεθεὶς δὲ τῷ ἀγαθῷ, ὃς ἦν κατηγορούμενος, ἐποίησε συζυγίαν τοιαύτην· πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν. ἡ τοιαύτη τοῦ μέσου θέσις καὶ ἡ οὕτως γινομένη τῶν προτάσεων κατὰ τὸν μέσον ὅρον κοινωνία καλεῖται σχῆμα πρῶτον· ἐν ᾗ γὰρ συζυγίᾳ ὁ μέσος καὶ δὶς λαμβανόμενος τοῦ μὲν κατηγορεῖται τῶν ἐν τῷ προβλήματι ὅρων τῷ δὲ ὑπόκειται, τοῦτο τὸ σχῆμα πρῶτον καλεῖται. ἢ πάλιν ὁ μέσος ἀμφοτέρων τῶν ἐν τῷ προβλήματι ὅρων κατηγορεῖται, ὡς γίνεται ἐπὶ τῆς τοιαύτης συζυγίας· ζητουμένου γάρ, εἰ ὁ ἄνθρωπος χρεμετιστικόν ἐστιν ἢ οὔ, τρίτος ὅρος ληφθεὶς τὸ λογικὸν καὶ κατηγορηθεὶς ἀμφοτέρων ἐκείνων, τοῦ τε ἀνθρώπου καὶ τοῦ χρεμετιστικοῦ, [*](1 ἡ om. Β ἀλλήλας ex ἀλλήλαις Β1 corr. 2 δὲ om. L 4 λαμβάνωνται M: λαμβάνονται aBL 4 ante προτάσεων add. δύο a 6 δύο om. a 7 τε om. L 8 δὲ LM 12 post ὁμοίως add. δὲ M 13 διαφωνοῦσιν aB: διαφέ- ρουσιν LM 15 αἱ om. aL 16 ταύταις Β αἱ οm. LM καταφατικαὶ a 18 διαφοραί a post τὰς add. δύο a 19 διαφορὰν a 20 κοινωνοῦντας a 21 ὁ δὶς λαμβανόμενος aBM: διαλαμβανόμενος L 22 μέρος a 24 ἐπὶ BLM: ἐκ a 30 καὶ om. a 31 τὸ om. L 33 ὡς aB: εἰ LM 34 χρεμμετιστικόν, ut semper, a ἐστιν om. L τρίτος BLM: μέσος a)
Ἐπεὶ δὲ καθ’ ἕκαστον σχῆμα καὶ συλλογιστικαί τινές εἰσι συζυγίαι καὶ ἀσυλλόγιστοι, περὶ τούτων ποιήσεται τὸν λόγον καὶ δείξει , πόσοι καὶ τίνες οἱ καθ’ ἕκαστον σχῆμα συλλογισμοί. καὶ πρῶτόν γε τὸν λόγον περὶ 15 τοῦ πρώτου σχήματος, ὡς εἶπον, ποιεῖται· εἰκότως γὰρ πρῶτον τοῦτο, ἐν ᾧ ὁ μέσος οὐ τῇ πρὸς τοὺς ἄκρους σχέσει μόνον ἀλλὰ καὶ τῇ τάξει μέσος ἐστὶ καὶ τῇ θέσει· οἷς γὰρ σχήμασι τῆς γενέσεως ὁ μέσος ὅρος αἴτιος, τούτων καὶ τῆς τάξεως ἂν εἰκότως αὐτὸς εἴη κύριος. προτάσσει οὖν τοῦτο τὸ σχῆμα τῶν ἄλλων, ἐν ᾧ τυγχάνει μέσος ὁ αὐτὸς ὢν κατὰ πάντα. ἔτι οἱ μὲν ἐν τούτῳ τῷ σχήματι γινόμενοι συλλογισμοὶ τέλειοί εἰσιν ἀτελεῖς δὲ οἱ ἐν τοῖς ἄλλοις καὶ παρὰ τούτου βοηθούμενοι· πρότερον δὲ τὸ τέλειον τοῦ ἀτελοῦς. ἔχει δὲ καὶ τὰ δύο σχήματα τὴν γένεσιν ἀπὸ τοῦ πρώτου· οὐσῶν γὰρ δύο προτάσεων ἐν αὐτῷ, τῆς μὲν πρὸς τῷ μείζονι ἄκρῳ τῆς δὲ πρὸς τῷ ἐλάττονι ἔστι δὲ μείζων ἄκρος ὁ ἐν τῷ προβλήματι κατηγορούμενος· ὁμοίως δὲ καὶ ἐν τῷ συμπεράσματι μείζων λεγόμενος, ὅτι ἐστὶν