Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Σφυρὰ διηκριβωμένα 〈στερεὰ〉 γενναίου ἀνδρός, τὰ δὲ μαλακὰ καὶ λεῖα ἀνανδροτέρου, λεπτὰ δὲ πάνυ δειλοῦ καὶ ἀκολάστου. παχέα δὲ σφυρὰ καὶ πτέρνας παχείας καὶ πόδας σαρκώδεις καὶ κολοβοὺς δακτύλους καὶ κνήμας παχείας ὅσοι φοροῦσιν, ὡς ἐπὶ τὸ πλεῖστον μωραίνουσιν ἢ μεμήνασι.

[*](Adam. 1. ante Σφυρὰ titulus περὶ σφυρῶν in x 〈 στε- ρεά〉 inserui 3. παχέα] παχεῖα M 4. παχείας Sylb. τρα- χείας x 5. κνήμας παχείας] κνήμας πλατ S ἐπὶ τὸ πλεῖστον] ἐπιπλεῖστον V 6. μωραίνουσιν ἢ μεμήνασι scripsi e VS με- μήνασιν ἢ μωραίνουσι M Pa )
358

Κνῆμαι εὖ μεγέθους ἔχουσαι διηρθρωμέναι στε- ρεαὶ γενναίου ἀνδρὸς καὶ εὐφυοῦς, ἁπαλαὶ δὲ καὶ ἄναρθροι δειλοτέρου καὶ ἀνανδροτέρου· αἱ δὲ λεπταὶ πάνυ δειλοῦ καὶ κακοήθους, αἱ δὲ πρὸς τούτῳ νευ- ρώδεις καὶ ἀκολασίας πολλῆς μετέχοντος. ὅσαι δὲ τῶν κνημῶν κατὰ τὸ μέσον πλήρεις εἰσὶν ὡς κύουσαι, βδε- λυροὺς καὶ ἀκολάστους καὶ ἀναιδεῖς δηλοῦσιν· ὡς τὸ [*](Adam. 1. ante Κνῆμαι titulus περὶ κνημῶν καὶ μηρῶν in M V, περὶ κνημῶν S διηρθρωμέναι Schneider ἠρθρωμέναι x 4. τούτῳ scripsi e VS τούτων M τούτοις Pa 6. βδελυ- ροὺς] βδελυροὺς Ma )

359
πολὺ δὲ κνημῶν καὶ πτερνῶν παχύτης δουλοπρεπές, ἀμαθές. ὅμοια δὲ ταῖς κνήμαις καὶ περὶ τῶν μηρῶν λέγε.

Οἱ τὰ γόνατα ἔσω νεύοντες ὥστε συγκρούειν, γυναικεῖοι καὶ θηλυδρίαι. Ισχία παχέα γυναικεῖα, ὁστώδη δὲ ἀνδρεῖα, λεπτὰ [*](Adam. 2. τῶν Pa om. x 4. ante Οἱ titulus περὶ γονάτων καὶ ἰσχίων (ἰσχύων M) in M V, περὶ γονάτων iu S ὥστε Sylb. ὥσπερ x περ ὥστε Η συγκρούειν] cf. Hesych. s. v. γονύκροτοι et Eustath. ad Il. N 281 (Syll. loc. pbvsiogn. 5) 6. Ἰσχία παχέα] ἰσχεῖα παχεῖα M )

360
δὲ ὀλιγόσαρκα ῥικνά, ὥσπερ ἐκτετηκότα, πανούργου πρὸς ἀνδρός. τοιαῦτα γὰρ καὶ τὰ πιθήκων.