In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 25b 14)

Ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται.

Hv τρίτον ὑπὸ τοῦ ἐνδεχομένου σημαινόμενον τὸ δυνατόν, ὃ νῦν, τί ποτέ ἐστιν, λέγων εἶπεν ὅσα δὲ τό ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται. παρέθετο δὲ μόνον τοῦτο τοῦ ἐνδεχομένου, τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ πεφυκός τὸ γὰρ πεφυκὸς ὡς ἐπὶ τὸ πολύ) , ὅτι μόνον τοῦτο πρὸς συλλογιστικὴν χρείαν ἐστὶ χρήσιμον. ἔστι μὲν γὰρ τοῦ δυνατοῦ καὶ τὸ ἐπ’ ἴσης καὶ τὸ ἐπ’ ἔλαττον, ἀλλὰ ἄχρηστοι οἱ ἐπὶ τῆς τοιαύτης ὕλης συλλογισμοί· οὐδεμία γὰρ οὔτε τέχνη οὔτε ἐπιστήμη τῷ τοιούτῳ ἐνδεχομένῳ καὶ δυνατῷ χρῆται· ἐπὶ γὰρ τῆς τοιαύτης ὕλης οὐδὲν ἧττον ἢ μᾶλλον τοῦ δεικνυμένου συλλογιστικῶς ὑπάρχειν τὸ ἀντικείμενόν ἐστιν· ἐπὶ δέ γε τοῦ ἐπ’ ἔλαττον καὶ μᾶλλον τοῦ συναγομένου τὸ ἀντικείμενον, ὡς καὶ αὐτὸς ἐν τοῖς περὶ τῶν ἐνδεχομένων συλλογισμοῖς ἐρεῖ. περὶ δὴ μόνου ποιεῖται τὸν λόγον τοῦ ἐνδεχομένου καὶ δυνατοῦ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον καὶ τοῦ πεφυκότος τε καὶ κατὰ φύσιν, ὃ καὶ αὐτὸ ὡς ἐπὶ τὸ πλεῖστόν ἐστιν, ἐπειδὴ ἐκ τῶν τοιούτων καὶ δείκνυταί τινα τῶν κατὰ φύσιν γινομένων, καὶ εἰσί τινες τέχναι περὶ τὸ οὕτως ἐνδεχόμενον, ὡς αἱ στοχαστικαί· λαβὼν γὰρ ὁ [*](1 ἐνδεχομένων om. LM καθόλου (post ἡ) aBM: ἐπὶ μέρους L 4 τὸ (post δὲ) om. L ἐνδέχεσθαι om. Ar. 6 τινὶ om. L 8 ἀντιτιθέναι a ἡ om. L τὴν om. M 9 ἡ om. M δὴ aB: δὲ LM τὴν om. M 10 ὑπάρχον] πάρχο evan. Β 12 ληφθείη aLM αὐτὸ BLM: τὸ αὐτῷ a 13 φησί 0111. L ἐπὶ om. L ἐν μέρει BLM: ἐπὶ μέρους a ἕξει a: ἕξειν BLM 14 ἀποφατικῇ ἐνδεχομένῃ a 16 τό om. Ar. libri praetor Cmi, corr. d post λέγεται adil. ἐνδέχεσθαι a 18 εἶπεν λέγων a τὸ om. a 19 τοῦτο μόνον aLM 20 τοῦτο μόνον L 22 τὸ alterum om. Β ἀλλὰ ἄρχηστοι οἱ BLM: ἀλλὰ χρηστὸν εἰ a τοιαύτης ὕλης . . . ἐπὶ γὰρ τῆς (24) om. a 23 τῶν τοιούτων J, 23. 24 ἐνδεχομένως omisso καὶ LM 25 ἐπὶ BLM: ἐπεὶ a 26 ἔλαττον καὶ aBM: ἐλάττονος L 27 περὶ τοῖς omisso ἐν L 30 τῶν τοιούτων aBM: τούτων L)