ἐπὶ πλέον τοῦ, οὗ κατηγορεῖται· οὐκ ἀεὶ μὲν τοῦτο· ἔστι γάρ ποτε καὶ ἐπ’ ἴσης· ἀλλὰ τὸ μὲν ἐπ’ ἴσης ποτὲ γίνεσθαι κοινόν ἐστι τῷ τε ὑποκειμένῳ καὶ τῷ κατηγορουμένῳ, ὅτε δὲ μή εἰσιν ἴσοι, ἴδιον τοῦ μὲν κατηγορουμένου [*](2 λογικός (ante οὐδὲν) M οὐδὲν Β1 corr. 4 τις om. aLM G εἴη aB: ἦ LM 7 ληφθῇ M 9 πᾶν ζῷον (ante οὐσία) bis L τὶς ἄρα οὐσία ἔμψυχός ἐστιν aLM: πᾶν ἔμψυχον οὐσία Β; sed ad πᾶν adscr. in marg. infer. Β2: οὕτως οἶμαι ὀρθῶς· πᾶν ζῷον ἔμψυχον· πᾶν ζῷον οὐσία· τὶς ἄρα οὐσία ἔμψυχος 11 post ἡ add. γοῦν M λεγόμενον τρίτον a 13 τε om. a γεννητική aB: ποιητική LM 14 δὲ om. LM 16 ἁπλοῦς ex ἁπλῶς corr. Β1: οm. L 17 τινές om. LM 21 ᾧ ex ᾗ corr. Β1 ὁ μέσος . . . ἐν ᾦ (24) om. L 23 προτάσσει aL: προάγει BM 26 παρὰ ex περὶ corr. Β1 τοῦτο L πρότερον ex πότερον corr. Β1 27 ἀπὸ τοῦ πρώτου . . . κατηγορούμενος (30) om. L 29 ἄκρος BM: ὅρος a 30 post ὅτι add. δ’ a 31 τοῦ om. aL post μὲν add. γὰρ aLM 32. 33 κατηγορουμένῳ καὶ τῷ ὑποκειμένῳ a 33 ἴδιον τοῦ μὲν κατηγορουμένου om. L: μὲν om. aM)
Ἡ μὲν οὖν ποιότης τῶν σχημάτων καὶ ἡ τάξις καὶ ἡ τῆς τάξεως αἰτία αὕτη τε καὶ διὰ ταῦτα. δεῖ δὲ ἐν τῷ πρώτῳ σχήματι τῷ ἔχοντι τὸν μὲν μείζονα ὅρον κατηγορούμενον τοὐ μέσου τὸν δὲ μέσον τοῦ ἐσχάτου καὶ ἐλάττονος τὸν μὲν ἐλάττονα καὶ ἔσχατον ὅρον ἐν ὅλῳ εἶναι τῷ μέσῳ ἐξ ἀνάγκης ἢ ὅλον ἢ μέρος αὐτοῦ, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι. οὕτως δ’ ἐχόντων τῶν ὅρων τούτων πρὸς ἀλλήλους ἔσται ἡ ἐλάττων πρότασις ἐλάττων δὲ ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ) ἢ καθόλου καταφατικὴ ἢ ἐπὶ μέρους 25 καταφατική, καταφατικὴ δὲ πάντως· μὴ γὰρ οὔσης ταύτης ἐν τῷ πρώτῳ σχήματι καταφατικῆς ἀδύνατον γενέσθαι συλλογισμόν. τὴν δὲ μείζονα πρότασιν ἀναγκαῖον εἶναι πάλιν καθόλου, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι ἐν πρώτῳ σχήματι· ἐπεὶ γὰρ ἐν ὅλῳ τῷ μέσῳ ὅρῳ ὁ ἐλάττων ἐστὶ καὶ μέρος αὐτοῦ δύναται εἶναι, εἰ καί ποτε ἴσος αὐτῷ λαμβάνεται, καὶ μείζων ὁ μέσος τοῦ ἐλάττονος, εἰ μὴ κατὰ παντὸς τοῦ μέσου ὁ μείζων ἄκρος κατηγοροῖτο, κατὰ δὲ μέρος αὐτοῦ, οὐκ ἐξ ἀνάγκης οὐδ’ ὁ ἐλάττων ὅρος περιλαμβάνεται ὑπ’ αὐτοῦ· δύναται γὰρ ἑτέρου τινὸς μέρους τοῦ μέσου ὁ μείζων κατη- [*](1 τρίτῳ Β: