De causis et signis diuturnorum morborum libri duo

Aretaeus of Cappadocia

Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.

χρονίων νούσων πόνος μὲν πουλὺς, χρόνος δὲ μακρὸς συντήξιος, καὶ ἀβέβαιος ἡ ἄλθεξις. ἢ γὰρ οὐδʼ ἐξηλάθησαν ἐς τὸ πάμπαν, ἢ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλινδρομέουσι αἱ νοῦσοι. οὔτε γὰρ ἀτρεμέειν οἱ νοσέοντες τολμέουσι ἐς τέλος· ἀτὰρ ἠδὲ ἁμαρτάνουσι ἐν τῇσι μακρῇσι διαίτῃσι, κἢν ἀτρεμέωσι· ἢν δὲ καὶ πόνος ἔῃ ἐπιπόνου ἰήσιος, δίψης, λιμοῦ, φαρμάκων πικρῶν καὶ ὀδυνωδέων, ἢ τομῆς, ἢ καύσιος, ὧνπέρ ἐστι ἐν τῇσι δολιχῇσι νούσοισι χρέος, ὑποδιδρήσκουσι οἱ κάμνοντες, ὡς θανάτου δῆθεν αὐτέου ὀρεγόμενοι . ἔνθα δὴ ἀρετὴ διαείδεται ἀνδρὸς ἰητροῦ, καὶ μακροθυμίης, καὶ ποικιλίης, καὶ χάριτος ἀβλαβοῦς τῶν ἡδέων, καὶ παραιφάσιος· ἀτὰρ καὶ τὸν νοσέοντα χρὴ ἄλκιμον ἔμμεναι, καὶ ξυνίστασθαι τῷ ἰητρῷ κατὰ τοῦ νοσήματος. οὐ γὰρ τοῦ σώματος μοῦνον ἀπρὶξ λαβόμενον ταχὺ ἀνασμύχει τε καὶ δάπτει, ἀλλὰ ἐς πολλὰ καὶ τὴν αἰσθησίην ἐκτρέπει, ἀλλὰ καὶ τὴν ψυχὴν ἐκμαίνει ἀκρασίῃ τοῦ σώματος. τοιήνδε τὴν μανίην καὶ τὴν μελαγχολίην ἴσμεν, περὶ ὧν αὖθις ἐρέω· τανῦν δʼ ἀμφὶ κεφαλαίης φράσω.

p.52

ἢν ἀλγέῃ κεφαλὴ σχεδίως ἐπὶ προσκαίρῳ αἰτίῃ, κἢν ἐπὶ πλεῦνας, κεφαλαλγίη καλέεται. ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα, καὶ περιόδοισι μακρῇσι καὶ πολλῇσι, καὶ προσεπιγίγνηται μέζω τε καὶ πλεῦνα δυσαλθῆ, κεφαλαίην κικλήσκομεν.

ἰδέαι δὲ μυρίαι. τισὶ μὲν γὰρ ἀΐδιος ὁ πόνος καὶ σμικρὸς, ἀλλʼ οὐ διαλείπων· τισὶ δὲ ἐς περίοδον περιπλεῖ, ὅκως τοῖσι πυρεταίνουσι ἀμφημερινὸν παρʼ ἡμέρην· ἄλλοισι δʼ ἀπὸ δύσιος ἐς μεσημβρίην , καὶ τῇδε τέλεον ἀποπαύεται· ἢ ἀπὸ μεσημβρίης ἐς ἐσπέρην· ἢ ἐπίπροσθεν ἐς νύκτα. ἥδε ἡ περίοδος οὐ κάρτα δηθύνει · καὶ τοῖσι μὲν ἡ κεφαλὴ ἀλγέει πᾶσα· καὶ ἥδε ἄλλοτε μὲν ἐπὶ δεξιά· ἄλλοτε δὲ ἐπʼ ἀριστερά· ἢ μέτωπον, ἢ βρέγμα, καὶ ταῦτα ἐν τῇ αὐτῇ ἡμέρῃ Ῥεμβώδεα τρόπον.

τοῖσι δὲ καὶ τὰ δεξιὰ μοῦνον, ἢ τὰ λαιὰ μοῦνον, ἐς ὅσον ὁρίζων κρόταφος, ἢ ὦς, ἢ καὶ ὀφρὺς μία, ἢ ὀφθαλμὸς εἷς, ἢ Ῥὶς μέσφι μέσου ἐς ἶσα τέμνει, ἐπέκεινα δὲ τὸ ἄλγημα οὐ περῇ ἀλλʼ ἐν ἡμίσεϊ μίμνει τῷ τῆς κεφαλῆς χωρίῳ.[*](The changes in the text here introduced by Ermerins, are absolutely demanded by the confused state of matters as they stand in the MSS.) ἑτεροκρανίη τόδε μοῦνον καλέεται· οὐκ εὔηθες κακὸν, κἢν διαλείπῃ, κἢν σμικρὸν ἔμμεναι δοκέῃ· ἢν γὰρ ἐμπέσῃ κοτὲ ὀξέως, αἰσχρὰ καὶ δεινὰ πρήσσει· σπασμὸς καὶ διαστροφὴ τοῦ προσώπου γίγνεται· ὀφθαλμοὶ ἢ ἀτενέες κέρασι ἴκελοι πεπήγασι, ἢ τῇδε κἀκεῖσε σπασμώδε ες ἔνδον εἱλῶνται· σκοτόδινος · ὀφθαλμῶν ὑποβρύχιος πόνος ἄχρι μηνίγγων. ἱδρὼς ἄσχετος, τενόντων ἐξαπίνης ἄλγος,[*](The common reading is ἱδρὼς ἄσχετος τενόντων ἐξαπίνης ἄλογος, which Ermerins alters to ἱδρὼς ἄσχετος· τενόντων πόνος ἐξαπίνης, ἄλογος; but the obvious objection to this emendation is, that it does not account for the omission of πόνος in the common text. On my own authority, I altered the passage as above; but I find that I had been anticipated by Wigan in so far.) ὡσπερεί τινος πατάξαντος

p.53
ξύλῳ· ναυτίη, ἔμετος χολωδέων, κατάπτωσις τοῦ ἀνθρώπου · ἢν δʼ ἐπιτείνῃ κοτὲ τὸ πάθος, ὥνθρωπος ἐτελεύτησε . ἢν δὲ σμικρότερονᾖ, καὶ ἐς ὄλεθρονἀσινὲς, χρονίζει, ὄκνος πουλὺς, καρηβαρίη, ἀπορίη, ζωὴ δύσφορος. καὶ γάρ πως φεύγουσι τὴν αὐγήν· σκότος δὲ πρηο̈́νει τουτέοισι τὴν νοῦσον· οὐ δὲ ἐσιδεῖν τι ἢ ἀκοῦσαι τερπνὸν εὔφοροι · κάκοδμοι τὴν ὄσφρησιν, καὶ οὔτε τι εὐῶδες αὐτέους τέρπει, ἐκτρέπονται δὲ καὶ τὰ κακώδεα · ἄχθονται τῷ βίῳ, θανατῶσι ὥνθρωποι.

αἰτίη δὲ τουτέων ξὺν ξηρότητι ψύξις· ἢν δὲ δηθύνῃ καὶ ἐς μέζον ἕρπῃ ἐπὶ τοῖσι πόνοισι, τὸ πάθος σκότωμα γίγνεται.

ἢν ζόφος τὰς ὄψιας σχῇ, καὶ δῖνος ἀμφὶ τὴν κεφαλὴν ἑλίσσηται, καὶ ὦτα βομβέῃ ὅκως Ῥεόντων καναχηδὸν ποταμῶν, ἢ οἷον ἄνεμος ἱστίοισι ἐγκυβερνῆ, [*](This word can scarcely be the right reading; but it is difficult to find a proper substitute for it. Were I disposed to bold attempts at emendation, I should propose to substitute ἐμβρέμεται in place of it; for, considering how fond our author is of Homeric diction, nothing seems so natural as to suppose that he had in mind the celebrated passage in the Iliad, — — ἀνέμοιο δὲ δεινὸς ἀήτης Ἱστίῳ ἐμβρέμεται (xv. 627). Wigan suggests ἐγκυρκανέῃ or ἐγκυκανέῃ; but these words are at least as objectionable as the one they are intended to supply a substitute for. In the MS. in the British Museum, we read εὐεργέι νηί· and this, perhaps, is the true reading.) ἢ αὐλῶν, ἢ καὶ συρίγγων ἐνοπὴ, ἢ τρισμοῦ ἁμάξης ἰαχὴ, ὀνομάζο μεν σκότωμα τὸ πάθος, κακὸν μὲν, κἢν σύμπτωμα κεφαλῆς, κακὸν δὲ, κἢν ἐκ διαδέξιος κεφαλαίης, ἢ ἐξ ἑωυτέης χρονίου νούσου φύῃ. ἢν γὰρ τάδε μὲν μὴ ἀπογίγνηται, μίμνῃ δὲ ἡ σκοτοδίνη, ἢ χρόνῳ μακρῷ τελεωθῇ τοῖσι ἰδίοισι συμπτώμασι οὔ τινος ἀκεομένου, πάθος τὸ σκότωμα γίγνεται, ἐπʼ αἰτίῃ ὑγρῇ τε

p.54
καὶ ψυχρῇ· ἀλλὰ καὶ ἀρχὴ παθέων ἄλλων, ἢν ἐς ἀνήκεστον τραπῇ, μανίης, μελαγχολίης, ἐπιληψίης, προσεπιγιγνομένων ἑκάστῃ τῶν ἰδίων ξυμπτωμάτων· σκοτάματος δὲ ἡ ἰδέα, βάρος τῆς κεφαλῆς, ὀφθαλμῶν μαρμαρυγαὶ ἐπὶ πολλῷ τῷ σκοτώδεϊ· ἀγνωσίη ἑωυτέων τε καὶ τῶν πέλας· καὶ ἢν ἐπʼ αὐξήσει ἡ νοῦσος γίγνηται, τά τε γυῖα λύονται, καὶ ἕρπονται χαμαί· ναυτίη καὶ ἔμετος φλέγματ ος, ἢ χολωδέων, ξανθῶν, ἢ μελάνων. εὖτε ἐπὶ μὲν ξανθῇ χολῇ, μανίαι γίγνονται· ἐπὶ δὲ τοῖσι μέλασι, μελαγχολίη · ἐπὶ δὲ τῷ φλέγματι, ἡ ἐπιληψίη. πασῶν γὰρ ἥδε νούσων τροπή.[*](Ermerins finds great difficulty in explaining the exact meaning of the last sentence. He does not seem to have adverted that our author had in view § 75, 76, 77, 78, 79, 80, of the seventh section of the Aphorisms of Hippocrates. See the Commentary of Galen, and the English edition, Syd. Soc. Ed. t. ii. p. 773. I must say, however, that τῶνδε seems wanting in this place.)

ποικίλον ἠδὲ ἀλλόκοτον κακὸν ἡ ἐπιληψίη, θηριῶδες μὲν ἐν παροξυσμοῖσι καὶ κάτοξυ καὶ ὀλέθριον. ἔκτεινε γάρ κοτε παροξυσμὸς εἷς· ἢν δὲ μελέτῃσι φέρῃ ὥνθρωπος, ζῇ μὲν αἴσχεα καὶ ὀνείδεα καὶ ἄλγεα φέρων, Ῥηϊδίως δὲ οὐκ ἄπεισι ἡ νοῦσος, ἀλλὰ ἐν ἡλικίῃσί τε τῇσι κρείττοσι ἐνοικέει καὶ ὥρῃ τῇ ὡραίῃ. ξυνδιαιτᾶταί τε παισὶ καὶ μειρακίοισι. ἐξηλάθη δέ κοτε ὑπʼ εὐτυχίης, διʼ ἄλλης ἡλικίης μέζονος, εὖτε τῷ κάλλεϊ συνέξεισι τῆς ὥρης· ἀλλὰ καὶ τότε μετεξετέρους αἰσχροὺς ἀποδείξασα, ἀπόλλυσι τοὺς παῖδας φθόνῳ τοῦ κάλλεος, ἢ χειρὸς ἀκρασίῃ, ἢ προσώπου διαστροφῇ, ἢ πηρώσι τινὸς αἰσθήσιος· [*](Our author here has evidently in view a passage contained in the Hippocratic treatise On the Sacred Disease. See Syd. Soc. Ed. t. ii. p. 851. I cannot see the same objection to φθόνῳ, the common reading, as Ermerins does, who proposes to substitute φθόρῳ in place of it. The other, although metaphorical, is quite in the style of our author.) ἢν δὲ φωλεύσῃ τὸ κακὸν ἐς Ῥίζην,

p.55
οὔτε ἰητρῷ οὔτε ἡλικίης μεταβολαῖς ἐς ἔξοδον πείθεται, ἀλλὰ ξυμβιοῖ μέσφι θανάτου. ποτὶ καὶ ἐπίπονος ἡ νοῦσος σπασμοῖσι καὶ διαστροφῇσι μελέων τε καὶ ὄψιος, ἔτρεψε δέ κοτε καὶ γνώμην ἐς μανίην. ἀτερπὴς μὲν ἡ τοῦ παροξυσμοῦ θέη, αἰσχρὴ δὲ καὶ ἡ ἀπόλειψις αὐτέου, ἐπὶ ἀφόδῳ καὶ οὔροισι καὶ αὐτομάτῳ κοιλίῃ.

