[*](p. 25a 37)Ἐπὶ δὲ τῶν ἐνδεχομένων, ἐπεὶ πολλαχῶς λέγεται τὸ ἐνδέχεσθαι.
Τὴν τοῦ ἐνδεχομένου ὁμωνυμίαν ἔδειξεν ἡμῖν καὶ ἐν τῷ Περὶ ἑρμηνείας· [*](1 et 2 τῶν Β (Ci, corr. Α): τῷ a et Ar. 4 post ὁμοίως add. δὲ Β 5 καθόλου στερητικῆς LM μὲν γὰρ τὸ LM: μέλλει γὰρ τὸ a ἢ BM: εἰ a: om. L 6 ἀνάγκης aB: ἀναγκαίου LM ὑπάρχει (ante ἢ) LM: ὑπάρχειν a post ἡ τινὶ add. ἐνδέχεται L τὸ δὲ aBM: τῷ L ὑπάρχειν a τινὶ om. L τῷ aBM: τὸ L ἁ om. M 7 μηδενὶ . . . οὐδενὶ (9) om. L 8 ἀνάγκης (post τῆς) a ὃ om. a ἐνδέχεσθαι aM 9 ἀνάγκη (post οὐδενὶ) aB: ἐνδέχεται L, B2 superscr.: ἐνδέχεσθαι M δὲ om. aL 10 τῷ p τὸ ἁ L ὑπάρχει aLM ὡς a 11 τῷ β a ὑπάρχῃ a παρείασε] ἆσε superscr. Β 12 τὸ (ante παντὶ) aBM: τῷ L ἔτι BM: ἐστὶν aL 14 δὲ om. a 15 τὴν δεῖξιν ante ἐπὶ τῆς (14) transponit a αὐτῷ BLM: αὐτὸ a αὕτη Β: αὐτῇ a: αὐτό LM 16 ὃ om. LM 17 εἰ om. LM 19 τῷ BLM: τὸ a ἐπὶ τοῦ . . . ἐνδέχεται (20) om. a ἐπὶ τοῦ ὑπάρχον-] literarum loco lacera quaedam Β 20 τὸ LM: τοῦ Β 21 δὲ om. L 22 φασὶν a 23 ἀντιστρέφειν L 25 καὶ . . . ὑπάρχει om. BM 26 ἐπεὶ Β: ἐπειδὴ a et Ar. 28 Περὶ ἑρμηνείας] c. 9 p. 19)
38
καὶ γὰρ κατὰ τοῦ ἀναγκαίου τῷ ἐνδέχεσθαι χρώμεθα, ὅταν εἴπωμεν
[*](13r) τὸ ζῷον ἐνδέχεσθαι κατὰ παντὸς ἀνθρώπου, καὶ κατὰ τοῦ ὑπάρχοντος, ἄν εἴπωμεν τὸ ὑπάρχον τινὶ ἐνδέχεσθαι ὑπάρχειν. ἐδήλωσε δὲ νῦν τὸ ὑπάρχον διὰ τοῦ μὴ ἀναγκαῖον εἰπεῖν, ἐπεὶ ταύτῃ τοῦ ἀναγκαίου διαφέρει τὴν εἰς τὸν παρόντα χρόνον ὕπαρξιν κοινὴν ἔχον πρὸς αὐτό. καὶ σημειωτέον τὴν λέξιν, ὅτι τὸ ὑπάρχον ἐνδεχομένως τῷ ὑπὸ τῆς ὑπαρχούσης προτάσεως σημαινομένῳ ταὐτόν ἐστιν. λέγεται δὲ καὶ κατὰ τοῦ δυνατοῦ τὸ ἐνδεκόμενον, ὃ μετ’ ὀλίγον, τί ποτε σημαίνει, ἐρεῖ λέγων “ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται ἐνδέχεσθαι, καθ’ ὃν