τῷ τρίτῳ LM: τούτῳ τῷ a σχήματι συνάγεται aLM δὲ Β: γὰρ LM: om. a μᾶλλον συλλογισμοῦ a 2 τούτων a 3 τοῦ συλλογισμοῦ aBM: συλλογισμῷ L 4 πλεονεκτεῖν Β 5 ὁ om. a ante τὴν add. τῷ a τὴν πρὸ αὐτοῦ om. L 6 ἔχειν aL 8 post ἔχοντος eras. 1 lit. Β 9 τὸ BLM: τῷ a οἰκειότατον a 10 τοιούτων aLM μόνον a: μόνα BLM 11 δείκνυνται M 12 δὲ om. L 13 ἀποφατικὸν M 15 τε om. a 16 τοῦτο ἔχοιεν a 19 τε om. L μὲν om. LM 21 ἐλάττονος aBM: ἐλάττονα L 22 μέλλει a 23 δὲ L ἀλλήλοις a 25 καταφατικὴ (post μέρους) aB: ἀποφατική LM ταύτης post σχήματι (26) transponit a 26 ἀποφατικῆς B 27 μέλλει a post ἐν add. τῷ LM 28 ante μέρος add. κατὰ a 29 λαμβάνεται αὐτῷ L 31 αὐτῷ M οὐδὲ LM περιλαμβάνοιτο aM 32 μέσου in ras. L)
Τὸ δὲ συμπέρασμα ἀεὶ ἐν τῷ πρώτῳ σχήματι παρὰ μὲν τῆς μείζονος προτάσεως τὸ ποιὸν ἕξει· ὁποία γὰρ ἄν ἡ μείζων ᾖ, ἄν τε καταφατικὴ ἄν τε ἀποφατική, καὶ τὸ συμπέρασμα τοιοῦτον ἔσται· τὸ δὲ ποσὸν παρὰ τῆς ἐλάττονος· καθόλου μὲν γὰρ οὔσης τῆς ἐλάττονος ἔσται καὶ τὸ συμπέρασμα καθόλου, εἰ δὲ ἐπὶ μέρους ἐκείνη, ἐπὶ μέρους καὶ τὸ συμπέρασμα. ὁρίζεται δὴ τὸ συμπέρασμα ὑπὸ τοῦ ἐν ἑκατέρᾳ προτάσει ἀορίστου, ὃ καὶ αὐτὸ μαρτύριον ἄν εἴη τοῦ ἐκ τῶν τεθέντων γίνεσθαι τὸν συλλογισμόν, τοῦτ’ ἔστιν ἐκ τῶν συγχωρουμένων· συγχωρεῖται γὰρ ταῦτα, ἁ καὶ μὴ συγχωρηθῆναι δύναται· ἃ δέ ἐστιν ἀναγκαῖα καὶ ὧν ἀναιρουμένων οὐκ ἄν [*](1 τοῦτο LM ὅλον a 3 post πάντως add. ἤδη a 4 οὕτω M δὴ καὶ LM: δὲ Β: καὶ a πάντα αὐτοῦ L 7 ὅ om. L ὅλον a ὁ aLM: ἢ Β ἔσται scripsi: ἔστω libri 8 post καθόλου add. μέρος ἡ καταφατικῆς ἡ ἀποφατικῆς Β ἡ prius ex ἡ corr. Β1 9 μὲν (ante ποσὸν) a: om. BLM 9. 10 καθόλου γὰρ om. a 11 ἐστὶ aLM καταφατικόν a δὲ om. M 12 αὐτῆς BM: τῆς a: om. L 14 δὲ M καταφατικὴ ἡ καθόλου a 15 ante προτάσεων add. τῶν LM 16 post δὲ add. κατὰ μέρος ἡ B καταφατικῶν a: καταφατικῆς ἢ ἀποφατικῆς Β: om. LM ἡ καθόλου ἢ om. LM 18 οὖσαι a 19 τῇ aL, itemque sed corr. Β: τῷ Β pr., M αὐτὴ aLM: αὐτὴ Β 20 καθόλου ἀποφατικῇ . . . μείζονι (21) om. L συντεθήσεται Β: συνταχθήσεται aM 23 δὲ om. L αἰεὶ Μ τῷ om. aLM παρὰ aM: π B: om. L 25 τοιοῦτον BM: τοῦτον aL 27 ante ἐκείνη add. έστιν a 28 δὴ Β: δὲ a: om. LM)
