Physiognomonica (epitome Matritensis)

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1 Foerster, Teubner, 1893

Όνυχες πλατεῖς λευκοὶ ὑπόξανθοι εὐφυεῖς ἄνδρας δηλοῦσιν, οἱ δὲ στενοὶ καὶ προμήκεις καὶ κυρτοὶ ἀναισθήτους [*](Matr. 7. ὠμόφρονες] τούτοις ὁμόφρονες Ma 8. 〈τομιῶν+003E inserui 9. τομῇ] τόλμῃ Ma 10. ante Ὄνυχες titulus περὶ ὀνύχων m. rubr. Ma )

353
Matr. καὶ θηριώδεις, οἱ δὲ σκολιοὶ [ καὶ] σφόδρα ἅρπαγας ἄν- δρας, οἱ δὲ προσφυεῖς τῇ σαρκὶ ἐπὶ πλεῖον ἅρπαγας ἄνδρας καὶ ἀναισθήτους καὶ θηριώδεις. μικροὶ πάνυ ὄνυχες πανουργίας σημεῖον· ὁμοίως δὲ καὶ ὠχροὶ καὶ μέλανες καὶ τραχεῖς. οἱ δὲ στρογγύλοι πάνυ μοιχῶν σημεῖον· ὡς προείρηται μέντοι, [*](Matr. 7. θηριώδεις] θηλυντικούς Ma καὶ delevi 11. μοιχῶν] μυχῶν Ma )
354
Matr. οὐδὲ τῶν ἄλλων τὰ πολλὰ ἀξιόλογα, εἰ [μὴ] μόνον τις καθʼ ἕκαστον ἐφʼ ἑαυτοῦ σκοπήσει, μάλιστα δὲ ὄνυχες.

Οἱ δακύλους ἔχοντες συμφυεῖς ὑώδεις τουτέστι χοι- ρώδεις καὶ μιαροί· οἱ συνεσταλμένους ἔχοντες πανοῦργοι, κακοήθεις, φιλοχρήματοι. μικροὶ δὲ πάνυ ὄντες καὶ λεπτοὶ ἀνοητοτέρους δηλοῦσιν ἄνδρας. δάκτυλοι παχεῖς κολοβοὶ [*](Matr. 7. μὴ delevi τις] τοῖς Ma 8. ἐφʼ] ἀφʼ Ma σκοπήσει] σκοπῶσι Ma ὄνυχες] ὄνυχας Ma 9. ante Οἱ titulus περὶ δακτύλων in marg. m. rubr. Ma 10. μιαροί μωροί Ma )

355
Matr. τολμητικὸν καὶ ἀπρονόητον καὶ θηριώδη ἄνδρα δηλοῦσι, καὶ οἱ πολὺ δὲ μακροὶ καὶ λεπτοὶ ἀνοητοτέρους, χαυνοτέρους, φλυαροτέρους σημαίνουσιν, οἱ δὲ εὐμεγέθεις καὶ εὐειδεῖς δακτύλους ἔχοντες ἄριστοι οὗτοι ἄνδρες.

Πόδες νευρώδεις ἀρθρώδεις γενναῖα ἤθη ἀνδρὸς σημαίνουσι καὶ ἀνδρείαν, ἀπαλοὶ δὲ πόδες καὶ σαρκωδέστεροι τοιαῦτα καὶ τὰ ἤθη παρέχουσι τουτέστιν ἁπαλὰ καὶ ἐν παντὶ [*](Matr. 8. μακροὶ] μικροὶ Ma 11. ante Πόδες titulus περὶ ποδῶν m. rubr. Ma )

356
Matr. συνερχομένους τοὺς τοιούτους σημαίνουσιν ἄνδρας. πόδες κολοβοὶ καὶ παχεῖς θηριώδους ψυχῆς [σημείων] σημαντικοί· οἱ δὲ μακροὶ πάνυ πολυπράγμονος ἢ κακομηχάνου εἰσὶν ἀνδρός, μικροὶ δὲ πόδες καὶ λεπτοὶ πανοῦργον ἄνδρα ση- μαίνουσι τὸν κεκτημένον. πόδες κυρτοὶ ἢ [ οἱ ] κάτωθεν κοῖλοι κακοί· ὁμοίως καὶ οἱ τὰ κάτω ὁμαλὰ ἔχοντες καὶ ὡς τοῖς σφυροῖς βαίνοντες πανούργους δηλοῦσι τοὺς κεκτημένους.

[*](Matr. 8. σημείων uncis inclusi 10. δὲ πόδες] πόδες τὲ Ma 11. οἱ uncis inclusi 12. ὡς scripsi οἱ Ma )
357

Σφυρὰ διηκριβωμένα στερεὰ γενναῖον ἄνδρα ἐπαγγέλλουσι, τὰ δὲ μαλακὰ καὶ λεῖα ἀνανδροτέρου, λεπτὰ δὲ πάνυ δολίου καὶ ἀκολάστου σημεῖα. παχέα δὲ σφυρὰ καὶ πτέρναι τραχεῖαι καὶ πόδες σαρκώδεις καὶ κολοβοὶ δάκτυλοι κνῆμαί τε παχεῖαι ἐξηχοῦντας ποιοῦσιν ὧς ἐπὶ τὸ πλεῖστον ἢ δαιμονίζοντας.

[*](Matr. 7. ante Σφυρὰ titulus περὶ σφυρῶν m. rubr. Ma 8. μαλακὰ] μανά, Ma λεῖα] λίαν Ma ἀνανδροτέρου] ἀνανδρεστέρου Ma )
358

Κνῆνμαι εὐμεγέθεις διηρθρωμέναι στερεαὶ [καὶ] γενναίους ἄνδρας καὶ εὐφυεῖς σημαίνουσιν· ἁπαλαὶ μέν, ἄν- αρθροι δὲ δειλότερον καὶ ἀνανδρότερον εἶναι τὸν ἄνδρα δηλοῦσιν· αἱ λεπταὶ πάνυ 〈 δειλὸν καὶ〉 κακοήθη ἄνδρα δη- λοῦσιν· αἱ δὲ πρὸς τοῦτο νευρώδεις ἀκολασίας πολλῆς μέτοχον δηλοῦσιν. ὅσαι δὲ τῶν κνημῶν πλήρεις εἰσὶν εἰς τὸ μέσον παχεῖς οὖσαι, βδελυροὺς καὶ ἀσώτους καὶ ἀναιδεῖς σημαί- [*](Matr. 8. ante Κνῆμαι titulus περὶ κνημῶν καὶ μηρῶν m. rubr. Ma στερεαὶ] στερεοὺς Ma καὶ uncis inclusi 11. 〈δειλὸν καὶ〉 inserui 12. νευρώδεις] εὐρώδεις Ma 14. βδε- λυροὺς] βδελυροὺς Ma ἀσώτους] ἀνώτους Ma )

359
Matr. νουσιν· ὡς τὸ πολὺ δὲ κνημῶν καὶ πτερνῶν παχύτης δουλοπρεπῆ ἄνδρα καὶ ἀμαθῆ δηλοῖ. ὁμοίως ταῖς κνήμαις καὶ τοῖς μηροῖς λέγε.