Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

καὶ ἐπὶ ἀνθρώπων τοίνυν οὕτω χρὴ διαιρεῖν. τὸ γὰρ διπλοῦν τοῦτο τῆς ἰδέας καὶ ἐν ἀνθρώποις φαίνεται καθʼ ἕκαστα τῶν σημείων. δίκαιοι γὰρ ἀπὸ τῶν αὐτῶν σημείων γινώσκονται, ἀλλʼ οἱ μὲν ἀγριώτερα τὰ ἤθη ἔχουσιν, [*](Adam. 1. [καὶ] uncis inclusi 2. σκληρότερα scripsi cum u σκαιότερα καὶ ξηρότερα deleverim, ut lectionem variam ad σκαιότερα, etsi legit phys. lat. (sicciora) 5. φαίνεται scripsi φύεται ἕκαστα] ἕκαστον Pa 6. δίκαιοι] δίκαια Ro δίκαιοι γὰρ] δίκαιοι γάρ καὶ ἄδικοι Schott 7 γινώσκονται Sylb. et u γίνονται y ἀγριώτερα τὰ ἤθη u et Schneider ἀγριώτερον ταῦτα V )

423
οἱ δὲ ἡμερώτερα· καὶ σώφρονες ὑμοίως καὶ ἀνδρεῖοι. τὸ δὲ διάφορον τῶν σημείων τραχύτητι καὶ λειότητι καὶ τῷ ὑγρῷ τε καὶ ξηρῷ διαιρετέον. οὕτω δὴ καὶ ἐπὶ ἀδικίας καὶ ἀκολασίας ἔχει. καὶ ἐν τούτοις γὰρ τοῖς σημείοις τοῖς αὐτοῖς οὖσι τὸ ἥμερόν τε καὶ ἄγριον προσπεφυκὸς τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιω- [*](Adam. 1. ἡμερώτερα Schneider ἡμερώτερον y ἡμερώ- τεροι u 2. τραχύτητι Sylb., Vulcan., u (τραχυτῆτι Ba) ταχυ- τῆτι y post λειότητι exciderunt verba qualia sunt in Ma 8 et Po 14: καὶ σκληρότητι καὶ μαλακίρᾳ καὶ ἀγωνίᾳ καὶ πραότητι 3. ὑγρῷ Ba, Sylp., Vulcan. ἀγρίῳ y δὴ] δὲ? Schneider 4. καὶ ἀκολασίας ἔχει] ἔχει καὶ ἀκολασίας u 6. ἠπιωτέραν δείκνυσι] ἠπιωτέραν δικαιοσύνην δείκνυσι u et Schneider, qui ἀποδείκνυσι scripsit )
424
τέραν δείκνυσι· καὶ ἐν τοῖς ἀνδρογύνοις οἱ μὲν ἄγριοι, ἕτεροι δὲ τιθασσοί εἰσι, καὶ τούτων αὐτῶν οὐκ ἄλλῳ τῳ τὰ σημεῖα ἀλλʼ ἢ μόνοις οἷς εἴρηκα διαιρεῖται.