Τοσαύται μὲν οὖν ἐν τῷ πρώτῳ σχήματι αἵ συλλογιστικαὶ συζυγίαι. αἱ δὲ πᾶσαι ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τοῖς ἄλλοις δύο ἔσονται συζυγίαι, εἰ καὶ τὰς ἀδιορίστους συναριθμοίη τις, λς΄, καθ’ ἕκαστον σχῆμα ἑξαχῶς [*](2 τοῦ τούτοις aBM: τοῖς L 4. 5 ταὐτό τε καὶ ἓν Β: ἓν καὶ ταὐτὸ ταὐτὸν M) aLM 5 καταφατικὴ bis aL 6 διὰ om. a ἂν post τι transponit a τε LM ἦν om. L 7 τὸ ELM: τῷ a 10 ἔχοι Β: ἔχει ἔχη Μ 11 τῷ (ante ποσῷ) om. a τὸ om. L τῷ (ante ποιῷ) om. aL 15 μὲν om. L 17 τῆς τάξεως a 21 τὸ om. L 21. 22 ποσὸν τοῦ δὲ κατὰ τὸ om. a 22 τὸ om. L κατὰ L 26 εὑρίσκονται a 30. 31 γίνεσθαι L 32 τὸ (ante ποσὸν) om. aL τὸ (ante ποιόν) om. L 33 αἱ om. a 34 δύο scripsi (cf. p. 52,16): δὲ BLM: om. a 35 λς΄ aLM: καὶ B)
Ποιούμενος δὲ τὸν λόγον ἐπὶ τοῦ πρώτου σχήματος πρῶτον διὰ παραδείγματος αὐτό, ὁποῖόν ἐστιν, ἐνεδείξατο εἰπὼν ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους, ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ καὶ τὸν μέσον ἐν ὅλῳ τῷ πρώτῳ εἶναι ἢ μὴ εἶναι· ταῦτα γὰρ παραδείγματα, τὸ μὲν τοῦ πρώτου συλλογισμοῦ τὸ δὲ τοῦ [*](1 ἑτέρας om. aLM 3 καταφατικῆς λαμβανομένης Β: ληφθείσης καταφατικῆς a: καταφατικῆς LM καθόλου alterum om. LM 7 συντεθήσεται post μείζονι (8) transponit a 8 ἀόριστος a 9 καὶ om. a: κἄν M ἀδιορίστου αὐτῆς ἀποφατικῆς ληφθείσης a: ἀδιορίστως ἀδιόριστος L) αὐτὴ ἀποφατικὴ ληφθεῖσα BLM 11 δὴ addidi καὶ (ante αὐτῆς) om. a 12 δὲ alterum om. L 12. 13 ποτὲ δὲ ἀδιορίστου καταφατικῆς ἡ ἀποφατικῆς ante τῷ (14) transponit a 12 post ἀδιορίστου add. ἢ LM 13 ποτὲ δὲ ἐπὶ μέρους ἢ καταφατικῆς ἡ ἀποφατικῆς B: ποτὲ δὲ μερικῆς καταφατικῆς, ποτὲ δὲ μερικῆς ἀποφατικῆς a: om. LM 14 αὐτῇ a: αὐτὴν BLM 15 τῷ om. M IB ἄλλοις aB: λοιποῖς LM δύο om. L: post δὲ alterum transponit M 17 ις΄ BLM: δεκαέξ a 19 συζυγίαι (ante δώδεκα) om. a καὶ om. L 20 μεταβάλλουσαι L 21 τε aLM: τι Β αἰεὶ om. aLM 23 καὶ (post ἀλλοῖον) om. L ἰσχύουσα LM 24 συζυγία, ὡς ἄνθρωπος ἀδόκιμος om. L 25 βέβαιος Β: βεβαῖον L: βεβαίως aM 26 δὲ post ἐπὶ transponunt LM: om. a 27 ὅταν . . . μὴ εἶναι (29)] lemma in a 28 πρὸς ἀλλήλους om. M ὥστε Β et Ar.: ὡς aLM; at cf. p. 53, 16 ὅλῳ om. BM 29 post πρώτῳ add. ἢ L et Ar. 30 τὰ μὲν L τὸ δὲ a: τὰ δὲ BLM)