De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Τῶν οὖν αἰτίων εἴθ᾽ ὑγιεινά, εἴτε νοσώδη, εἴτε οὐδέτερα, εἴτ᾽ αὖ πάλιν ποιητικά, εἴτε φυλακτικά, εἴτε προφυλακτικά, τὰ μὲν προκατάρχοντά τε καὶ προκαταρκτικά, τὰ δὲ προηγούμενα, τὰ δὲ συνεζευγμένα πρὸς ἰατρῶν κέκληται.

Καὶ προκαταρκτικὰ μέν ἐστι τὰ παρὰ τὴν οὐσίαν ὄντα τοῦ σώματος, ἔξωθέν τε προσπίπτοντα καὶ ἀλλοιοῦντα τὸ σῶμα μεγάλως καὶ μεταβάλλοντα, ὧν τὰ μὲν ἐξ ἀνάγκης ἀλλοιοῖ τὸ σῶμα καὶ μεταβάλλει, οἷς ἀδύνατον αὐτῷ μὴ πλησιάζειν, τὰ δὲ οὐκ ἐξ ἀνάγκης· ἐξ ἀνάγκης μὲν ταῦτα, ἔξ ὄντα τῷ γένει· ἓν μὲν ἀὴρ καὶ ἅπαν τὸ ὁπωσοῦν περιέχον, ἕτερον δὲ ἠρεμία καὶ κίνησις ὅλου τε τοῦ σώματος καὶ κατὰ μόρια, τρίτον ὕπνος καὶ ἐργήγορις, τέταρτον τροφαὶ καὶ πόσεις καὶ ὅλως τὰ προσφερόμενα, πέμπτον τὰ ἐκκρινόμενα καὶ ἐπεχόμενα καὶ ἁπλῶς πλησμονή τε καὶ κένωσις, ἕκτον τὰ τῆς ψυχῆς πάθη, οἷον θυμός, χαρά, λύπη καὶ ὅσα τοιαῦτα.

Καὶ ταῦτα γὰρ παρὰ τὴν οὐσίαν τοῦ σώματος, ὅτι καὶ ἕτερόν τι ψυχὴ τοῦ σώματος. Τὰ δὲ μὴ ἐξ ἀνάγκης, ὅσα τε ἀπὸ τύχης καὶ αὐτομάτου, καὶ ὅσα κατὰ προαίρεσιν, οἷον ξίφος ἢ θηρίον ἢ λίθος ἢ κώνειον ἢ κρημνὸς καὶ τἄλλα τῶν τοιούτων, οἷς ἐξ ἀνάγκης ἐντυχεῖν οὐκ ἔστιν, ἀλλὰ τύχῃ τε καὶ τῷ αὐτομάτῳ καὶ τῇ προαιρέσει πολλάκις ἐπέρχεταί τε καὶ οὐκ ἐπέρχεται.

Ἄφυκτά γε μὴν καὶ τὰ ἐξ ἀνάγκης, καὶ ἀεὶ τούτοις ἐντυγχάνειν ἀνάγκη, εἴ γε ζῆν μέλλει τὸ σῶμα. Δεῖ γὰρ τὸν ἄνθρωπον, εἴ γε ζῆν μέλλει, καὶ ἐν ἀέρι τὰς διατριβὰς ὅσαι ὧραι ποιεῖσθαι, καὶ κινεῖσθαι παρὰ μέρος, καὶ ἠρεμεῖν ἢ καθ᾽ ὅλον ἢ κατὰ μόρια, καὶ καθεύδειν ὁμοίως, καὶ ἐγρηγορέναι, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ πληροῦσθαι, καὶ κενοῦσθαι, καὶ χαίρειν ἢ λυπεῖσθαι, καὶ ὀργίζεσθαι ἢ φοβεῖσθαι, καὶ τἄλλα πάσχειν, ὅσα παθήματα τῆς ψυχῆς.