De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἐπιστάσεως δὲ ἄξιον, ὅτι ὁ πυρετὸς οὐκ ἔστιν οὐδενὸς ἢ μόνων τῶν σώματος, ἃ καὶ κυρίως ἔστι τε καὶ λέγεται ἔμψυχα· οὔτε γὰρ τὸ ἐν ἡμῖν πνεῦμα κυρίως, οὔθ᾽ οἱ χυμοί, μόνα δὲ πυρέττει τὰ τοῦ σώματος μόρια, ἅπερ καὶ ὄργανα τῶν παρ’ ἡμῖν εἰσιν ἐνεργειῶν, εἰκότως.

Ὡς γὰρ ἡ ὑγεία, διάθεσις φυσική τις οὖσα τοῦ ἀνθρωπίνου σώματος, δι’ ἧς τελείως ὁ ἄνθρωπος τὰς ἑαυτοῦ προσηκούσας ἐνεργείας ἀποτελεῖ, ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· χυμοὶ δὲ καὶ πνεύματα ποιητικὰ ταύτης αἴτια, τὰ μὲν ὡς ὄργανον καθόλου καὶ γενικὸν τῆς ψυχῆς, οἱ δὲ ὡς ὕλη τῶν μορίων, ἐξ ὧν αὔξεταί τε καὶ τρέφεται· οὕτω καὶ ἡ νόσος, ἧς εἶδος ὁ πυρετός, διάθεσις παρὰ φύσιν τοῦ ἀνθρωπίνου σώματος, ὑφ᾽ ἧς ἐν ταῖς ἐνεργείαις καθ᾽ αὑτὸ καὶ πρώτος αἰσθητὴ γίγνεται βλάβη, ἐν τοῖς αὐτοῖς ἔσται μορίοις τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· τὰ γὰρ ἐναντία ἐν τῷ αὐτῷ πέφυκε γίγνεσθαι.

Πνεῦμα δὲ καὶ χυμοὶ ποιητικὰ μᾶλλον, ἀλλ᾽ οὐχ ὑλικὰ νόσου καὶ πυρετῶν αἴτια. ἄλλως τε νόσον καὶ ὑγείαν, πάθη τῶν τοῦ ἐμψύχου,

ᾗ ἔμψυχα, ὄντα, δεῖ ὡς ἐν ὑποκειμένοις εἶναι τοῖς ἐμψύχοις μόνα δὲ τῶν ἐν ἡμῖν ὄντων τὰ μόρια ἔμψυχα· πνεύματα γὰρ καὶ χυμοὶ ἄψυχα, μήτε τρεφόμενα, μήτ᾽ ἄλλην τινὰ φυσικὴν ἐνεργείαν ἔχοντα· ὥστε πᾶς πυρετός, εἴτ᾽ ἐφήμερος, εἴτ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενος σηπομένοις, εἴτε καὶ ἐπτικὸς ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, κἂν οἱ μὲν γίγνωνται ἔτι καὶ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχωσιν, ὁ δ᾽ ἑκτικός, γεγονὼς ἤδη, οὐκέτι γίγνεται, οὐδ᾽ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχει.

Ταῦτ᾽ ἄρα καὶ πυρέττειν μέν φαμεν τὰ μόρια, καὶ θερμαίνεσθαί τε καὶ τεθερμάσθαι· τὸ γὰρ πυρέττον ἅπαν ἢ θερμαίνεται, ἢ τεθέρμασται· οὐχ ἅπαν δὲ τὸ θερμαινόμενον ἢ καὶ τεθερμασμένον πυρέσσει τοῦτο τὸ μόριον, ὅτῳ χυμὸς ἢ πνεῦμα πυρετῶν αἴτια, αἴτιά γε μὴν ὡς