ἀλλὰ καὶ ἄδοξος ἡ ξυμμορφή· δοκέει γὰρ τοῖσι ἐς τὴν σελήνην ἀλιτροῖσι ἀφικνεῖ σθαι ἡ νοῦσος· τοὔνεκεν ἱερὴν κικλήσκουσι τὴν πάθην· ἀτὰρ καὶ διʼ ἄλλας προφάσιας, ἢ μέγεθος τοῦ κακοῦ· ἱερὸν γὰρ τὸ μέγα· ἢ ἰήσιος οὐκ ἀνθρωπίνης, ἀλλὰ θείης, ἢ δαίμονος δόξης ἐς τὸν ἄνθρωπον εἰσόδου, ἢ ξυμπάντων ὁμοῦ, τήνδε ἐκίκλησκον ἱερήν.

ὁκόσα μὲν οὖν ὡς ἐπὶ ὀξείῃ γίγνεται τῇ νούσῳ, πρόσθεν μοι λέλεκται· ἢν δὲ ἐν χρόνῳ μίμνῃ, οὐδὲ ἐπὶ τοῖσι διαλείμμασι ἀσινέες, νωθροὶ, ἄθυμοι, κατηφέες, ἐξάνθρωποι , ἄμικτοι, οὐδὲ ἡλικίῃσι μειλίχιοι, ἄγρυπνοι, δυσόνειροι πολλοῖσι ἀλλοκότοισι, ἀπόσιτοι, πέψαι κακοὶ, ἄχροοι, μολιβδώδεες, δυσμαθέες νωθείῃ γνώμης τε καὶ αἰσθήσιος, βαρυήκοοι, ἦχοι, βόμβοι ἀνὰ τὴν κεφαλήν . γλῶσσα ἀσαφὴς καὶ παράφορος· ἢ ὑπὸ τῆς διαθέσιος τῆς νούσου, ἢ ὑπὸ τρωμάτων ἐν τῇσι καταλήψεσι , σπασμώδεες . γλῶσσα μὲν στρωφᾶται ἐν τῷ στόματι ποικίλως · ὑποτείνεται δέ κοτε καὶ τὴν διάνοιαν ἡ νοῦσος, ὡς τὰ πάντα μωραίνειν· ἀτὰρ καὶ τοῖσδε αἰτίη ξὺν ὑγρότητι ψύξις.

Μέλαιναχολὴ, ἐν μὲν ὀξέσι ἄνωθεν φανεῖσα, κάρτα ὀλέθριον· κάτω δὲ ἐξιοῦσα οὐ κάρτα ἀνώλεθρον· ἐν δὲ τοῖσι χρονίοισι, ἢν μὲν ὑπίῃ κάτω, ἐς δυσεντερίην καὶ ἥπατος πόνον τελευτᾷ · γυναιξὶ δὲ κάθαρσις ἀντὶ τῶν ἐπιμηνίων, ἢν τὰ ἄλλα ἀνώλεθροι ἔωσι· ἢν δὲ ἄνω Ῥέπῃ ἐς στόμαχον, ἢ ἐς φρένας,

p.56
μελαγχολίην τεύχει. φῦσάν τε γὰρ ἐμποιέει καὶ ἐρυγὰς κακώδεας, ἰχθυώδεας · διαπέμπει δὲ καὶ κάτω φύσας ψοφώδεας, συντρέπει δὲ καὶ τὴν γνώμην. διὰ τόδε καὶ μελαγχολικοὺς καὶ φυσώδεας τούσδε ἐκίκλησκον οἱ πρόσθεν· μετεξετέροισι δὲ οὔτε φῦσα οὔτε μέλαινα χολὴ ἐγγίγνεται , ὀργὴ δὲ ἄκρητος καὶ λύπη καὶ κατηφείη δεινή. καὶ τούσδε οὖν μελαγχολικοὺς καλέομεν, χολῇ μὲν τῆς ὀργῆς συμφραζομένης· μελαίνῃ δὲ, πολλῆς καὶ θηριώδεος· τέκμαρ δὲ Ὅμηρος, ἔνθα φησὶ,
  1. Τοῖσι δʼ ἀνέστη
  2. Ἥρως Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων
  3. Ἀχνύμενος· μενεος δὲ μέγα φρένες ἀμφὶ μελαιναι
  4. Πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.
τοιοίδε γιγνονται οἱ μελαγχολώδεες, εὖτʼ ἂν ὑπὸ τοῦ κακοῦ κτεινέωνται.

ἔστι δὲ ἀθυμίη ἐπὶ μιῇ φαντασίῃ, ἄνευ τε πυρετοῦ· δοκέει τε δέ μοι μανίης τε ἔμμεναι ἀρχὴ καὶ μέρος ἡ μελαγχολίη . τοῖσι μὲν γὰρ μαινομένοισι ἄλλοτε μὲν ἐς ὀργὴν, ἄλλοτε δʼ ἐς θυμηδίην ἡ γνώμη τρέπεται, τοῖσι δὲ μελαγχολῶσι ἐς λύπην καὶ ἀθυμίην μοῦνον.[*](The sense evidently requires ἀθυμίην in place of θυμηδίην, the common reading. See Petit and Ermerins.) ἀτὰρ καὶ μαίνονται μὲν ἐς τὰ πλεῖστα τοῦ βίου, ἀφρονέοντες καὶ δεινὰ καὶ αἰσχρὰ πρήσσοντες · μελαγχολῶσι δὲ οὐκ ἐπὶ ἑνὶ εἴδεϊ ἕκαστοι · ἀλλʼ ἢ πρὸς φαρμακίην ὕποπτοι, ἢ ἐς ἐρημίην φεύγουσι μισανθρωπίῃ, ἢ ἐς δεισιδαιμονίην τρέπονται, ἢ μῖσός ἐστι τοῦ ζῆν τουτέοισι. ἢν δὲ ἐξ ἀθυμίης ἄλλοτε καὶ ἄλλοτε διάχυσις γένηται, ἡδονὴ προσγίγνεται ἐπὶ τοῖσι πλείστοισι · οἱ δὲ μαίνονται.

ὅκως δὲ, καὶ ἀπὸ κοίων χωρίων τὰ πολλὰ γίγνονται φράσω. ἢν μὲν ἐν τοῖσι ὑποχονδρίοισι μίμνῃ ἡ αἰτίη, ἀμφὶ τὰς φρένας εἱλέεται, καὶ διεξίει χολὴ ἄνωθεν, ἢ κάτωθεν μελαγχο λῶσιν·

p.57
ἢν δὲ καὶ κεφαλὴν ἐς ξυμπαθείην ἄγῃ, καὶ ἀμείβεται τὸ παράλογον τῆς ὀξυθυμίης ἐς γέλωτα καὶ ἡδονὴν ἐς τὰ πολλὰ τοῦ βίου, οἱ δὲ μαίνονται αὔξῃ τῆς νούσου μᾶλλον ἢ ἀλλαγῇ πάθεος.

ἐπʼ ἀμφοῖν δὲ ξηρότης αἰτίη. ἄνδρες μὲν οὖν μαίνονται καὶ μελαγχολῶσι, ἢ καὶ ἀνδρῶν ἐλάσσους· κάκιον δὲ ἀνδρῶν αἱ γυναῖκες ἐκμαίνονται· ἡλικίη, πρὸς ἀκμὴν, καὶ οἱ ἀκμάζοντες · ὥρη θέρος μὲν καὶ φθινόπωρον τίκτει, ἔαρ δὲ κρίνει.

τεκμήρια μὲν οὖν οὐκ ἄσημα. ἢ γὰρ ἥσυχοι, ἢ στυγνοὶ, κατηφέες, νωθροὶ ἔασι ἀλόγως, οὔ τινι ἐπʼ αἰτίῃ, μελαγχολίης ἀρχή. ἔτι δὲ καὶ ὀργίλοι προσγίγνονται, δύσθυμοι, ἄγρυπνοι, ἐκ τῶν ὕπνων ἐκθορυβούμενοι.

ἔχει δὲ αὐτέους καὶ τάρβος ἔκτοπον, ἢν ἐς αὔξησιν τὸ νόσημα φοιτῇ, εὖτε καὶ ὄνειροι ἀληθέες, δειματώδεες, ἐναργέες. ὁκόσα γὰρ ὑπὰρ ἐκτρέπονται ὁποίου ὦν κακοῦ, τάδε ἐνύπνιον ὁρέουσι ὥρμησε·[*](This passage, in all the MSS., is confessedly corrupt. I have adopted the conjectural emendation of Ermerins, although very bold, and, I must add, not quite satisfactory.) πρὸς τὸ Ῥηΐδιον μεταγνῶναι εὔκολοι, αἰσχροὶ, σμικρολόγοι, ἄδωροι, καὶ μετʼ οὐ πολὺ ἁπλοῖ, ἄσωτοι, πολύδωροι, οὐκ ἀρετῇ ψυχῆς, ἀλλὰ ποικιλίῃ νοσήματος· ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, μῖσος, φυγανθρωπίη, ὀλόφυρσοι ἐς κενεὰ, ζωῆς κακήγοροι· ἔρανται δὲ θανάτου. πολλοῖσι δὲ ἐς ἀναισθησίην καὶ μώρωσιν ἡ γνώμη Ῥέπει, ὄκως ἀγνῶτες ἁπάντων, ἢ ἐπιλήσμονες ἑωυτέων, βίον ζώωσι ζωώδεα· ξυντρέπεται δὲ καὶ τοῦ σκήνεος ἐς πονηρὸν ἡ ἕξις· χροιὴ μελάγχλωρος, ἢν μὴ διεξίῃ κάτω ἡ χολὴ, ἀλλὰ ἀναχέηται ξὺν τῷ αἵματι ἐς τὸ πᾶν· βοροὶ μὲν, ἰσχνοὶ δέ· ὕπνος γὰρ αὐτέοισι τε πόσει οὔτε βρωτῷ συγκρατέει τὰ μέλεα· ἀγρυπνίη δὲ σκίδνησι ἐς τὴν ἔξω φορήν· τοιγαρο ῦν κοιλίη ξηρὴ οὐδὲν διεῖσα. ἢν δέ κοτε ἐκδιδῷ, ξηρὰ, στρογγύλα, ξὺν περιρρόῳ μέλανι, χολώδεα, οὖρα σμικρὰ, δριμέα,

p.58
χολόβαφα· φυσώδεες καθʼ ὑποχόνδριον, ἐρυγαὶ κακώδεες, βρωμώδεες, ὡς ἐξ ἁλὸς ὀρυγμίη · ἀνέπλω κοτὲ καὶ ὑγρὸν δριμὺ ξὺν χολῇ. σφυγμοὶ ὡς ἐπίπαν σμικροὶ, νωθροὶ, ἀδρανέες, πυκνοὶ, ἴκελοι τῷ ψύχεϊ.

λόγος ὅτι τῶν τοιῶνδέ τις ἀνηκέστως ἔχων, κούρης ἤρα τε καὶ τῶν ἰητρῶν οὐδὲν ὠφελούν των , ὁ ἔρως μιν ἰήσατο· δοκέω δʼ ἔγωγε ἐρᾶν μὲν αὐτὸν ἀρχῆθεν, κατηφέα δὲ καὶ δύσθυμον ὑπʼ ἀτυχίης τῆς κούρης ἔμμεναι, καὶ μελαγχολικὸν δοκέειν τοῖσι δημότῃσιν· οὗτος οὔτε μὴν ἦν ἔρωτα ἐγγιγνώσκων· ἐπεὶ δὲ τὴν ἔρωτα ξυνῆψε τῇ κούρῃ, παύεται τῆς κατηφείης, καὶ διασκίδνησι ὀργήν τε καὶ λύπην, χάρμῃ δὲ ἐξένηψε τῆς δυσθυμίης· καθίσταται γὰρ τὴν γνώμην ἔρωτι ἰητρῷ.

