De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Παράδειγμα τοῦ δευτέρου ἐπὶ μὲν τῶν ἐφημέρων, ὅθ᾽ ἡ τοῦ περιέχοντος οὑτινοσοῦν ψύξις πυκνώσει μὲν τὸ δέρμα, διὰ δὲ τῆς τούτου πυκνώσες τὸ πνεῦμα ἀνάψει, καὶ διὰ τῆς τούτου πάλιν ἀνάψεως τὴν ἐφήμερον διατελέσει διάθεσιν· ἐπὶ δὲ τῶν ἐπὶ χυμοῖς πυρετῶν, οἰκεῖον μὲν καὶ τὸ ἐπὶ τοῦ ἐφημέρου ῥηθὲν προσεχῶς, εἰ διὰ τῆς τοῦ δέρματος πυκνώσεως καὶ τῆς τοῦ χυμοῦ ἀνάψεως ἡ τοῦ περιέχοντος ψύξις τῶν τοιούτων τινὰ πυρετῶν ἀποτελέσει, οἰκεῖα δὲ καὶ ἐν οἷς οὐχ ἓν μόνον, ἀλλὰ καὶ πλείω τῶν προηγουμένων λάβοις ἂν αἰτίων. Ἐν γὰρ τοῖς τοιούτοις τῶν πυρετῶν ὡς ἐπὶ τὸ πολὺ πολλὰ τῶν τοιούτων ἐμπίπτει προηγούμενα αἴτια

Εἰσὶ δὲ οἱ τῶν ἰατρῶν προκατάρχουσαν μὲν καὶ προκαταρκτικὴν αἰτίαν φασὶ τοῦ νοσήματος τὴν διὰ μέσων ἄλλων προηγουμένων αἰτίων ἀποτελέσασαν τὸ νόσημα, τὴν δὲ διὰ μέσης τῆς συνεζευγμένης μόνης, κἂν ἐσωτερική τις ᾖ, κἂν ἔξωθεν πρός τῳ πίπτει σώματι, προηγουμένην, ἀλλ᾽ οὐ προκαταρκτικὴν αἰτίαν εἶναί φασιν, ὥσπερ καὶ τὴν ἀμέσως ἠντιναοῦν ἀποτελοῦσαν τὸ νόσημα συνεζευγμένην ἀεί, διαφέρουσαν δ᾽ ὅμως τῆς κυρίως προηγουμένης τε καὶ συνεζευγμένης τῷ τὰς μὲν ἐν τῷ σώματι εἶναι, τὴν δ᾽ ἔξωθεν προσπίπτειν τῷ σώματι.

Καλῶς δ᾽ ἂν καὶ ἀμφότεροι γέγονεν, εἴπερ οἱ μὲν τὴν τῶν αἰτίων φύσιν πρὸς ἄλληλα, οἱ δὲ τὴν τῶν αὐτῶν πρὸς τὸ νόσημα σχέσιν τε καὶ ἀπόστασιν θεωροῦντες, διῄρουν τὰ αἴτια.

Τοσαῦτα μὲν οὖν καὶ τοιαῦτα τὰ αἴτια, προκαταρκτικά τε ὄντα καὶ προηγούμενα καὶ συνεζευγμένα, καθάπερ εἴπομεν. Σὺ δέ μοι νόει, καὶ ὅτι τούτων πάλιν τὰ μὲν καθ᾽ αὑτό, τὰ δὲ κατὰ συμβεβηκός ἐστιν αἴτια τῶν ὧν ἐστιν αἴτια· καθ᾽ αὑτὸ μέν, ὅσα τὴν ποιητικὴν ἐν ἑαυτοῖς ἔχοντα δύναμιν, ἢ δυνάμει, ἢ ἐνεργείᾳ, κατ᾽ ἐκείνην ἀεὶ καθ᾽ αὑτὸ τὴν αὐτὴν ἀποτελεῖ διάθεσιν ἐν τῷ σώματι· οἷον, εἰ βούλει, τὸ πέπερι καὶ τὸ ὄπιον, τὸ μὲν ἀεὶ θερμαῖνον καθ᾽ ἣν ἔχει δυνάμει θερμότητα, τὸ δὲ ψυχραῖνον τῇ ἣν καὶ δυνάμει καὶ ἐνεργείᾳ κέκτηται ψύξει· κατὰ συμβεβηκὸς δέ, ὅσα μὴ καθ᾽ ἣν ἔχει δύναμιν, ὅπως ἂν ἔχοι, ἀλλὰ κατ᾽ ἄλλο τι τῶν ἐπισυμβαινόντων ταῖς ἐνεργείαις, τὰς διαθέσεις ἐργάζονται ὥσπερ τὸ ψυχρὸν ὕδωρ θερμαίνει μὲν τὸ σῶμα, ἀλλ᾽ οὐ καθ᾽ αὑτό· οὐδὲ γὰρ ψυχρότητος καθ᾽ αὑτὸ τὸ θερμαίνειν, ἀλλὰ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς δέ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς καταπκνῶσαν τοῦ σώματος, ὡς πρὸς τρόπου ψυχρῷ, δι᾽ ὧν διαπνεῖται τὸ σῶμα, καὶ διαφορεῖται τὸ ἐν ἡμῖν ἐμφωλεῦον θερμόν, ἐκώλυσε τὴν τοῦ θερμοῦ πρὸς τὰ ἔξω πτῆσίν τε καὶ φοράν, κἀντεῦθεν τὸ σῶμα θερμότερον ἀπετέλεσεν ἑαυτοῦ.