τρόπον διορίζομεν τὸ ἐνδεχόμενον’’. ὁμωνύμου δὴ ὄντος τοῦ ἐνδεχομένου καὶ κατὰ τοσούτων κατηγορουμένου τὰς μὲν καταφατικὰς ἐνδεχομένας προτάσεις, καθ’ οὗ τὸ ἐνδέχεσθαι λαμβάνεται, ἄν τε κατὰ τοῦ ἀναγκαίου ἄν τε κατὰ τοῦ ὑπάρχοντος ἄν τε κατὰ τοῦ δυνατοῦ, ὁμοίως φησὶν ἀντιστρέφειν, τῇ μὲν καθόλου καταφατικῇ τὴν ἐπὶ μέρους καταφατικήν, ὁμοίως δὲ καὶ τῇ ἐπὶ μέρους καταφατικῇ καὶ αὐτῇ τὴν ἐπὶ μέρους καταφατικήν. καὶ δείκνυσι τοῦτο τοῖς προειρημένοις καὶ δεδειγμένοις προσχρώμενος· εἰ γὰρ τὸ Α παντὶ τῷ B ἢ τινὶ ἐνδέχεται, καὶ τὸ Β τινὶ τῷ Α ἐνδέχοιτ’ ἄν· εἰ γὰρ μηδενὶ ἐνδέχοιτο, γίνεται καθόλου ἀποφατική, ἥτις ἐδείχθη ἀντιστρέφουσα ἑαυτῇ. εἰ μὲν οὖν τὸ δυνατὸν σημαίνοι τὸ ἐνδέχεσθαι, γίνεται τὸ ἀποφατικὸν λαμβανόμενον καὶ ὑποτιθέμενον καθόλου ἀναγκαῖον· τοιοῦτον γὰρ τὸ ‘οὐκ ἐνδέχεται τινί’, ὃ ἐδείχθη ἀντιστρέφον· εἰ δὲ τὸ ὑπάρχον, ὑπάρχουσα πάλιν γίνεται καθόλου ἀποφατικὴ ἡ ὑποτιθεμένη, ἣ καὶ αὐτὴ ἐδείχθη ἀντιστρέφουσα. καὶ εἰ ἀναγκαῖον δὲ εἴη τὸ σημαινόμενον ὑπὸ τοῦ ἐνδέχεσθαι παντὶ ἢ τινὶ τὸ Α τῷ Β, ἐδείχθη καὶ ἐπὶ τούτου, ὅτι τὸ ἀντικείμενον αὐτῷ ἀποφατικὸν καθόλου ἐνδεχόμενον οὕτως ἕξει, ὥς ποτε αὐτῷ μηδενὶ ὑπάρχειν· οὕτως γὰρ ἀληθὲς τὸ ἐνδεχόμενον· κεῖται δὲ ἡ ὑπάρχουσα ἀποφατικὴ ἀντιστρέφουσα· οὕτως γὰρ τὴν δεῖξιν ἐποιήσατο ἐπὶ τῆς ἀναγκαίας τῆς τε καθόλου καταφατικῆς καὶ τῆς ἐπὶ μέρους. ἐπὶ μὲν οὖν τῶν καταφατικῶν πασῶν ὁμοίως φησὶν ἕξειν τὰς ἀντιστροφάς· ἐπὶ δὲ τῶν ἀποφατικῶν οὐκέτι· ἀλλ’ ὅσα μὲν ἀναγκαίως μὴ ὑπάρχοντα ὑπὸ τοῦ ἐνδέχεσθαι σημαίνεται, ἢ ὅσα μὴ ἐξ ἀνάγκης ὑπάρχοντα τὴν γὰρ ὑπάρχουσαν ἀποφατικὴν ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ τῷ μὴ ἐξ ἀνάγκης ὑπάρχειν), τὰ μὲν τούτων σημαντικὰ ἐνδεχόμενα ὁμοίως ἀντιστρέφει εἰκότως· οὐδὲν γὰρ ἄλλο ἢ ὀνόματος ὑπαλλαγὴ γέγονεν ὑπ’ αὐτῶν, τὰ δὲ σημαινόμενα ταὐτά ἐστι τοῖς φθάνουσι δεδεῖχθαι. ἐπὶ δὲ τῶν οὕτως λεγομένων