μανίης τρόποι εἴδεσι μὲν μυρίοι, γένεϊ δὲ μοῦνος εἷς· ἔκστασις γάρ ἐστι τὸ σύμπαν χρόνιος, ἄνευθεν πυρετοῦ· εἰ γάρ κοτε καὶ πυρετὸς ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο, ἀλλʼ ἐκ συντυχίης ἄλλης· ἐκφλέγει γὰρ καὶ οἶνος ἐς παραφορὴν ἐν μέθῃ· ἐκμαίνει δὲ καὶ τῶν ἐδεστῶν μετεξέτερα , ἢ μανδραγόρη, ἢ ὑοσκύαμος, ἀλλʼ οὔ τί πω μανίη τάδε κικλήσκεται. ἐπὶ γὰρ σχεδίου γιγνόμενα καθίστα ται θᾶττον· τὸ δὲ ἔμπεδον ἡ μανίη ἴσχει· τῇδε τῇ μανίῃ οὐδέν τι ἴκελον ἡ λήρησις, γήραος ἡ ξυμφορή. αἰσθήσιος γάρ ἐστι νάρκη, καὶ γνώμης νάρκωσις ἠδὲ τοῦ νοῦ ὑπὸ ψύξιος·[*](I flatter myself that every person who is familiar with the metaphysics of the ancients, will admit that I have improved this sentence by changing ἥδε into ἠδέ. Ermerins, not recognising the difference between the γνώμη and the νοῦς, expunges τοῦ νοῦ from the text. On the distinction between these portions or powers of the mind, see Aristotle de Anima, iii. 10, etc.; Metaphysica, pluries.) μανίη δὲ θερμόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ ταραχῶδ ες τῇσι πρήξεσι· ἡ μὲν γὰρ λήρησις ἀρχομέν η ἀπὸ γήραος οὔτε διαλείπει, καὶ

p.59
ξυναποθνήσκει· μανίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐς τέλος ἀποπαύεται· διάλειψις δὲ ἀτελὴς, ἢν τῷ τῆς μανίης λόγῳ γίγνηται, οὐκ εἰκότως ἀκεομέν ου τοῦ κακοῦ ἰητρείῃ, ἢ τῆς ὥρης εὐκρασίῃ.[*](The text in this sentence is not in a satisfactory state, either as it is, or as altered by Ermerins, who replaces ἢν with ἄν.) μετεξετέρους γὰρ δοκέοντας ἀσινέας ἔμμεναι, ἡ ὥρη τὸ ἔαρ, ἢ ἁμαρτωλὴ διαίτης, ἢ ὀργὴ ἐκ συντυχίης ἐς ἀνάκλησιν ἤγαγε.

καὶ γὰρ δὴ νοσέουσι οἱ φύσι ὀργίλοι, ὀξύθυμοι, Ῥέκται, εὐμαρέες, ἱλαροὶ, παιδιώδεες · ἀτὰρ καὶ οἷσι ἐς ἐναντίην ἰδέην ἡ φύσις Ῥέπει, ὁκόσοι νωθροὶ, ἐπίλυποι, βραδεῖς μὲν ἐκμαθεῖν, ἐπίμονοι δὲ προσκαμεῖν, ποτὶ καὶ μαθόντες, ἀμνήμονες, οἵδε καὶ μελαγχολῆσαι ἑτοιμότεροι, οἱ δὲ καὶ πρόσθεν ἐκμαίνονται. ἀτὰρ καὶ ἡλικίῃσι, οἷσι τὸ θερμὸν καὶ αἷμα πουλὺ, οἵδε μαίνονται. τοῖσι ἀμφὶ ἥβην καὶ νέοισι καὶ οἷσι πάντων ἡ ἀκμή· ὁκόσοισι δὲ τὸ θερμὸν ἐκ μελαίνης χολῆς ἐξάπτεται, τό τε εἶδος ἐς ξηρὸν τρέπεται, τουτέοισι μελαγχολῆσαι Ῥήϊστον · δίαιτα δὲ ἄγει, πουλυφαγίη, πλησμονὴ ἄμετρος, μέθη, λαγνείη, ἔρωτες ἀφροδισίων · ἐμάνησάν κοτε καὶ γυναῖκες ὑπὸ ἀκαθαρσίης τοῦ σκήνεος, εὖτε αὐτέῃσι ἀπηνδρώθησαν αἱ μῆτραι· ἄλλαι δὲ, οὐ μᾶλλον δὲ Ῥηϊδίως ἐκμαίνονται· μάλα δὲ χαλεπῶς ἐκμαίνονται. αἵδε αἱ προφάσιες. καὶ γὰρ ἄνδρα ἐξάπτουσι, ἢν ξυνήθη αἵματος ἔκκρισιν, ἢ χολῆς, ἢ ἱδρῶτος ἐπίσχῃ τις αἰτίη.

καὶ οἷσι μὲν ἡδονὴ ᾖ ἡ μανίη, γελῶσι, παίζουσι, ὀρχεῦνται νυκτὸς καὶ ἡμέρης, καὶ ἐς ἀγορὴν ἀμφαδὸν, καὶ ἐστεμμένοι κοτὲ ὅκως ἐξ ἀγωνίης νικηφόροι ἔασιν· ἄλυπος τοῖσι πέλας ἡ ἰδέη· μετεξέτεροι δὲ ὑπὸ ὀργῆς ἐκμαίνονται. ἔσθʼ ὅτε ἐσθῆτάς τε ἐρρήξαντο, καὶ θεράποντας ἀπέκτειναν, καὶ ἑωυτέοισι χεῖρας ἐπήνεγκαν· ἥδε καὶ τοῖς πέλας οὐκ ἀκίνδυνος ἡ ξυμφορή · ἰδέαι δὲ μυρίαι, τοῖσι μέν γε εὐφυέσιτε καὶ

p.60
εὐμαθέσι ἀστρονομίη ἀδίδακτος,[*](Though I have not meddled with the text, I am much inclined to think that the true reading would be ἀυτοδίδακτος. It occurs in Aeschylus, Agamem. 964. By the way, the example referred to by the Oxford lexicographers, to prove that ἀδίδακτος is sometimes used synonymously with αὐτοδίδακτος (namely, Lucian, Hist. Conscr. 34), is not in point here. We cannot say that astronomy is untaught, in the same sense that we can say that political sagacity is so.) φιλοσοφίη αὐτομάτη, ποίησις δῆθεν ἀπὸ μουσέων. ἴσχει γάρ τι καὶ ἐν νούσοισι εὔχρηστον ἡ εὐπαιδευσίη· τοῖσι δὲ ἀπαιδεύτοισι ἀχθοφορίη, πηλοεργίη, τέκτονες, ἢ λιθοξόοι· γίγνονται δὲ καὶ ἀλλόκοτοι φαντασίαι. ἐδεδίει γάρ τις ληκύθων ἔκπτωσιν --- καὶ ἄλλος οὐκ ἔπινε, δοκέων ἑωυτὸν πλίνθον ἔμμεναι, ὡς μὴ τῷ ὑγρῷ λυθείη.

Μυθολογέεται δὲ καὶ τόδε· τέκτων ἤδη ἐπὶ οἴκου μὲν σαόφρων ἐργάτης ἦν, μετρῆσαι ξύλον, κόψαι, ξύσαι, ξυγγομφῶσαι, ἁρμόσαι, ξυντελέσαι δόμον νηφαλέως, τοῖσι ἐργοδότῃσι ὁμιλῆσαι, ξυμβῆναι, ἀμεῖψαι τὰ ἔργα μισθοῦ δικαίου. ὁ δὲ ἐπὶ μὲν τοῦ χωρίου τοῦ ἔργου ὧδε εἶχε γνώμης· ἢν δὲ ἐξίῃ κοτὲ ἐς ἀγορὴν, ἐπὶ λουτρὸν, ἤ τινʼ ἑτέρην ἀνάγκην, τιθεὶς τὰ ὅπλα πρῶτον ἔστενεν, εἶτα ἐπῆγεν ὤμω ἐξιών· ἐπὴν δὲ ἀπῆλθε τῆς τε τῶν οἰκετῶν θέης καὶ τῆς τοῦ ἔργου πρήξιος καὶ τοῦ χωρίου, πάμπαν ἐξεμαίνετο · κἢν παλινδρομήσῃ ταχὺ, αὖθις ἐσωφρόνεε. καὶ ἥδε τοῦ χωρίου καὶ τῆς γνώμης ἡ ξυμβολή.

ἴσχουσι δὲ τὴν αἰτίην τοῦ νοσήματος κεφαλὴ καὶ ὑποχόνδρια, ἄλλοτε μὲν ἅμα ἄμφω ἀρξάμενα, ἄλλοτε δὲ ἀλλήλοισι ξυντιμωροῦντα· τὸ δὲ κῦρος ἐν τοῖσι σπλάγχνοισί ἐστι ἐπὶ μανίῃ καὶ μελαγχολίῃ, ὅκωσπερ ἐν τῇ κεφαλῇ καὶ τοῖσι αἰσθήσεσι τὰ πολλὰ τοῖσι φρενιτικοῖσι. οἵδε μὲν γὰρ παραισθάνονται, καὶ τὰ μὴ παρεόντα ὁρέουσι δῆθεν ὡς παρεόντα, καὶ τὰ μὴ φαινόμενα ἄλλῳ κατʼ ὄψιν ἰνδάλλεται·

p.61
οἱ δὲ μαινόμενοι ὁρέουσι μόνως ὡς χρὴ ὁρῆν· οὐ γιγνώσκουσι δὲ περὶ αὐτέων ὡς χρὴ γιγνώσκειν.

ἢν οὖν μέγα ᾖ τὸ κακὸν, εὐκίνητοι, ὀξέες τὴν αἴσθησιν, ὕποπτοι , ὀργίλοι, οὐκ ἐπʼ αἰτίῃ τινὶ, δύσθυμοι μὲν ἀλόγως, οἷσι ἐς σκυθρωπὸν ἡ μανίη τρέπεται · οἷσι δὲ ἐς θυμηδίην, εὔθυμοι · ἀλλʼ οἵδε παραλόγως ἄγρυπνοι, ἄμφω ἀλλοιώδεες τὰς ὄψιας, κεφαλαλγέες, ἢ πάντως γε βάρος τῆς κεφαλῆς ξύνεστι · εὐήκοοι δὲ, ἀλλὰ βράδιστοι τὴν γνώμην. ἐπʼ ἐνίοισι γὰρ ἔασι δὴ ἦχοιὤτων, καὶ βόμβοι, μέχρι δή γε σαλπίγγων τε καὶ αὐλῶν· ἢν ἐς αὔξησιν ἡ νοῦσος γίγνηται, φυσώδεες, ἀσώδεες, βοροὶ καὶ λάβροι ἐν τῇ ἐδωδῇ. ἀγρυπνέουσι γάρ· ἀγρυπνίη δὲ βορόν· ἀτὰρ οὐδὲ ἰσχνοὶ ὡς νοσέοντες· μελαγχολών των μᾶλλον εὐσαρκίη·[*](It must be admitted, that Ermerins has strong grounds for holding that ἀσαρκίη is the true reading.) καὶ ὕπωχροι. ἢν δέ τι τῶν σπλάγχνων ἐν φλεγμασίῃ ᾖ γεγονὸς, τὴν ὄρεξιν ἢ τὴν θρέψιν ἀμβλύνει· ὀφθαλμοὶ κοῖλοι, οὐ σκαρδαμύττοντες· πρὸ τῶν ὀφθαλμῶν ἰνδάλματα κυάνεα, ἢ μέλανα, οἷσιν ἐς μελαγχολίην ἡ τροπή· ἐρυθρότερα δὲ οἷσιν ἐς μανίην, καὶ φοινίκεα φαντάσματα , πολλοῖσι μὲν ὡς ἀπαστράπτοντος πυρὸς, καὶ τάρβος αὐτέους ὡς ἀπὸ σκηπτοῦ λαμβάνει· μετεξετέροισι δὲ καὶ ἐνέρυθροι καὶ ὕφαιμοι ὀφθαλμοί.

ἐπὶ κορυφῆς δὲ τοῦ κακοῦ ὀνειρώττουσι· ἀφροδισίων δὲ ἄσχετος ἐπιθυμίη, ἀτὰρ οὐδὲ ἐς τὸ ἄμφαδον αἰδὼς ἢ ὄκνος ὁμιλίης · νουθεσίῃ δὲ καὶ ἐπιπλήξει ἐς ὀργὴν ἐκριπισθέντες ἐς τὸ πάμπαν ἐκμαίνονται. τοὐντεῦ θεν ἄλλος ἄλλῃ μαίνεται· οἱ μὲν θέουσι ἀσχέτως, οὔτε ὅπως εἰδότες ἐς ταὐτὰ παλινδρομέουσι· οἱ δὲ ἐς δηρὸν τοῖσι πέλας ἀφικνέονται· ἄλλοι δʼ αὖ βοῶσι ὀλοφυρόμενοι ἁρπαγὴν, ἢ βίην. οἱ δὲ φυγανθρωπεύουσι ἐς ἐρημίην, σφίσι αὐτέοισι ὁμιλέοντες.