40
ἰατρὸς τὸ τὸν οὕτως νοσοῦντα ὡς ἐπὶ τὸ πλεῖστον ὑπὸ πλήθους ἐνοχλεῖσθαι [*](13v) καὶ τὸ τὸν ὑπὸ τοῦ πλήθους ἐνοχλούμενον ὡς ἐπὶ τὸ πλεῖστον διὰ φλεβοτομίας θεραπεύεσθαι συνάγει τὸ τὸν οὕτως νοσοῦντα ἐνδέχεσθαι ὑπὸ φλεβοτομίας θεραπευθῆναι, ὃ λαβὼν χρῆται τῇ φλεβοτομίᾳ. διὸ καὶ ἔστιν ἐν συλλογιστικῇ χρείᾳ. ἐπὶ δὴ τούτου τοῦ λεγομένου οὕτως ἐνδέχεσθαι οὐκέτι ὁμοίως φησὶν ἕξειν τὰς ἀποφατικὰς ἀντιστροφάς, ὡς ἐδείχθησαν ἔχουσαι ἐπί τε τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος· ἐπὶ μὲν γὰρ ἐκείνων ἡ καθόλου ἀποφατικὴ ἀντέστρεφεν ἑαυτῇ, τῇ δὲ ἐπὶ μέρους ἀποφατικῇ οὐκ ἦν τις ἀντιστρέφουσα, ἐπὶ δὲ τούτων τὴν μὲν καθόλου ἀποφατικὴν ἐνδεχομένην οὔ φησιν ἀντιστρέφειν πρὸς ἑαυτήν, ἀλλὰ δῆλον ὅτι πρὸς τὴν ἐπὶ μέρους τοῦτο γὰρ βούλεται), τὴν δὲ ἐπὶ μέρους ἀποφατικὴν ἀντιστρέφειν ἑαυτῇ, ἀνάπαλίν πως ἢ ὡς ἐπ’ ἐκείνων τῶν τρόπων εἶχον. τὴν δὲ αἰτίαν τῆς τοιαύτης ἀντιστροφῆς φησι φανερὰν ποιήσειν, ἐπειδὰν περὶ τῶν ἐξ ἐνδεχομένων προτάσεων γινομένων συλλογισμῶν λέγῃ·

[*](p. 19)

Νῦν δὲ τοσοῦτον ἡμῖν πρὸς τοῖς εἰρημένοις ἔστω δῆλον, ὅτι τὸ ἐνδέχεσθαι μηδενὶ ἢ τινὶ μὴ ὑπάρχειν καταφατικὸν ἔχει τὸ σχῆμα.

Τὸ λεγόμενον ὑπ’ αὐτοῦ νῦν τὸ τὸ ἐνδέχεσθαι, ἐν αἷς ἄν προτάσεσιν ᾖ προσκατηγορούμενον, κατάφασιν ἐκείνην εἶναι, ὥσπερ καὶ ἐν αἷς χωρὶς τοῦ ἐνδέχεσθαι τὸ ‘ἐστί’ κατηγορεῖται, ἀληθές τέ ἐστι καὶ εἴρηται καὶ δέσεικται ἐν τῷ Περὶ ἑρμηνείας. οὐ μὴν αὐτάρκης αἰτία αὕτη τοῦ τὰς ἐνδεχομένας ἀποφατικάς, ἐπεὶ καὶ καταφάσεις εἰσίν, ὁμοίως ἀντιστρέφειν ταῖς ἄλλαις καταφάσεσι, τὴν ἐπὶ μέρους πρὸς ἀμφοτέρας, τήν τε καθόλου καὶ τὴν ἐπὶ μέρους· εἰ γὰρ ἦν αὔταρκες τοῦτο, ἔδει καὶ ἐπὶ τῶν ἀναγκαίων Mr οὕτως ἔχειν· καὶ γὰρ τὸ ἀναγκαῖον ἐν αἷς ἄν ᾖ προτάσεσι προσκατηγορούμενον, καταφάσεις ἐδείχθησαν οὖσαι καὶ αὐταί. ἀλλ’ ὅμως καίτοι οὕτως ἐχουσῶν αὐτῶν ἔδειξε τὰς μὲν καθόλου ἀποφατικὰς ἀναγκαίας ἀντιστρεφούσας αὑταῖς καίτοι καταφάσεις οὔσας· ἡ γὰρ ἀναγκαία ἀποφατικὴ κατάφασις ἀπλῶς οὖσα τὸ ὅλον ἀποφατικὴ ἀναγκαία λέγεται· τῇ δέ γε ἐπὶ μέρους ἀναγκαίᾳ ἀποφατικῇ οὐδεμία ἀντέστρεφεν. οὐχ ὡς αἰτίαν οὖν ταύτην ἀπο- [*](1 οὕτω a 2 τὸν BLM: αὐτὸν a τοῦ om. aM ὡς ἐπὶ τὸ πλεῖστον otn. a 3 θεραπεύεσθαι . . . φλεβοτομίας om. L 5 ἐν συλλογιστικῇ χρείᾳ aBM: συλλογιστικὴ χρεία L ἐπὶ δὴ scripsi: ἐπειδὴ aBM: ἐπὶ δὲ L 7 τε om. aLM γὰρ om. a 8 ἡ om. a 10 ἀντιστρέφει L ὅτι aBM: αὐτὴν L 11 δὲ om. L 12 ἀντιστρέφειν ἑαυτῇ om. aLM πως om. L 13 τῆς δὲ ἀντιστροφῆς τοιαύτης τὴν αἰτίαν L φανεράν φησι aLM 14 γινομένων om. aL λέγει Β 15 ὑμῖν a ἔστω ante πρὸς transponit a et Ar. 18 τὸ (post νῦν) om. LM 19 ἐκείνων a 20 προσκατηγορεῖται a τε om. Β 21 Περὶ ἑρμηνείας] c. 12 β α p. 21a34sq. ante αἰτία add. ἡ LM 23 πρὸς ante τὴν transponit L πρός ἀμφοτέρας βα in ras.) Β; γρ. ἀμφοτέρας . . . τὴν ἐπὶ (cetera pcrieruut) in mg. Β2 τε BL: τῆς a: om. M 25 ᾖ BLM: εἴη a post προτάσεσι add. καὶ L 26 αὐταὶ aM: αὗται BL 28 αὑταῖς B: αὐταῖς LM: αὐτὰς a οὔσας om. L 29 γε om. L 30 αἰτίαν οὖν aBM: αἰτιοῦνται L)