[*](1 ante ὅταν add. ὡς a 3 ἐνδέχεται a 5 ἐγὼν a 9 cf. p. 39, 16 τῷ aBM: τὸ L ἐνδέχεσθαι λέγεται a 10 ὁρίζομεν a δὴ BM: δὲ aL 12 καθ’ οὗ aBM: καθόλου L 14 ἀντιστρέφει a 15 καὶ (post δὲ) ora. LM 17 καὶ om. L 19 αὑτῇ L σημαίνοιτο τῷ a 20 ante λαμβανόμενον add. τὸ a τοιοὐτο a .22 ὑπάρχει LM ἡ om. aLM 23 καὶ om. LM 25 καθόλου ἀποφατικὸν a 26 μηδὲν L ὑπάρχει a 27 γὰρ om. a 30 μὴ ἀναγκαίως a 31 μὴ om. a 32 τῷ BLM: τοῦ a 33 post μὲν add. οὖν a ἐνδεχόμενα om. M ἀντιστρέφειν a 34 γέγονεν ὑπαλλαγὴ a ὑπ’ BLM: παρ’ a δὲ om. L 35 ἐπὶ δὲ BM: ἐπὶ L: ἐπειδὴ a: ἐπὶ δὴ conicio ὕτως aBM: ὄντως L) 39
ἐνδεχομένων τῇ μὲν καθόλου ἀποφατικῇ ἡ καθό|λου ἀποφατικὴ ἀντιστρέφει, τῇ δὲ ἐπὶ μέρους οὐδεμία. τῶν δὲ παραδειγμάτων τὸ μὲν τὸν ἄνθρωπον ἐνδέχεσθαι μὴ εἶναι ἵππον τῆς ἀναγκαίας ἀποφατικῆς ἐστι σημαντικόν, τὸ δὲ τὸ λευκὸν ἐνδέχεσθαι μηδενὶ ἱματίῳ ὑπάρχειν τῆς ὑπαρχούσης, καὶ αἱ ἀντιστροφαὶ αὐτῶν, ἃς παρέθετο, σαφεῖς. τὸ δὲ εἰ γὰρ τινὶ ἀνάγκη, καὶ τὸ λευκὸν ἱματίῳ τινὶ ἔσται ἐξ ἀνάγκης εἶπεν, ἐπεὶ ἔδει μὲν τῇ ἐνδεχομένῃ καθόλου ἀποφατικῇ τὴν ἐπὶ μέρους καταφατικὴν ἀναγκαίαν ἀντιθεῖναι, ἦν δὲ ἡ ὑπάρχουσα κατὰ τὴν λέξιν ἐνδεχομένη κειμένη· καὶ ἡ ἀντικειμένη δὴ αὐτῇ κατὰ τὴν λέξιν ἀναγκαῖον ἕξει, τὸ μέντοι σημαινόμενον ὑπ’ αὐτῆς ἐπὶ μέρους καταφατικὸν ὑπάρχον ἔσται· τοῦτο γὰρ ἀντίκειται τῷ καθόλου ἀποφατικῷ ὑπάρχοντι. κἂν τὸ κυρίως δὲ ἀναγκαῖον ἐπὶ μέρους καταφατικὸν ληφθῇ, δέδεικται καὶ αὐτὸ ἀντιστρέφον. ὁμοίως δέ, φησί, καὶ ἐπὶ τῆς ἐν μέρει ἀποφατικῆς, δῆλον ὅτι ἕξει· οὐδεμία γὰρ ἀντιστρέφει τῇ ἐπὶ μέρους ἐνδεχομένῃ ἀποφατικῇ, ὅταν ἢ τὸ ἀναγκαῖον ἢ τὸ ὑπάρχον σημαίνῃ.