εἰ δὲ ἐπʼ ἄνεσιν ἤκοιεν τοῦ κακοῦ, νωθροὶ, ἥσυχοι, ἐπίλυποι.

p.62
ἐς ἐπιστασίην γὰρ τῆς νούσου ἀφικνεόμενοι, ἄχθονται τῇ ξυμφορῇ.
Μανίης εἶδος ἕτερον.
τέμνονταί τινες τὰ μέλεα, θεοῖς ἰδίοις, ὡς ἀπαιτοῦσι, χαριζόμενοι εὐσεβεῖ φαντασίῃ· καὶ ἔστι τῆς ὑπολήψιος ἡ μανίη μοῦνον, τὰ δὲ ἄλλα σωφρονέουσι. ἐγείρονται δὲ αὐλῷ καὶ θυμηδίῃ, ἢ μέθῃ, ἢ τῶν παρεόντων προτροπῇ. ἔνθεος ἥδε ἡ μανίη· κἢν ἀπομανῶσι, εὔθυμοι, ἀκηδέες, ὡς τελεσθέντες τῷ θεῷ, ἄχροοι δὲ καὶ ἰσχνοὶ, καὶ ἐς μακρὸν ἀσθενέες πόνοις τῶν τρωμάτων.

ἀποπληξίη, παραπληγίη, πάρεσις , παράλυσις, ἅπαντα τῷ γένεϊ τωὐτά. ἢ γάρ κινήσιος, ἢ ἁφῆς, ἢ ἀμφοῖν ἐστι ἔκλειψις· κοτὲ καὶ γνώμης, κοτὲ καὶ τῆς ἄλλης αἰσθήσιος. ἀλλʼ ἀποπληξίη μὲν ὅλου τοῦ σκήνεος, καὶ τῆς αἰσθήσιός τε καὶ γνώμης καὶ κινήσιός ἐστι παράλυσις. τοιγαροῦν ἀποπληξίην λῦσαι ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενῆ δὲ οὐ Ῥηΐδιον.[*](Hippocrat. Aph. ii. 42.) παραπληγίη δὲ πάρεσις μὲν ἁφῆς καὶ κινήσιος, ἀλλὰ μέρεος, ἢ χειρὸς, ἢ σκέλεος · παράλυσις δὲ ὡς ἐπίπαν κινήσιος μοῦνον, ἐνεργείης τε πάρεσις· ἢν δὲ ἁφὴ ἐκλείπῃ μούνη κοτέ, — σπάνιον δὲ τὸ τοιόνδε, — ἀναισθησίη μᾶλλον ἢ πάρεσις κικλήσκεται· ἢν δὲ ἀπόπληκτον ὁ Ἱπποκράτης εἴπῃ σκέλος τὸ κατʼ ἴξιν, ὡς νεκρῶδες, τὸ ἀχρεῖον καὶ τὸ ἀναλδὲς θέλει φράσαι.[*](Hippocrat. Epid iii.; and Prorrhet. ii.) ὃ γὰρ ἐπὶ τῷ ξύμπαντι ἀποπληξίη ἐστὶ ἰσχυρὴ, τόδε ἐν τῷ σκέλεϊ παραπληγίην φράζει· κύστιος δὲ οὔρων σχέσιος ἢ ἀκρασίης, πάρεσις τὸ κύριον· βλεφάρων δὲ καὶ μήλων καὶ μυῶν τῶν ἐν γνάθοις, καὶ γένυος ἐπὶ θάτερα παραγωγὴ

p.63
ἢν ἐπὶ σπασμῷ διαστρέφηται, κυνικὸς σπασμὸς ἡ κλῆσις· ἔκλυσιν δὲ γουνάτων καὶ αἰσθήσιος πρόσκαιρον νάρκην καὶ ἀψυχίην καὶ κατάπτωσιν, λιποθυμίην καλέομεν.

παρίεται ν, ἄλλοτε μὲν μέρεα καθʼ ἓν, ὀφρὺς μούνη, ἢ δάκτυλος, ἢ ἔτι μέζω, χεὶρ, σκέλος · ἄλλοτε δὲ ὁμοῦ πλεῦνα· καί ποτε δεξιὰ μοῦνον, ἢ ἀριστερ ὰ, ἢ ἰδίῃ καὶ ἰδίῃ, ἢ ξύμπαντα · ἐπʼ ἀκριβὲς, ἢ ἧσσον. οὐ τὰ διεστῶτα μοῦνον καὶ ὁμώνυμα καὶ ὁμόζυγα, ὀφθαλμοὶ, χεῖρες, σκέλος, ἀλλὰ καὶ τὰ ξυμφυέα, Ῥὶς ἐς τὸ ἶσον, καὶ γλῶσσα μέσφι τῶν ὁρίων τοῦ μέσου, καὶ παρίσθμιον ἓν, καὶ ἰσθμὸς, καὶ κατάποσις ἐς ἥμισυ. δοκέω δὲ ἐγώ κοτε καὶ στόμαχον, καὶ τὰ ἔντερα, καὶ κύστιν, καὶ τὸ παράμηκες ἔντερον ἄχρι τῆς ἀρχῆς τωὐτὸ πεπονθέναι· ἀλλὰ τὰ μὲν μέλεα τὰ ἐντὸς ἐκλυόμενα [*](The common reading, ἑλκέων νἑυει, having evidently no meaning, I follow Wigan and Ermerins in adopting this word. I am also indebted to the latter for various other amendments in this chapter, which I do not think it necessary to mention singly.) κρυπτὰ καὶ ἀφανέα· ἡμιτελέες δὲ καὶ αἱ ἐνέργειαι· τῇδέ μοι δοκέει καὶ ἡμιπαθέα ἔμμεναι τὰ μέρεα διχῆ ὑπὸ τῆς νοῦσου τετμημένα. τόδε μέντοι τὸ πρῆγμα δίδαγμα διαφορῆς δυνάμιός τε καὶ κρίσιος πρὸς ἀριστερὰ δεξιοῖς. ἴση μὲν γὰρ καὶ ἡ προσίζουσα αἰτίη, ξυναὶ δὲ ἀμφοῖν τοῦ πάθεος αἱ προφάσιες, ἤν τε ψύξις, ἤν τε ἀπεψίη, ἀλλὰ ἄμφω παθεῖν οὐκ ἶσα ἄν. ἰσόρροπος δὲ ἡ φύσις, ὡς ἐν ἰσορρόπῳ, τωὐτὸν δὲ ἐν ἀνίσοις ἀδύνατον. ἢν μὲν οὖν τῆς κεφαλῆς κάτω πάθῃ τις ἀρχὴ, ὁκοῖόν τι τοῦ νωτιαίου μυελοῦ ἡ μῆνιγξ, τὰ ὁμώνυμα καὶ ξυναφέα παραλύεται, δεξιὰ ἐπὶ δεξιοῖσι, καὶ ἐπʼ ἀριστεροῖσι λαιά. ἢν δὲ κατάρχῃ κεφαλὴ, ἐπὶ μὲν τοῖσι δεξιοῖσι τὰ λαιὰ παραλύεται, δεξιὰ δὲ ἐπʼ ἀριστεροῖσι. αἰτίη δὲ, τῶν ἀρχέων τῶν νεύρων ἡ ἐπαλλαγή. οὐ γὰρ κατʼ ἴξιν τὰ δεξιὰ ἐπὶ δεξιὰ ὁδοιπορέει, μέσφι περατῶνται, ἀλλʼ ἔμφυτα τῇ ἀρχῇ ἕκαστα εὐθὺς ἐπʼ ἐκεῖνα φοιτῇ, ἀλλήλοισι ἐπαλλαξάμενα

p.64
εἰς χιασμὸν σχήματος· ἀθρόον δὲ εἰρῆσθαι, εἴτε ξύμπαντα ὁμοῦ, εἴτε μέρεα παρίεται, --- ἢ ξυναμφοτέρων, νεῦρα δὲ ἄλλοτε μὲν τὰ ἀπὸ κεφαλῆς πάσχει· τάδε μέντοι ἐς ἀναισθησίην τρέπονται, ὡς ἔπος εἰπεῖν· οὐ γὰρ Ῥηϊδίως ἐς ἀκινησίην ἐξ ὡυτέων Ῥέπει τάδε· κἢν μὲν τοῖσι κινευμένοισι ξυμπαθήσῃ, πάσχει καὶ τάδε σμικρὴν ἀκινησίην· ἴσχει γὰρ καὶ τὴν κίνησιν ἐξ ὡυτέων, εἰ καὶ ἐπὶ ἧσσον φύσι· ἄλλοτε δὲ τὰ ἀπὸ μυῶν[*](Although I have not ventured to alter the reading, it appears to me, from the distinction which our author makes above between the cerebral and spinal nerves, that he refers here to the latter, and that we ought to read, νωτιαίου μυελοῦ; or, perhaps, the former word might be dispensed with.) ἐς μύας περαιούμενα, τάδε τὸ κῦρος τῆς κινήσιος ἴσχει, καὶ τοῖσι ἀπὸ τῆς κεφαλῆς προσδιδοῖ. καὶ γὰρ αὐτὰ ἀπʼ ἐκείνων τὸ πλεῖστον τῆς κινήσιος ἴσχει·[*](Ermerins does not hesitate to substitute αἰσθήσιος in place of κινήσιος, as fancying that the sense requires this change.) ἴσχει δὲ καὶ ἐξ ἑωυτέων καὶ ἔλαττον · τάδε μέντοι ἀκινησίην πάσχει μᾶλλον· σπάνιον δὲ εἴ κοτε ἐξ ἑωυτέων εἰς ἀναισθησίην τρέποντα ι, δοκεῖ καὶ μὴ εἰς τὸ πάμπαν· ἢν δὲ ξύνδεσμός τις νεύρων λυθῇ τῶν ἐξ ὀστέων πεφυκότων τινὸς, καὶ κραινόν των ἐς ὀστέα, ἢ Ῥαγέντος,[*](This can scarcely be the true reading. Should it not be ῥαγῇ ?) ἀκρατέα τὰ μέρεα καὶ ἐπισυρόμενα, οὐκ ἀναίσθητα, γίγνεται.

εἴδεα δὲ παραπληκτικὰ τάδε. ἄλλοτε μὲν ἐς ἔκτασιν λέλυται τὰ μέλεα, οὐδὲ παλινδρομέει ἐς κάμψιν, εὖτε μήκιστα κῶλα φαίνεται· ἄλλοτε δὲ κυλλὰ γίγνεται, οὐδὲ ἐς μῆκος ἀποτείνεται· εἰ δὲ ἐκτανύσαι βιᾶται, ὅκως ξύλα ἐς κανόνα[*](The common reading is ἱκανὰ, which appears to have no meaning. The emendation is due to Ermerins. I have adopted it; although I must be permitted to say, it is far from satisfactory. The translation given by Ermerins is: quasi ligna ad regulam dolaret; but it does not seem at all appropriate to the passage.) καταξέω ν, τὰ μέλεα βραχύτερα ἑωυτέων γίγνεται· τάδε πάσχει ἄμφω τὰ εἴδεα, καὶ ἡ ἐν τοῖς ὀφθαλμοῖσι παρθένος.

p.65
καὶ γὰρ ἐκχέεται πολλὸν ἐς μέγεθος, εὖτε πλατυκορίην ὀνομάζομεν . ἀτὰρ ἠδὲ ξυνάγεται ἐς σμικρὸν ἡ κούρη, εὖτε φθίσιν ἣν ἠδὲ μυδρίησιν ἐγὼ κικλήσκω. ἀλλὰ καὶ κύστις παρίεται ἐπὶ τοῖσι ἰδίοισι ἔργοισι. ἢ γὰρ εἰς ἔκτασιν λύεται, ἢ ἀκρατὶ τὰ οὖρα ἐκχέει, ἢ ξυνειλέεται ἐς ἑωυτέην, εὖτε, ὅταν πλησθῇ οὔρου, οὐ διΐησιν.