41
διδοὺς τοῦ μὴ ἀντιστρέφειν τὴν καθόλου ἐνδεχομένην ἀποφατικὴν ἔθηκεν αὐτός· καὶ γὰρ ὑπέθετο αὐτὸ ὡς ὕστερον φανερὸν ποιήσων· παραμυθίας δὲ χάριν τοῦ ὡς καταφάσεσιν ἡμᾶς προσέχειν αὐταῖς δεῖν καὶ οὕτως ζητεῖν αὐτῶν τὰς ἀντιστροφάς. ἐπεὶ τήν γε ἀληθῆ αἰτίαν, δι’ ἣν ὡς καταφάσεις αὐτὰς ἀντιστρέφειν δεῖ, ἀποδώσει προελθών· διότι γὰρ ἀντιστρέφει τὸ καθόλου ἐνδεχόμενον ἀποφατικὸν καὶ τὸ καθόλου ἐνδεχόμενον καταφατικὸν ἀλλήλοις καὶ συναληθεύουσι κατὰ τὴν τάξιν τὴν αὐτὴν φυλασσομένων τῶν ὅρων ἐπὶ τοῦ οὕτως λεγομένου ἐνδεχομένου, διὰ τοῦτο αὐτῶν καὶ αἱ ἀντιστροφαὶ ὡς καταφατικῶν γίνονται· ὃ γὰρ ἐνδέχεται μηδενὶ ὑπάρχειν, τοῦτο ἐνδέχεται καὶ παντὶ ὑπάρχειν, καὶ ὃ παντὶ ἐνδέχεται, καὶ μηδενί, ὃ ἐπ’ ἄλλων οὐκ ἔστι προτάσεων ἢ μόνων τῶν οὕτως ἐνδεχομένων. κατὰ τοῦτο οὖν ἰσοδυναμοῦσα ἡ καθόλου ἀποφατικὴ <τῇ> καθόλου <καταφατικῇ> ἄλλως κατάφασις ὁμοίως ἐκείνῃ ἀντιστρέφει, οὐ διότι τὸ ‘ἐνδέχεται᾿ προσκατηγορούμενον ἔχει· εἰ γὰρ ἴσον δυναμένης τῆς ἀποφάσεως τῇ καταφάσει ἀντιστρέφοι ἡ καθόλου ἀποφατική, ἀντιστρέφοι ἂν καὶ ἡ καθόλου καταφατικὴ ἐνδεχομένη πρὸς αὑτήν. τοῦτο δ’ ἐστὶ ψεῦδος· εἰ γὰρ τοὐ Α ἐνδεχομένου τῷ Β μηδενὶ καὶ παντὶ λέγοι τις καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί, τῷ καὶ παντὶ ἐνδέχεσθαι εἴη ἂν ἡ καθόλου καταφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα αὑτῇ, ὅπερ οὐκ ἔστιν ἀληθές· οὐ γὰρ εἰ πάντα ἄνθρωπον ἐνδέχεται περιπατεῖν, ἤδη καὶ πᾶν τὸ περιπατοῦν ἐνδέχεται ἄνθρωπον εἶναι. Ἀριστοτέλης μὲν οὖν διὰ ταῦτα τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην οὔ φησιν ἀντιστρέφειν αὑτῇ· Θεόφραστος δὲ καὶ ταύτην ὁμοίως ταῖς ἄλλαις ἀποφατικαῖς φησιν ἀντιστρέφειν, περὶ ὧν τῆς διαφορᾶς, ὅταν περὶ τῶν ἐνδεχομένων λέγωμεν, ἐπὶ πλέον ἐροῦμεν.