De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Λέγωμεν τοίνυν, ὅτι τῶν πυρετῶν ἅπαντες, καὶ οἱ ἐφήμεροι, καὶ οἱ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένις, προέτι δὲ καὶ οἱ ἑπτικοί, τοῖς προκαταρκτικοῖς αἰτίοις ἀποτελοῦνται καὶ γίγνονται, κἂν οἱ μὲν ἀμέσως, οἱ δ᾽ ἐμμέσως, καὶ μᾶλλόν τε καὶ ἧττον, ὡς δειχθήσεται, γίγνωνται

Ἐφήμεροι μὲν γὰρ ἀμέσως μᾶλλον ὑπὸ τῶν προκαταρχόντων γίγνονται, ὡς ἐπὶ πολὺ μὲν οἷον προηγυμένου μόνου ἐπεχόντων τόπον, ὅθ᾽ ὑπὸ ἡλιοκαΐας ἢ κινήσεως ἢ θυμοῦ ἢ ἄλλου του τῶν τοιούτων, πρώτως τὸ ἐν ἡμῖν ἀναφθὲν πνεῦμα διὰ μέσης καρδίας κατὰ τὸ συνεχὲς παντὶ μορίῳ τοῦ σώματος τὴν παρὰ φύσιν ἐκείνην διαδώσει θέρμην.

Ἔστι γὰρ πρῶτον ἡ ἡλιοκαΐα ἢ κίνησις προηγουμένου τόπον ἐπέχουσα, εἶτα τὸ ἀναφθὲν πνεῦμα τὸ συνεζευγμένον αἴτιον τοῦ ἐφημέρου, καὶ τρίτον αὐτὸς ὁ ἐφήμερος πυρετὸς τὸ ἀποτέλεσμα τῶν αἰτίων· ἔστι δὲ ὅτε, μεταξὺ τῶν προκαταρχόντων αἰτίων καὶ τοῦ συνεζευγμένου,

προηγουμένου παρεμπίπτοντος αἰτίου, ὅταν τὸ μὲν περιέχον ψυχρὸν τὸ δέρμα πυκνώσῃ, ἡ δὲ τοῦ δέρματος πύκνωσις τὸ πνεῦμα ἀνάψῃ, μὴ ἑλκομένης εἴσω τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν ἀερώδους οὐσίας· διαπνεῖται γὰρ ὅσαι ὧραι τὰ τῶν ζῴων σώματα, τῶν μὲν ἀτμωδῶν καὶ λιγνυωδῶν περιπτωμάτων εἐς τὰ ἐκτὸς ἀπὸχεομένων, ἀντεισερχομένης δὲ τῆς ἀερώδους οὐσίας καὶ τὸ ἔμφυτον ῥιπιζούσης θερμόν. Πυκνωθέντος δὲ τῇ τοῦ περιέχοντος ψύξει καὶ τοῖς ἄλλοις, ὅσα πυκνοῦν εἴωθε, τοῦ δέρματος, ἀνάγκη τὸ πνεῦμα ἀνάπτεσθαι κατὰ τὸν λόγον, ὃν εἴπομεν, κἀντεῦθεν τὸν ἐφήμερον γίνεσθαι πυρετόν.

Ἔσται γὰρ οὕτω πρῶτον μὲν αἴτιον ἣ τοῦ ὕδατος ἢ τοῦ ἀέρος ψυχρότης προκαταρκτικὸν οὖσα αἴτιον, εἵθ᾽ ἡ τοῦ δέρματος πύκνωσις προηγούμενον αἴτιον, τρίτον δὲ τὸ ἀναφθέντα πνεῦμα τῆς ἐφημέρου διαθέσεως αἴτιον, καὶ τέταρτον αὐτὸς ὁ ἐφήμερος πυρετὸς τὸ ἀποτέλεσμα τοῦ αἰτίων.

Διαφέρει δὲ οὐθέν, εἴτε, τῆς στεγνώσεως καὶ πυκνώσεως φαύλης οὔσης καὶ ῥᾷστα διαλυθείσης, ὁ ἐφήμρς γένοιτο μόνος καὶ ἀπογένοιτο πυρετός, μηδεμιᾶς ἑτέρας ἐπιγενομένης ἐν τῷ σώματι διαθέσεως· εἴτε, καὶ μὴ διαλυθείσης, ἢ πρώτως ἢ καὶ μετὰ τὸ πνεῦμα οἱ ἐν ἡμῖν ἀναφθῶσι χυμοὶ ἢ καὶ τὰ μόρια, καὶ τοὺς σηπεδονώδεις ἢ καὶ ἑκτικοὺς ἀποτελέσωσι πυρετούς· οὐδὲν γὰρ τοῦτο πρὸς τὸν λόγον, ὃς τὸν ἐφήμερον ἐκ τοῦ περιέχοντος ἔστιν ὅτε διὰ μέσης τῆς τοῦ δέρματος στεγνώσεως ἢ πυκνώσεως λέγει γίγνεσθαι.

Οἱ δ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις γίγνονται μὲν καὶ αὐτοὶ ὑπὸ τῶν προκαταρκτικῶν αἰτίων ἀεί, οὐ μὲν ὡς προηγουμένων αἰτίων τῶν πρκαταρχόντων ποτέ, καθάπερ ἐπί τινων ἐφημέρων, ἀλλὰ διά τινος ἤ τινων τῶν αἰτίων τῶν προηγουμένων τε καὶ συνεζευγμένων· γίνονται γὰρ ὑπὸ προσεχῶν καὶ συνεζευγμένων αἰτίων ἀεί, τῶν χυμῶν καὶ τῶν ἐν αὐτοῖς σήψεων, οὐδέποτε δὲ ὡς ὑπὸ προηγουμένων τῶν προκαταρκτικῶν.

Καὶ τούτῳ διαφέρουσιν οἱ ἐφήμεροι τῶν ἐπὶ χυμοῖς πυρετῶν, ὅσον ἐν τοῖς αἰτίοις, τῷ τοὺς μὲν καὶ ὑπὸ τῶν προκαταρχόντων αἰτίων, ὡς προηγουμένων, γίγνεσθαι τοὺς ἐφημέρους· τοὺς δὲ ὑπὸ τῶν αὐτῶν μὲν ἀεί, οὐδέποτε δὲ

ὡς προηγουμένων, ἀλλὰ διὰ μέσων τινὸς ἤ τινων τῶν προηγουμένων αἰτίων, τοὺς ἐπὶ χυμοῖς