αἰτίαι δὲ παρέσιος μὲν ἕξ· ἄρχονται δὲ τρώματι, πληγῇ, ψύξι, ἀπεψίῃ, λαγνείῃ, οἰνοφλυγίῃ · ἀτὰρ καὶ ψυχῆς ἀκρατέα πάθεα, ἐκπλήξιες, φόβοι, δυσθυμίαι · ἀτὰρ καὶ παιδίοισι δείματα. παρέλυσέ κοτε καὶ χάρμα ἀδόκητον καὶ μέγα, καὶ γέλως ἄσβεστος μέχρι θανάτου. ἀλλὰ τάδε μὲν ἀρχὴ πρώτη· ὑστάτη δὲ καὶ καιρίη, ψύξις ἐμφύτου θερμοῦ· ἐπὶ ὑγρότητι ἢ ξηρότητι πάσχει ἥδε, καὶ δυσαλθὴς τῆς ἑτέρης μᾶλλον· ἀτὰρ καὶ ἐπὶ τρώματι καὶ διακοπῇ νεύρου ἀναλθής · ἡλικίη, γέροντες, καὶ οἵδε δυσαλθέες· παιδίοισι δὲ εὐανάκλητοι· ὥρη, χειμὼν, ἔαρ δεύτερον, ἔπειτα μετόπωρον, θέρος ἥκιστα· ἕξεις, οἱ παχέες κατὰ φύσιν, ὑγροὶ, ἀργοὶ, ζωώδεες.

Τελεσθέντα μὲν οὖν τὰ πάθεα ἔκδηλα ἀκινησίῃ καὶ ἀναισθησίῃ θερμοῦ τε καὶ ψυχροῦ, ἀτὰρ καὶ τιλμῶν καὶ κνησμῶν καὶ ψαυσίων. σπάνιον εὖτε τοῖσι τὰ πέρατα ἀλγέει, ἀλλὰ ἐς ἀνάκλησιν οὐ κακίων ἡ ἀπονίη. γίγνεται μὲν οὖν ἐξαπίνης · ἢν δέ κοτε καὶ ἀρχὰς ἴσχῃ ἐπιμήκεας, βάρος, δυσκινησίη , νάρκη· ψύξιος αἴσθησις, ἄλλοτε θάλπεος ὑπερβολὴ, ὕπνοι σμικροὶ, φαντασίαι μέζονες, εὖτε ἀθρόον παρελύθησαν.

ἐπὶ δὲ κυνικῷ σπασμῷ ἅπαντα μὲν τὰ τοῦ προσώπου μέρεα σπᾶσθαι οὐ κάρτα ξύνηθες · ἐπὶ δεξιὰ δὲ τὰ ἀριστερὰ, καὶ ἐς ἀριστερὰ τὰ δεξιὰ φοιτῇ, εὖτε καὶ τῆς γένυος ἔνθα ἢ ἔνθα ἐπὶ πολλὸν ἡ παραγωγὴ, ὅκως ἐξ ἕδρης κινουμένης τῆς γνάθου. καὶ γὰρ καὶ τοῖσί κοτε ἐξέβη τὸ ἄρθρον, εὖτε μέγα χανόντων ἐπὶ τὸ ἕτερον ἡ γένυς παρήχθη· ἵλλωσις τοῦ ὀφθαλμοῦ τοῦ σιναροῦ μήλου, ξὺν τῇ ὑποκοιλίδι παλμός· πάλλεται δὲ καὶ τὸ ἄνω βλέφαρον, ἄλλοτε μὲν ξὺν τῷ

p.66
ὀφθαλμῷ, ἄλλοτε δὲ μοῦνον· ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον· ἄλλοτε δὲ ἄμφω ξυμπεσόν τα παφλάζει. ἔστι δὲ οἷς μέμυκε κάρτα, ἀθρόον δὲ διΐσταται, καὶ τὸν ξυνήθεα πτυσμὸν ψοφέει.

σπᾶται καὶ γλῶσσα· καὶ γὰρ ἥδε μῦς ἐστι καὶ νεῦρα· εὖτε πρὸς τὸν οὐρανὸν ἐς πλάτος ὅλη ἡ ξύμφυσις ἀθρόον ἀφήλατο, καὶ κλόνου πάταγον ἐποίησε. σπᾶται δὲ καὶ κίων, καὶ εἰ μὲν τὸ στόμα συνάγει, τἄνδοθεν ἀδόκητος ὁ πάταγος· ἢν δὲ διαστής ῃ τὸ στόμα, ὄψεαι τὴν κιονίδα, ἄλλοτε μὲν προσφυομένην ἐς πλάτος τῷ οὐρανῷ, ἄλλοτε δὲ ἀποπαλλομένην βίῃ ὠκέως σωλῆνι ὁμοίως, εὖτε καὶ ἤδη παταγεῖ. ἀπάτη δέ τοι ξύνεστι τοῖσι κυνικοῖσι σπασμοῖσι. δοκέει γὰρ τοῖσι θεωμένοισι τὰ ἀπάθεα τὴν νοῦσον ἴσχειν. τῇ γὰρ περιτάσει καὶ τῇ χροιῇ καὶ τῷ τοῦ ὀφθαλμοῦ μέζονι, ὑγιέα τὰ σιναρὰ φαίνεται. ἐλέγχεται δὲ καὶ ἐνγέλωτι καὶ λαλιῇ καὶ καταμύσει. τὰ μέν γε σιναρὰ σπᾶται πάντα πατάγῳ, χεῖλος ἀμειδὲς, ἀκίνητον ἢν λαλῇ, βλέφαρον οὐκ ἐπίτροχον, ὀφθαλμὸς ἀτενὴς, ἀναίσθητος ἡ ἁφή· τὰ δὲ ὑγιέα λαλεῖ, καταμύει, αἰσθάνεται , γελᾷ.

ἢν ἕλκος ἐξ ἀποστάσιος ἐν τῷ πνεύμονι γένηται, ἢ ἐκ βηχὸς χρονίης, ἢ ἀναγωγῆς αἵματος, καὶ ἀναβήσσῃ πῦον, πύη, [*](Ermerins does not appear to me to be warranted in substituting φθόη for πύη, contrary to the authority of all the MSS. Moreover, it seems to be excluded from this place by the terms in which our author applies φθόη to a particular state of the diseased parts — ἀλλὰ φθόην μεταλαμβάνει; i.e. but the disease assumes the peculiar name of phthoe. He is right, however, in following the suggestion of Petit, and substituting ἕλκος for ἐντὸς at the commencement.) καὶ φθίσις κικλήσκεται· ἢν δὲ θώρηξ ἢ πλευρὸν ἐμπυήσῃ, ἐπανάγηται

p.67
δὲ διὰ τοῦ πνεύμονος, ἐμπύη ἥδε τοὔνομα.[*](I am not aware that the term ἐμπύη occurs elsewhere. Hippocrates and Galen, I believe, universally use the substantive ἐμπύημα, or the adjective ἔμπυοι- - the latter being their more common practice.) ἢν δὲ ἐπὶ τοῖσι καὶ ὁ πνεύμων ἕλκος ἵσχῃ, ἀναβρωθεὶς ὑπὸ τοῦ διενεχθέντος πύου, τοὔνομα οὐκέτι ἐμπύη, ἀλλὰ φθόην μεταλαμβάνει· ξύνεστι δὲ καὶ πῦρ ξυνεχὲς, ὡς μὴ δοκέειν,[*](At first I was inclined to adopt the alteration of Ermerins, who substitutes μοι for μὴ; but, after reading Caelius Aurelianus’s description of Phthisis, I was convinced that μὴ is the preferable reading. The words of Aurelianus are: Sequitur autem αεgrotantes febricula latens, etc.) λῆγον μὲν οὔκοτε, λῆθον δὲ διʼ ἡμέρης ἱδρῶτι καὶ ψύξι τοῦ σκήνεος. καὶ γὰρ καὶ τὰ ἴδια φθόης ἐστὶ, ἢν ἡ θέρμη ζωπυρῇ, καὶ ἐς νύκτα ἐκλάμπῃ, ἡμέρην δὲ αὖθις ἐν τοῖσι σπλάγχνοισι φωλεύει · δηλοῖ δὲ ἡ δυσφορίη, καὶ ἡ ἀδυναμίη, καὶ αἱ ξυντήξιες. ἢν γὰρ ἀπεδίδρησκε τοῦ σκήνεος διʼ ἡμέρης τὸ πῦρ, πῶς οὐκ ἂν ἐσαρκοῦ τό τε καὶ ἠδύνατο, καὶ εὐφόρως εἶχεν ὥνθρωπος; εὖτε γὰρ ἀνάγει, ἐπὶ μᾶλλον τὰ δεινὰ αὐξέεται.[*](I am not satisfied with ἀνάγει in this sentence; but have not been able to find a proper substitute for it. The translation of Crassus is most suitable to the context: ut enim recessit, etc. Qu. ἀνέθῃ?) σφυγμοὶ σμικροὶ καὶ ἀμυδροὶ, ἀγρυπνὴ, ἄχροια, καὶ τἄλλα πάντα ὁκόσα οἱ πυρεταίνοντες· ἰδέαι δὲ ὑγρῶν μυρίαι, πελιδνῶν, μελάνων κατακορέων , ἢ ὠχρολεύκων , ἢ λευκοχλωρέων· πλατέων, στρογγύλων · σκληρῶν, δυσλύτων, ἢ μανῶν, λυομένων· ἢ ἀνόσμων, ἢ κακωδέων· ἅπαντα δὲ τάδε πύου ἔασι ἰδέαι. ὁκόσοι γὰρ ἢ πυρὶ ἢ ὕδατι τὰ ὑγρὰ τεκμαίρονται, οὐ κάρτα μοι δοκέουσι φθόην οἵδε γιγνώσκειν · πιστοτέρη γὰρ ἡ ὄψις ἁπάσης ἄλλης αἰσθήσιος, οὐ τῶν ἀναγομένων μοῦνον, ἀλλὰ καὶ τοῦ εἴδεος τοῦ νοσέοντος. ἢν γὰρ καὶ δημότης ἴδῃ τὸν ἄνθρωπον ὠχρὸν, ἀδρανῆ, ἀναβήσσοντα, ξυντετηκότα, ἀτρεκέα μαντεύεται φθόην· ἀτὰρ ἠδὲ ὁκόσοισι μὲν ἕλκος μὲν οὐκ ἔστι ἐν πνεύμονι, ξυντετήκασι δὲ πυρετοῖσι χρονίοισι, πυκνὰ δὲ καὶ σκληρὰ καὶ ἀτελέα
p.68
βήσσουσι, καὶ ἀνάγουσι οὐδὲν, καὶ τούσδε φθισικοὺς κικλήσκουσι, οὐ πάνυ ἀσήμως. ξύνεστι δὲ τοῦ θώρηκος βάρος· πλεύμων γὰρ ἄπονος,[*](In all the MSS. and editions, except that of Ermerins, we read ἄτονος, which is unsuitable to the place.) ἄση, δυσφορίη, ἀποσιτίη, ἑσπέρῃ περίψυξις, καὶ θέρμη ἐς τὴν ἕω· ἱδρὼς ἄχρι θώρηκος τῆς θέρμης δυσφορώτερος· βηχὸς ἀναγωγαὶ ποικίλαι, ὁκοίας ἔλεξα.

φωνὴ βραγχώδης· αὐχὴν ὑποσκόλιος, Ῥαδινὸς, οὐκ εὐπαράγωγος· ὁκοῖόν τι ξυντετα μένος· δάκτυλοι ἰσχνοὶ, τὰ δὲ ἄρθρα παχέα· ὀστέων μούνων ἡ ἰδέη· σμύχονται γὰρ καὶ σάρκες· ὄνυχες γρυποὶ δακτύλων, αἱ κοιλίαι Ῥυσαὶ καὶ πλατέες· [*](Ermerins, on his own authority, substitutes πλατέαι; but the other reading is in accordance with a well-known Ionic usage. All the recent translators have fallen into the mistake of applying this passage to the abdomen; whereas a careful examination of the context will show that it is out of the question in this place. Crassus more correctly renders it thus: digitorum ventres rugosi et lati. Κοιλίαι in this place evidently applies to the pulps of the fingers.) ὑπʼ ἀσαρκίας γὰρ οὔτε τὴν περιταινίην οὔτε τὸ στρογγύλον ἴσχουσι. διὰ τόδε καὶ ὄνυχες γρυποί· ἥδε γὰρ ἡ ἀνακωχὴ, καὶ ἡ ὑπόστασις αὐτέων, ἥτις ἐν τῇσι κορυφῇσι πεπλησμένη εἵνεκεν αὐτῶν· ἔστι καὶ ὁ τόνος, ὥσπερ καὶ τὰ στερεά·[*](In this passage we are under obligations to Ermerins; in particular for supplying τόνος instead of πόνος. I have not adopted his other alterations.) Ῥὶς ὀξείη, ἰσχνὴ, μῆλα ὑπερίσχοντα καὶ ἐρυθρὰ, ὀφθαλμοὶ κοῖλοι, στιλπνοὶ, γανόωντες · οἰδαλέοι, καὶ ὠχροὶ, ἢ πελιδνοὶ τὰ πρόσωπα. γνάθων τὰ λεπτὰ τοῖσι ὀδοῦσι προσιζάνσει μειδιῶσι ἴκελον, τὰ πάντα νεκρώδεες. ὧδε καὶ τὰ πάντα ἴσχει· ἰσχνοὶ, ἄσαρκοι, βραχιόνων μύες ἄδηλοι, μαζῶν οὐδὲ ἴχνη, ἐκφανέες δὲ μοῦναι θηλαί. πλευρὰς οὐ καταλέξαι μοῦνον εὔσημον, ἀλλὰ καὶ ὅπη κραίνουσι, ἐσιδεῖν Ῥηΐδιον · οὐδὲ γὰρ αἱ πρὸς τοὺς σπονδύλους συναθρώσιες εὐξύγκρυπτοι· δῆλαι δὲ καὶ αἱ εἰς τὸ στέρνον ἐπιβολαί · τὰ

