De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἐκ δὲ τούτων φανερόν, ὅτι τῶν πυρετῶν οἱ μέν εἰσι γιγνόμενοι, οἱ δὲ γεγονότες, ὥσπερ καὶ τῶν νόσων αἱ μέν εἰσι γεγονυῖαι, αἱ δὲ γιγνόμεναι, ὧν τὸ μὲν γέγονε, τὸ δὲ γενήσεται· καὶ οὔπω λέγω, ὅτι καὶ οὔπω ὄντες τινές εἰσιν, ἐσόμενοι δέ, ἐκ τῆς κατὰ τὸ σῶμα διαθέσεως. Ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις, ῥηθήσεται δ᾽ ἴσως σὴν χάριν καὶ μετρίως ἐν τοῖς ἑξῆς.

Οὕτω μὲν οὖν καὶ περὶ τούτου διώρισται. Καιρὸς δ᾽ ἂν εἴη λοιπὸν ἐπὶ τὰ ἑξῆς τρέψαι τὸν λόγον. Καὶ πρῶτον μὲν περὶ τῶν ἐν ἡμῖν ῥητέον· ὑγρὰ δὲ ταῦτα καὶ πνεύματα καὶ στερεά· ἐπειδήπερ ἀνωτέω τούτων ἐμνήσθημεν· ἔπειτα καὶ περὶ αἰτίων ἐν γένει, καθ᾽ εἱρμόν τινα τοῦ λόγου

Τριῶν τοίνυν ἐν ἡμῖν ὄντων, στερεῶν, ὑγρῶν καὶ τῆς ἀερώδους οὐσίας, καὶ τῶν μὲν μορίων τοῦ ἡμετέρου σώματος ὄντων τῶν στερεῶν, τῶν δὲ χυμῶν τῶν ὑγρῶν, τοῦ δὲ φυσικοῦ πνεύματος τῆς ἀερώδους οὐσίας, συμβαίνει τὴν παρὰ φύσιν θερμότητα ἄλλοτε μὲν ἐξ ἄλλου τῶν εἰρημένων ἄρχεσθαι, ἐπινέμεσθαι δὲ καὶ συνδιατιθέναι τῷ πεπονθότι τὰ λοιπὰ δύο γένῆ, εἰ μὴ φθάσειε λυθῆναι πρότερον καὶ διαφορηθῆναι· κἀντεῦθεν τρεῖς ἡμῖν καὶ παρὰ τὴν ὕλην διαφοραὶ τῶν πυρετῶν ἀναφαίνονται.

Μία μέν, καθ᾽ ἣν ἡ ἀερώδης μὲν οὐσία μόνη τθέρμασται ἱκανῶς, τὰ δὲ ὑγρὰ καὶ τὰ στερεὰ θερμαίνεται

μὲν καὶ αὐτὰ ἔτι, τεθέρμασται δὲ οὐδέπω· διαφέρει γὰρ οἱ μικρῶς τὸ θερμαίνεσθαι τοῦ τεθερμάσθαι· τὸ μὲν γὰρ γίγνεται, δυνάμει τέ ἐστι ξυμπεφυρμένον ἀεὶ καὶ οὔπω ἐντελεχείᾳ τὸ εἶναι ἔχει, τὸ δὲ γέγονε μὲν ἤδη, καὶ οὔτε δυνάμει ξυμπέφυρται, καὶ ἐνεργείᾳ ἐστίν· ἄλλη δέ, καθ᾽ ἣν τῶν ὑγρῶν μὲν ἡ οὐσία τεθέρμασται, τεθέρμασται δὲ οὔπω οὔθ᾽ ἡ ἀερώδης οὐσία, οὔτε τὰ στερεά· θερμαίνεταί γε μὴν ἔτι καὶ οὔπω τεθέρμασται· τρίτη δὲ καὶ ἐσχάτη, καθ᾽ ἣν τεθέρμασται μὲν ἤδη τὰ στερεά, τὰ δ᾽ ἄλλα θερμαίνεται μέν, οὐ τεθέρμασται δέ.