Ὁμοίως δὲ καὶ τὸ θερμὸν ὕδωρ ψύχει μέν, ἀλλ᾽ οὐ καθ᾽ αὑτό· ἐπεὶ καὶ οὐ θερμότητος καθ᾽ αὑτὸ τὸ ψυχραίνειν, ἀλλὰ κατὰ συμβεβηκὸς δέ, ὅτι τοὺς πόρους καὶ τὰς ὁδοὺς ἀραιῶσαν τοῦ σώματος, ὡς πρὸς τρόπου θερμῷ, δι᾽ ὧν τὸ ἐν ἡμῖν

ἔμφυτον διαφορεῖται καὶ διαπνεῖται θερμόν, ῥᾳδίαν τὴν ἐκείνου πρὸς τὰ ἔξω φορὰν εἰργάσατο, κἀντεῦθεν τὸ σῶμα τῇ τοῦ θερμοῦ διαφορήσει ψυχρότερον ἑαυτοῦ

Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οὐ μόνον ταῦτα τὰ ῥηθέντα αἴτια τῶν νοσημάτων γίνεται αἴτια, ἀλλὰ καὶ αὐτὰ τὰ νοσήματα νοσημάτων ἑτέρων ἐστιν ὅτε γένοιτ’ ἂν αἴτια. Ἐκ γὰρ τοῦ ἐφημέρου, ὥσπερ τινὸς αἰτίου, πυρετὸς ἔστιν ὅτε γίγνεται καὶ σηπεδονώδης ἀμέσως καὶ ἑκτικός, καὶ ἐκ σηπεδονώδους αὖ πάλιν ὡς ἐπὶ τὸ πλεῖστον ὁ ἑκτικός. Εἰ δ᾽ ἐξ ἑκτικοῦ κατὰ τὸ ἀνάπαλιν δυνατὸν γενέσθαι ποτὲ σηπεδονώδη τε καὶ ἐφήμερον, καὶ ἐκ σηπεδονώδους πάλιν ἐφήμερον, ἴσως ἐν τοῖς ἑξῆς θεωρήσομεν.

Τοσαῦτα μὲν οὖν ἐν τῷ παρόντι περὶ τῶν αἰτίων ἐν γένει τε καὶ καθόλου. Ἑξῆς δὲ περὶ τῶν αἰτίων εἰπεῖν ἀνάγκη, δι᾽ ὧν οἱ πυρετοὶ γίγνονται· ἀγνοουμένων γὰρ τῶν αἰτίων, ἐξ ὧν οἱ πυρετοὶ γένοιντ᾽ ἄν, οὔτ᾽ ἀκριβῶς ἂν εἰδείη τις, τίς πότ᾽ ἐστιν ὁ πρὸ ὀφθαλμῶν πυρετός, οὔτε τὰ συνοίσοντα φάρμακα· ποιητικὰ δὲ ταῦτα ὑγείας, καὶ φθαρτικὰ πυρετοῦ καὶ τῶν αἰτίων ἐκείνου οὔθ’ εὑρεῖν οὔτ᾽ εἰσηγήσασθαι τέχνῃ τινὶ καὶ μεθόδῳ δυνήσαιτ᾽ ἄν, ὃς δὴ τῆς θεραπευτικῆς μεθόδου σκοπός ἐστιν ἐξοχώτατός τε καὶ