p.69
μέσα τῶν πλευρέων κοῖλα, Ῥομβοειδέα.[*](This word is most probably a false reading. See Wigan and Ermerins. The latter reads ῥοιβοειδέα, one of Wigan’s conjectural emendations. Ῥοικοειδέα and ῥεβοειδέα have also been suggested. If I thought myself warranted to make any change in the reading, it would be to adopt ῥαιβοειδέα. See Foes, Oec. Hipp.; and Galen, t. i. pp. 224, 246, ed. Daremberg.) ὡς ἐς τὴν τῶν ὀστέων περιαγωγὴν ὑποχόνδρια λαγαρὰ, ἀνεσπασμένα, ἐπιγάστριον τῇ Ῥάχει προσφυὲς καὶ λαγών. ἄρθρα ἐναργῆ, ἔξαρθρα, ἀσαρκώδεα, καὶ ἡ κνήμη, ἰσχίον τε καὶ βραχίων. ὑπερίσχει ἡ ἄκανθα τῶν σπονδύλων ἡ πρόσθεν κοίλη τῶν ἑκατέρων ἐκτετηκότων μνῶν· ὡμοπλάται ἐκφανέες ὅλαι, ὅκως πτέρυγες ὀρνίθων. τουτέοισι ἢν κοιλίη ἐκταραχθῇ, ἀνέλπιστοι · ἢν δὲ ἐς ὑγείην τρέπηται, τὰ ἐναντία τοῖσι ὀλεθρίοισι ἐπιφοιτῇ.

γηραιοὶ μὲν οὐ ξυνεχέες πάσχειν·[*](The change of οὖν into οὐ, as made by Ermerins, is indispensable.) διαδιδρήσκουσι δὲ ἥκιστα· νέοι δὲ μέχρι ἀκμῆς ἀπὸ αἵματος ἀναγωγῆς φθινώδεες γίγνονται, καὶ ὑγιάζον ται μὲν, οὐ Ῥηϊδίως δέ· παιδία ξυνεχῶς τῇ βηχὶ μέχρι φθόης κοτὲ Ῥηϊδίως ὑγιάζεται· ἕξιες δὲ Ῥαδινοὶ, σανιδώδεες , πτερυγώδεες, ἐξεχέβρογχοι, λευκοὶ, ἀραιότεροι τὸν θώρηκα· χῶραι δὲ ψυχραὶ καὶ ὑγραὶ, ὁκόσαι τῷ εἴδεϊ τοῦ πάθεος ἀδελφαί.

οἷσι ἐν τῇσι κοιλίῃσι τὰ ἄνω[*](Although not inclined to adopt unauthorised emendations, I must say that I think this reading, on the authority of Ermerins, is a great improvement on the common reading, τοῦ ἀνθρώπου. In the mss. of Aretaeus, it is quite common to find ἀνθρώπου written ἄνω, by contraction.) κατʼ ἴξιν τοῦ θώρηκος ἢ τὰ κάτω ὑπὸ τὸ διάφραγμα πύου ἀποστάσιες γίγνονται, ἢν μὲν ἀνάγωσι, ἔμπυοι οἵδε καλέονται· ἢν δὲ τὸ πῦον διεξίῃ κάτω, ἀποστηματίαι κικλήσκονται· καὶ ἐν μὲν θώρηκι ἐν τοῖσι ἕλκεσι, ἤτοι ἐν πλεύμονι, ἣν ἐκδέχεται φθόη, ἢ ὑπεζωκότι ἐν

p.70
πλευρῷ, ἢ στέρνῳ, ἢ κάτωπη πρὸς τῇ ξυμφύσι τοῦ πνεύμονος κατὰ Ῥάχιν, ἤ πη τοῦ θώρηκος ἄλλῃ, — ξυμπάντων δὲ ἐς ἀναγωγὴν ὁδὸς τῷ πύῳ πνεύμων. ὑπὸ δὲ τὸ διάφραγμα ἐν τοῖσι σπλάγχνοισι, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστις · ἐπὶ γυναικῶν δὲ καὶ ὑστέρη· ἔταμον δὲ καὶ ἐγὼ ἐν κώλῳ τινί κοτε ἀπόστασιν τὰ ἐπὶ δεξιὰ πρὸς ἥπατι· καὶ πολλόν τι ἐσσύθη ἔξω πῦον· πολλὸν δὲ καὶ διὰ νεφρῶν καὶ κύστιος ἐς ἡμέρας πλεῦνας ἐρρύη, καὶ περιεγένετο ὥνθρωπος.

αἰτίαι δὲ ξυναὶ μὲν ἁπάντων πληγὴ, ἀπεψίη, ψύξις, ἠδὲ ὁκοῖα τοιάδε. τοῖσι δὲ ἐν θώρηκι, βὴξ χρονίη, καὶ πλευρῖτις, καὶ περιπνευμονίη, καὶ Ῥεῦμα χρόνιον · ἀτὰρ ἠδὲ ὀξείας νούσου ἐς ἕν τι τουτέων ἀπόσκηψις.

τὸ δὲ ὑγρὸν ἄλλοτε μὲν ἀεργὸν, ἀδρανὲς, ἐγκέεταί τῳ ἄλλῳ· ἄλλοτε μὲν δριμὺ δαπτῶς, καὶ σηπεδόνας ἐμποιέον μέσφι θανάτου. καὶ γὰρ καὶ ἰδέαι μυρίαι, ὁκόσας αὖθις φράσω. θώϋμα δὲ ὅκως ἐξ ὑμένος λεπτοῦτε καὶ ἰσχνοῦ, βάθος οὐκ ἴσχοντος, τοῦ ὑπεζωκότος, τοσόνδε Ῥέει πῦον· πολλὸν γὰρ πολλοῖσι ξυνελέγη. αἰτίη δὲ φλεγμασίη ἀπὸ περιουσίης αἵματος, ἐφʼ ᾗ παχύνεται ὁ ὑμὴν, ἀτὰρ ἠδὲ ἐκ πολλοῦ αἵματος πολλὸν γίγνεται ἐν μέσῳ πῦον· κἢν μὲν εἴσω Ῥέπῃ, αἱ πλευραὶ τὰ ὀστέα κατὰ χώραν τὴν σφῶν αὐτέων, --- φθίσιν ἔλεξα πρόσθεν ἑτέραν ἔμμεναι συμβεβῶ σαν κατὰ φύσιν· ἢν δὲ ἔξω Ῥέπῃ, διΐσταται τὰ ὀστέα. ἐς γὰρ ἕν τι τῶν μέσων πλευρῶν τῆς ἀποστάσιος ἡ κορυφὴ ἐγείρεται, εὖτε ἔνθα καὶ ἔνθα πλευρὰ παρωθέεται.

σημήϊα δὲ τὰ μὲν ἁπάντων ξυνὰ, τὰ δὲ ἑκάστου ἴδια· βάρος ἢ πόνος γε ξυνόν· πνεύμων γὰρ ἄπονος· πυρετοὶ ἀμυδροὶ, Ῥίγεα πρὸς ἑσπέρην, ἱδρῶτες ἐπʼ ἀνέσι, ἀγρυπνίη, οἰδήματα ἐν ἄκροισι ποσὶ καὶ χειρῶν δακτύλοισι , ἄλλοτε καὶ ἄλλοτε καθιστάμενα, καὶ ἐπαιρόμενα · δυσφορίη, ἀποσιτίη, ἰσχνότη ς ὅλου· ἢν δὲ καὶ μῆκος ἴσχῃ ἡ μεταβολὴ, ἕξις φθινώδης. οὐ γὰρ ἔτι φύσις ἔργου ἔχεται. οὐ γὰρ πέψις

p.71
ὁκοίη πρόσθεν, οὐκ εὐσαρκίη, χροιὴ ζοφώδης · ἀναπνοὴ πᾶσι μὲν κακὴ, κακίων δὲ οἷσι ἐς τὴν ἄνω κοιλίην. ἀτὰρ καὶ βὴξ τὰ πρῶτα, μέσφι ἂν ἡ φλεγμασίη πιέζει, εὖτε καὶ πόνοι μέζονες καὶ Ῥίγεα, καὶ θέρμη, καὶ ἀγρυπνίη, καὶ δύσπνοια ἔτι μᾶλλον· σφυγμοὶ σμικροὶ, νωθροὶ, ἀδρανέες, τὴν γνώμην παράληροι, διάτασις τοῦ θώρηκος.

ἢν δὲ ἤδη εἰς γέννησιν ἥκῃ πύου, πάντα μέγιστα · ἀναγωγὴ δὲ σμικρὴ ἐπὶ βηχὶ μέζονι, καὶ ἐξ ἀποστάσιος βιαίης. τὰ πρῶτα φλεγματωδέ ων χολοβάφων ἐπὶ τὸ μελάντερον , ὅκως ἐξ αἰθάλης · ἔτι δὲ διαίμων καὶ παχέων· ἢν δὲ καὶ Ῥαγήσεσθαι μέλλῃ, καὶ σαρκοειδέων βαθέων· καὶ ἢν Ῥαγῇ, κίνδυνος μὲν πνίξιος, ἢν πολλὸν καὶ ἀθρόον ἐκχυθῇ πῦον· ἢν δʼ οὖν ἐκρέῃ σχέδην, ἀτρεκέει· πῦον ἢν κάτω περῆσαι θέλῃ, τὰ μὲν ἄνω μέρεα ἔνθα ἡ ἀπόστασις, ὀξὺς πόνος, κοιλίη ὑγρὴ, τὰ πρῶτα ὑδατώδεα ξὺν φλεγματώδεσι· ἔπειτα περίρροια αἱματωδέων , καὶ αὖθις σαρκοει δέων, ἢν ἤδη Ῥαγῇ. ἕπεται δὲ τουτέοισι πῦον, ἢ διὰ κοιλίης, ἢ οὔρων· ἀγαθαὶ δὲ πάντων μᾶλλον, αἱ ἐς νεφροὺς καὶ κύστιας μεταλήψιες.

φέρεται δὲ, ἤν τε ἄνω, ἤν τε κάτω, χρόος πύου ποικίλον, ὠχρὸν, ἢ λευκὸν, ἢ τεφρίζον, ἢ πελιδνὸν, ἢ μέλαν, καὶ κακῶδες · ἢ ἄνοσμον καὶ παχύτατον· ἢ μέσως ἴσχον, ἢ λεῖον, ὁμαλὸν, ἢ τρηχὺ, ἀνώμαλον, καὶ σαρκοει δέα τὰ ἐμπλόωντα, στρογγύλα, ἢ πλατέα, Ῥηϊδίως ἀποπλυνόμενα, ἢ ἰξώδεα· ἀθρόον δὲ περὶ πύου εἰρῆσθαι, ὁκόσα μὲν λευκὰ, πέπονα, ἄνοσμα, λεῖα, στρογγύλα, καὶ ἀναβήσσεται θᾶσσον, ἢ ὑποφέρεται, περιεστηκότα· ὁκόσα δὲ ἔξωχρα, χολώδεα, ἀνώμαλα, μοχθηρά. πολλὸν δὲ τουτέων κακίω, τὰ πελιδνὰ καὶ μέλανα. σηπεδόνα γὰρ καὶ ἀνεσθιόμενα σημαίνουσι τὰ ἕλκεα.

