De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἰστέον δέ, ὅτι τὸ παρ᾽ ἰατροῖς αἴτιον τριχῶς διαιρεῖται, εἴς τε τὸ ποιητικὸν καὶ τὸ φυλακτικὸν καὶ τὸ προφυλακτικόν. Καὶ τὸ ποιητικὸν μὲν ταῖς τρισὶν ἁρμόζει διαθέσεσιν, ἤ τοι ὑγείᾳ καὶ νόσῳ καὶ τῇ οὐδετέρᾳ διαθέσει τὸ δὲ φυλακτικὸν ταῖς δυσίν, ὑγείᾳ καὶ νόσῳ· τὸ δὲ προφυλακτικὸν μόνῃ τῇ οὐδετέρᾳ.

Διαφέρει δὲ τῷ τὰ μὲν κατὰ βραχὺ τὰς ἐπανορθώσεις ποιεῖσθαι, πρὶν ἀθρόον ἀπαντῆσαι τὸ βλάβος, τὸ δὲ καὶ τοῦ βλάβους, πλὴν ἀναισθήτως πως, ἀναντήσαντος. Τὰ γὰρ φυλακτικὰ οὐ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ καὶ τῆς νόσου, τὸ εἶναι ἐχούσης ἐν τῷ ἰδίῳ αἰτίῳ, ὃ δὴ τὸ σῶμά πως διατίθησιν. ἀλλὰ φυλακτικὰ τῆς παρούσης ὑγείας καὶ τοῦ ὑγιεινοῦ σώματος, ἐν ὧ οὐδαμῆ οὐδαμῶς οὔθ᾽ ἁπλῶς, οὔτε περὶ τῆς νόσου οὐδέν.

Ταῦτ᾽ ἄρα, τὰ μὲν φυλακτικὰ τῆς ὑγείας καὶ τῆς παρούσης κατασκευῆς, τὰ δὲ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ καὶ τῆς νόσου πρὸς τῶν ἰατρῶν ὀνομάζεται.

Ἐκ δὲ τούτων ἁπάντων

φανερὸν γέγονεν, ὡς τὸ παρ᾽ ἰατροῖς αἴτιον τὸ πρῶτον ὄν ἐστιν, ἀφ’ οὗ γίγνεταί τις ἐν τῷ ἀνθρωποίῳ σώματι διάθεσις ἢ διαμονὴ διαθέσεως· ἑξῆς δ᾽ ἄν εἴη λέγειν ὁπόσα καὶ οἷα παρ’ αὐτοῖς πάλιν τὰ