Προσξυν ιέναι δὲ τουτέοισι καὶ τὴν ἕξιν, καὶ τὰ ξυνομαρτέοντατῇ νούσῳ. ἢν γὰρ ἐπὶ τῇ ἐκκρίσι εὐφόρως φέρῃ, ἄπυρος γίγνηται, εὖτε πέσσῃ, εὔχρους, εὔσιτος · ἢrend="indent"ν ἀναβήσσῃ

p.72
εὐμαρῶς, εὔσφυκτος, εὔτονος γίγνηται, ἀνώλεθρος ὁ νοσέων· ἢν δὲ ἐπιπυρεταίνῃ, καὶ πάντα ἐς κακὸν τρέπηται, ἀνέλπιστος . προσξυνιέναι δὲ καὶ τὰ χωρία, ἔνθα αἱ ἀποστάσιες · ὁκόσοισι γὰρ ἐν τῷ στέρνῳ τὸ ἐμπύημα γίγνεται, βραδέως ἀφίσταται. ψιλὰ γὰρ καὶ ἄσαρκα καὶ χονδρώδεα τὰ μέρεα· τὰ δὲ τοιάδε οὐ Ῥηϊδίως δέχεται φλεγμον ῆς περιουσίην · ἀνεκπύητα δὲ μίμνει πουλὺν χρόνον· ψυχρὸν γὰρ οἱ χόνδροι, ἀλλὰ τῶνδε ἀσινέες μὲν αἱ φλεγμοναί, τῆς ἕξιος δὲ κακαὶ συντήξιες, μακρὸν γὰρ διαπυΐσκει χρόνον. σπλὴν καὶ ἧπαρ καὶ πνεύμων καὶ διάφραγμα ὀξύτερα μὲν ἐς ἐμπύησιν, ἐπικίνδυνα δὲ καὶ θανατώδεα.

εὖτε ὁκόσοισι περιπνευμον ικοῖσι ἂν φλέγμα ἔῃ, καὶ μὴ διαχέηται, περιγίγνονται· οἱ δὲ διαδιδρήσκοντες τὸ κάτοξυ τοῦ πάθεος ἔμπυοι γίγνονται. τὰ μὲν οὖν μελλούσης ἢ τετελες μένης ἀποστάσιος σημεῖα ἐν τοῖσι ἐμπύοισι ἔλεξα· ἢν δὲ τελεσθῇ, οὐ βίης καὶ πόνων ἐς ἀπόρρηξιν καὶ ἀναγωγὴν χρέος, ὅπωσπερ ἐν τοῖσι σώμασι· ἀλλὰ γὰρ Ῥηϊδίως ἀναφέρεται, διατάσιος μᾶλλον τῶν ἀραιωσίων γενομένης, ἤπερ ἕξιος σωμάτων. μανὸς γὰρ καὶ πολύτρητος ὁ πνεύμων, σπογγίῃ ἴκελος, οὐ χαλεπαίνων τῷ ὑγρῷ, ἄλλην ἀπʼ ἄλλης εὐρυχωρίην ἀμείβοντι, μέσφι τῆς τρηχείης ἀρτηρίης ἥκειν. περίοδοι δὲ τῷ ὑγρῷ Ῥηΐδιαι. εὐκαμπὲς γὰρ ἠδὲ ὀλισθηρὸν πῦον. ἀτὰρ καὶ ἡ ἀναπνοὴ ἄνω τὸ πνεῦμα φυσῇ.[*](Although I have not meddled with the text, I cannot but think that we ought to read either πῦον or ὑγρὸν, instead of πνεῦμα.) περιγίγνονται δὲ τὰ πολλὰ, εἰ μή κοτέ τις ἀπεπνιγῆ ἀθρόῃ ἑλκύσι τοῦ ὑγροῦ, τῆς ἀρτηρίης οὐ δεχομένης τὸν ἠέρα πλήθεϊ τοῦ πύου. θνήσκου σι δὲ μετεξέτεροι χρόνῳ τὸν φθινώδεα

p.73
καὶ τὸν ἐμπυϊκῶν τρόπον· τὰ δὲ πῦα λευκὰ, ἔπαφρα, σιάλῳ μεμιγμένα· ἄλλοτε δʼ αὖ τεφροειδέα , ἢ ὑπομελανίζοντα· καὶ βρογχίον κοτὲ ἀνεπτύσθη ἐπὶ ποικίλῳ ἕλκεϊ, ἢν βάθος ἴσχῃ ἡ ἀπόστασις, εὖτε καὶ ἀπορρῶγες ἀναφέρονται τοῦ σπλάγχνου. βραγχώδεες , βραχύπνοοι , βαρύφωνοι, τὰ στήθεά σφιν εὐρέα γίγνεται, καὶ εὐρυτέρων τῆς ὑγρασίης δέονται.[*](Surely some such word as διὰ is wanting before τῆς ὑγρασίης, or the text is otherwise at fault.) ὀφθαλμῶν τὰ μέλανα στιλπνά· τὰ δὲ λευκὰ, λευκότα τα καὶ πίονα· μῆλα ἐρευθῆ, φλέβες ἐν τῷ προσώπῳ κυρταί. θώϋμα δὲ ἐπὶ τουτέων. τόνος μὲν γὰρ εὐσαρκίης μείζων, εὐψυχίν δὲ τόνου δυνατωτέρη.

εἰ ἀπὸ δρόμου καὶ γυμνασίων καὶ παντὸς ἔργου δυσπνοεῖ ἡ ἀναπνοὴ, ἆσθμα καλεῖται· καὶ ἡ νοῦσος δὲ ὀρθόπνοια, καὶ ἥδε κικλήσκεται ἆσθμα· ἐν γὰρ τοῖσι παροξυσμοῖσι ἀσθμαίνουσι καὶ οἵδε. ὀρθόπνοιαν δὲ ἐκάλεον, οὕνεκεν ὀρθίῳ σχήματι μοῦνον ἀναπνέουσι εὐφόρως · πνὶξ γὰρ ἐν κατακλίσι . εἵνεκεν τοῦ τόνου τοῦ ἐπὶ τῷ πνεύματι ὀρθόπνοια τοὔνομα.[*](Ermerins suppresses the last clause of the sentence altogether, on the ground that it is superfluous and out of place. I fear this must be held to be an unwarrantable liberty on the part of an editor, whose duty it is to restore the words, but not attempt to improve the sense of his author.) ὄρθιος γὰρ ἀνατέταται ἐς ἀναπνοὴν, κἢν ὕπτιος κατακλινθῇ ὥνθρωπος, κίνδυνος πνιγῆναι.

πάσχει δὲ πλεύμων· ξυμπαθέει δὲ καὶ τὰ ξυντελοῦντα ἐς ἀναπνοὴν, διάφραγμα, θώρηξ· ἢν δὲ καρδίη πάθῃ, οὔκοτε ἐς πολλὸν διαρκέσειε . τῇδε γὰρ ἡ τῆς ἀναπνοῆς καὶ τῆς ζωῆς ἀρχή.

αἰτίη δὲ ψύξις καὶ ὑγρότης τοῦ πνεύματος·[*](Ermerins agrees with Petit in reading πνεύμονος. I am doubtful.) ὕλη δὲ ὑγρὰ,

p.74
παχέα, κολλώδεα· εὐπαθέες δὲ γυναῖκες ἀνδρῶν μᾶλλον, ὅτι περ ὑγραί τε καὶ ψυχραί· οἱ δὲ παῖδες τούτων περιγίγνονται Ῥηΐτερον, ἡ γὰρ φύσις ἐν αὐξήσι θερμῆναι δυνατωτάτη . ἄνδρες δὲ εἰ καὶ μὴ Ῥηΐδιοι παθεῖν, ἀλλὰ θνήσκουσι θᾶσσον. ἀμβολὴ δὲ θανάτου ὅσοισι ἐν ἔργου πρήξι, ἢ ἐν εἰρίοισι πλεύμων θάλπεται καὶ διαίθεται, ὁκοῖόν τι τοῖσι τῆς τιτάνου ἐργάτῃσι, ἢ χαλκεῦσι, ἢ σιδηρεῦσι, ἢ καὶ λουτρῶν πυρσευτῆρσι.

Μελλησμοῦ δὲ σημήϊα, βάρος τοῦ θώρηκος, ὄκνος ἐς τὸ ξύνηθες ἔργον, ἀτὰρ ἠδὲ ἐς ἅπασαν πρῆξιν, δύσπνοια ἐν δρόμῳ, ἢ πρὸς ὁδὸν ὀρθήν· βραγχώδεες καὶ βηχώδεες, φῦσα ἐν τοῖσι ὑποχονδρίοισι καὶ ἐρυγαὶ παράλογοι, ἀγρυπνίη, θερμασίη νύκτωρ σμικρὴ, ἀσαφής · Ῥὶς ὀξείη, ἐς ἀναπνοὴν ἑτοίμη.

ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, μῆλα ἐρυθρά· ὀφθαλμοὶ προπετέες, ὡς ἐπʼ ἀγχόνῃ, Ῥωγμὸς ἐν ἐγρηγόρσι· [*](Wigan and Ermerins read ῥωχμὸς; but the other seems to me the preferable term. The authority of Caelius Aurelianus seems to me decisive on this point: Gutturis stridor quem graeci rhogmon vocant. Morb. Acut. ii. 10. See Paulus Aegineta, t. i. p. 482, Syd. Soc. Edit.) πολλὸν δὲ μέζον τὸ κακὸν ἐν ὕπνῳ· ὑγρὴ καὶ ἄηχος ἡ φωνή· πολλοῦ καὶ ψυχροῦ ἠέρος ἐπιθυμίη · ἐς τὸ ὕπαιθρον ἴενται, πᾶς γὰρ αὐτέοισι οἶκος ἐς ἀναπνοὴν οὐ διαρκής · ἀναπνέουσι ὄρθιοι, ὅκως ἅπαντα σπάσαι τὸν ἑλκόμενον ἠέρα ποθέοντες, ὑπʼ ἀπορίης δὲ τοῦ ἠέρος καὶ διοίγουσι τὸ στόμα, ὡς τῷδε μέζονι χρεόμενοι· ὠχροὶ τὰ πρόσωπα, πλὴν τῶν μήλων. τάδε γὰρ ἐρευθῆ. ἱδρῶς περὶ μέτωπον καὶ κληϊδας· βὴξ συνεχὴς, βιαίη· ἀναγωγὴ σμικρὴ, λεπτὴ, ψυχρὴ, ἰκέλη ὁκοῖόν τι καὶ ἀφροῦ ἐπάνθισμα. τράχηλος οἰδέει πνεύματος πρήσι. ὑποχόνδρια ἀνεσπασμένα. σφυγμοὶ σμικροὶ, πυκινοὶ , πιεζεύμενοι· ἰσχνὰ σκέλεα· κἢν ὑπερταθῇ τάδε, ἀπέπνιξέ κοτε ἐπιληπτικῷ τρόπῳ.

p.75

ἢν δὲ ἐς ἀγαθὸν τρέπηται, βὴξ μακροτέρη καὶ ἀραιοτέρη. ἀναγωγὴ πλεύνων τε πύων καὶ ὑγροτέρων· κοιλίης τάραχος πολλῶν ὑδατωδέων· οὔρων ἔκκρισις πολλὴ, κἢν ἐς ὑπόστασιν μηδέκω ἥκῃ· φωνὴ γεγωνοτέρη , ὕπνοι αὐταρκέες, ὑποχονδρίων ἄνεσις· ἧκέ ποτε πόνος ἐς μετάφρενον ἐπʼ ἀνέσι. ἆσθμα ἀραιὸν, λεῖον, κερχνῶδες. [*](I am not satisfied that Ermerins was warranted in prefixing οὐ to κερχνῶδες, contrary to the authority of all the MSS.) ὧδε μὲν οὖν διαδιδρήσκουσι τὸν ὄλεθρον ἐν δὲ τῇσι ἐπανέσεσι, κἢν περιΐωσι ὀρθοστάδην, τοῦ πάθεος φέρουσι ξύμβολα.

ἄσθματος ἰδέη τὸ πνευμῶδες, καὶ ἀπὸ τοῦ πνεύμονος τὸ πάθος ὅκως ἐπʼ ἄσθματι. ξυνὰ γὰρ καὶ τὰ παρεόντα · σμικρὸν δὲ καὶ τὸ διάφορον. δύσπνοια μὲν γὰρ καὶ βὴξ καὶ ἀγρυπνίη καὶ θέρμη ξυνά· καὶ ἀποσιτίη καὶ ἰσχνότης ὅλου. καὶ γὰρ ἐς χρόνον[*](I follow Wigan and Ermerins in adopting this reading in place of αἰσχρὸν ὄν.) τὸ κακὸν ἀποτείνεται, πλὴν οὐ περαιτέρω ἑνὸς ἔτεος. ἤν τε γὰρ τὸ μετόπωρον ἄρξῃ, εἰς τὸ ἔαρ ἢ τὸ θέρος ἀπογίγνονται· ἤν τε χειμὼν, ἐς τὸ μετόπωρον τελευτῶσι τὸν βίον. κοτὲ καὶ γέροντες ἁλῶναι Ῥηΐδιοι καὶ ἀπόφρικτοι ἁλόντες, ὅσον βραχείης Ῥοπῆς ἐς εὐνὴν θανάτου χρέος·[*](I must say, I have never been able to satisfy myself with any interpretation of this passage which I have seen. Ermerins, indeed, very properly remarks, that in this sentence there is an indirect reference to a celebrated verse in the Oedipus Tyrannus of Sophocles; namely — σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή — that is, A slight inclination of the scale sets old persons asleep in death. But then ἀπόφρικτοι ἁλόντες create difficulty, inasmuch as the adjective never occurs elsewhere, as far as I am aware; and, moreover, I do not see how a shivering fit should necessarily occasion death. Instead of it, I would prefer ἀπόφρακτοι; that is to say, with the meaning, being seized with obstructed respiration. Still, however, there is a difficulty, inasmuch as it would not be easy to find any authority for this participle, although the verb be not uncommon. See Liddel and Scott. One might think of ἀπόπληκτοι, which would be a very suitable term, as this is a very natural cause of sudden death in asthma.)

p.76
ἄγχιστα ἅπαντες ἄπνοοι, σφυγμοὶ σμικροὶ, πυκνοὶ, ἀμυδροί. ἀλλὰ τάδε μὲν ξυνὰ πρὸς τὸ ἆσθμα· ἰδίᾳ δὲ ἀναβήσσουσι ὡς ἀνάξοντες. ματαιοπονέουσι δέ· οὐδὲν γὰρ ἀνάγουσι. εἰ δέ τι τοῦ πλεύμονος ἀπορραγείη βίῃ, σμικρὸν, λευκὸν, στρογγύλον , χαλαζῶδες · θώρηξ εὐρύτερος μὲν, ἀδιάστροφος, ἠδὲ ἀνέλκωτος· ἢν δὲ ἀνεκπύητος ὁ πνεύμων ᾖ, ὑγρῶν δὲ ὁκοῖόν τι πεπηγότων ἔμπλεως, διαλήψιες τῶν παροξυσμῶν τοῦδε μέζονες. οἱ μὲν οὖν ἀπεπνίγησαν θᾶσσον, πρίν τι κάκιον ἐς τὸ πᾶν ἀποσκῆψαι· μετεξετέροισι δὲ ἐς ὕδερον περὶ λαγόνα ἢ ἀνὰ σάρκα τὸ πάθος τελευτᾷ.

Ἥπαρ σπληνὶ ἐς γένεσιν μὲν ἰσόρροπον· δεξιὰ γὰρ ἠδὲ ἐπʼ ἀριστερὰ τὰ σπλάγχνα ἰσάριθμα τῇ φύσι· ἄνισοι δὲ ἐς δύναμιν καὶ ἐν ὑγείῃ καὶ ἐν νούσοισι. ἐν ὑγείῃ μὲν, ὅτιπερ τὸ κράτος τῆς τροφῆς τὸ ἧπαρ ἴσχει· Ῥίζωσις γὰρ φλεβῶν ἧπαρ·[*](Hippocrat. de Aliment.) ἀτὰρ ἐν νούσοισι καὶ ἐς ὑγείην πολλόν τι ἰσχυροτέρην ἔχει καὶ τοῦ θανάτου τὴν αἰτίην.[*](I have not ventured to eject ἐς ὑγείην from this clause, as suggested by Wigan and practised by Ermerins.) ὁκόσον οὖν ἧπαρ ἐς ὑγείην κρέσσον, τοσόνδε κάκιον ἐν νούσοισι. καὶ γὰρ ἐπιφλεγμαίνει θᾶσσόν τε καὶ βιαιότερον , καὶ ἀφίσταται ξυνεχέστερόν τε καὶ ὀλεθριώτερον. ἐπὶ σκίρρῳ δὲ ὠκύτερον σπληνὸς καὶ περιαλγέστερον κτείνει. τὰ μὲν οὖν τῆς φλεγμασίης ἐν τοῖσι ὀξέσι ἔλεξα.

ἢν δὲ ἐς πῦον τρέπηται, ὀδύνη ὁξεῖα ἴσχει μέσφι κλειδὸς,

p.77
ἢ ἄκρου ὤμου. ὑπὸ γὰρ τοῦ ἄχθεος ἕλκεται τὸ διάφραγμα, ἐξ οὗ τὸ ἧπαρ ἤρτηται · τὸ δὲ διάφραγμα τὸν ὑπὸ τῇσι πλευρῇσι ὑμένα βρίθει· ξυνῆπται γὰρ αὐτέῳ· ὁ δὲ ἐπὶ τὴν κληῖ¨δα ἠδὲ ἄκρω τῶν ὤμων ἀποτέταται, καὶ τάδε ξυνεφέλκεται κάτω. πῦρ δριμὺ ξὺν Ῥίγεσι ἐπὶ τῇ ἀποστάσει, βὴξ ξηρὴ, οὐ μάλα πυκινὴ, χροιὴ χλοήβαφος. ἢν δὲ κατακορ έως ἔωσιν ἰκτερώδεες , τοῦ λευκοχρόου εἴδεος· ὕπνοι καθαροὶ φαντασίης οὐ μάλα. νηφαλέοι μὲν ἐς πάντα· ἐς ἓν δέ τι τῶν προσκαίρων ἐξαπίνης παρακοπαὶ, καὶ κατεστάθησαν εὐθέως· ὄγκος ὑπὸ τιτθῇσι ἢ πλευρῇσι, ἀπάτη δὲ πολλοῖσι ὅκως περιτοναίου γίγνεται. ἀλλʼ ἢν μὲν ᾖ ὑπὸ τὰς νόθας ὄγκος καὶ ὀδύνη πιεζευμένοις, τὸ ἧπαρ οἰδέει· ἔμπλεων γὰρ ὑγρασίης· ἢν δὲ μὴ ὑπὸ τὸ ὀστέον μίμνωσι οἰδέει[[*](In most of the editions there is the mark of a lacuna before these words; and Ermerins suppresses them altogether, as being redundant. No lacuna appears in any of our British MSS. which I have examined.)], τοῦ ὑμένος τὸ σημεῖον · καὶ τοῦ μὲν περιγραφῇ καὶ τὰ ὅρια δῆλα· μετὰ γὰρ τὴν περιαγωγὴν τῶν λοβῶν ἐς λαγαρὸν τὸ ἐπιγάστριον πιέζουσα χεὶρἱζάνει· περιτοναίου δὲ ἀόριστος ἡ σκληρίη καὶ τοῦ πέρατος ἡ ἀπόφυσις ἀφανής. ἢν μὲν εἴσω ἡ ἀπόστασις Ῥέπῃ, πολλόν τι κρέσσον ἡ φύσις ἰητροῦ· ἢ γὰρ ἐς ἔντερα, ἢ ἐπὶ κύστιν τρέψει τὸ πῦον· ἀσινεστέρη δὲ πολλὸν ἡ ἐς κύστιν ὁδός. ἢν δὲ ἔξω Ῥέπῃ, κακὸν μὲν μὴ τάμνειν. ἤν τε γὰρ οὕτως ἔῃ, ἀνεσθίε ται ὑπὸ τοῦ πύου τὸ ἧπαρ, καὶ οὐκ ἐς ἀμβολὴν ὁ θάνατος. ἢν δὲ θέλῃς τάμνειν, αἱμορραγῆσαι κίνδυνος, καὶ αὐτίκα τὸν ἄνθρωπον ἐκθανεῖν. ἄσχετος γὰρ αἱμορραγίη ἐφʼ ἥπατι. ἢν οὖν ἐς ἀνάγκην τομῆς κατίῃς κοτὲ, καυτῆρα ἔμπυρον διαφανέα πυρῶσαι, καὶ διῶσαι μέσφι τοῦ πύου. τωὐτὸ γάρ σοι τέμνει τε καὶ καίει. καὶ ἢν περιγίγνηται, πῦον ἐκρεύσει λευκὸν, πέπον, λεῖον, κακῶδες, ὅτι παχύ· τοῖσδε καὶ πυρετοὶ καὶ τὰ δεινὰ ξυνδιδοῖ· Ῥηϊδίως τε
p.78
ἀλθέξεται πάντα. ἢν δὲ ἐς ἔντερον τὸ πῦον ἐγχέηται, ἡ γαστὴρ πρώτιστα μὲν ὑδατώδεα διαρρέει· ἔπειτα κρεῶν πλύμασι ἴκελα· αὖθις αὖ δυσεντεριώδεα ὁκοῖα ἐφʼ ἕλκεσι. ἀτὰρ καὶ αἱμάλωψ κοτὲ καὶ θρόμβος ἠνέχθη. φέρεται καὶ χολὴ ξανθὴ κατακορὴς, ἢ πρασοειδὴς, καὶ ὑστάτη ἐς ὄλεθρον μέλαινα.

ἢν δὲ ἀνεκπύητον τὸ ἕλκος γίγνηται, καὶ κακώδεα ἡ γαστὴρ ὁκοῖόν τι σηπεδόνα ὑπάγει, τροφὴ ἄπεπτος διεκθέει ὑπʼ ἀκρασίη ς κοιλίης τε καὶ ἐντέρων. οὐ πέπτει γὰρ αὖθις εὖ ἔχον τὸ ἧπαρ· πῦρ τε ἐπὶ τοῖσδε δριμὺ, καὶ πάντως ἐς κακὸν ἡ τροπή. σαρκῶν ξυντήξιες, σφυγμοὶ σμικροὶ, δύσπνοοι, εὖτε οὐκ εἰς μακρὸν ἐτελεύτ ησαν τὸν βίον. μετεξετέροισι δὲ ἡ δυσεντερίη μὲν καὶ τὸ ἕλκος ἰήθη, ἐς ὕδρωπα δὲ κατέστρεψε ἡ νοῦσος. ἢν δὲ ἅπαντα ξυνδιδῷ, πῦον λευκὸν, λεῖον, ὁμαλὸν, ἄνοσμον γὰρ ἐκρέει, ἡ γαστὴρ πέττειτε τὰ σιτία, εὔελπις ὥνθρωπος.[*](I at first changed ἐκρέει, for which there is no authority in a transitive form, into ἐκχέει. (Ermerins suppresses γὰρ, and further reads διεκρέει, to which, however, there is the same objection as to ἐκρέει.) But, upon second thoughts, by a slight change of the punctuation, I flatter myself that I have brought the text to a passable state.) ἄριστον δὲ διʼ οὔρων κεκρίσθαι· ἀσφαλεστέρη δὲ καὶ ἀσινεστέρη ἡ τῇδε τοῦ πύου ὁδός.

ἢν δὲ ἀπὸ τῆς φλεγμονῆς ἀνεκπύητον ᾖ τὸ ἧπαρ, ἄπονον μὲν οὐ γίγνεται,[*](Ermerins substitutes ἄπονον for ἄπορον, which latter word evidently is wrong. See Wigan.) τὸν ὄγκον τε τὸν σκληρὸν ἷζον εἰς σκίρρον ἱδρύεται. εὖτε πόνος μὲν οὐ ξυνεχὴς, νωθὴς δὲ κἢν παρῇ· ἀραιὴ δὲ καὶ θέρμη· ἀποσιτίη, πικρῶν γευμάτων ἡδονὴ, γλυκέων ἀηδίη, Ῥιγώδεες, ὑπόλευκοι, χλωροὶ, οἰδαλέοι ὀσφὺν καὶ πόδας. πρόσωπα Ῥυσὰ, γαστὴρ ξηρὴ, διαχωρήσιες πυκιναί. κορυφὴ γὰρ τῶν κακῶν ὕδρωψ.

ἐπὶ τῷ ὕδρωπι, ἢν μὲν οὖρα πολλὰ, παχέα, ἐπίδοσιν ἔχοντα πολλὴν ἰλυώδεα καταρραγῇ, ἐλπὶς ἐκρεῦσαι τὸν

p.79
ὕδερον · ἢν δε λεπτὰ καὶ ἀνυπόστα τα καὶ ὀλίγα, τῷ ὕδρωπι τιμωρέει· ἢν δὲ μεταβάλλῃ εἰς τὸ ἀρχαῖον ἡ φύσις, καὶ καταρρα γῇ κοτε εἰς κοιλίην, ἐπὶ πολλοῖσι ὑδατώδεσι καὶ τὸν ὕδρωπα ἰησατο· σφαλερὴ δὲ ἡ τοιαύτη ἐπικουρίη· ἐπὶ γὰρ τῇσι ἀθρόῃσι κενώσεσι ἠδὲ τῇσι ἐσχάτῃσι ξυμπτώσεσι ἐξέθανόν κοτε ὑπʼ ἀδυναμίης οἱ κάμνοντες, ὅκως ἐξ αἱμορραγίης. ἀσινέστερον δὲ λύει ἱδρὼς, ἢν πολὺς ἐκρυῇ. οὐ πάνυ γὰρ ἰκμαλέοι οἱ ὑδρωπιώδεες. ἥδε τῶν ἐν ἥπατι παθέων ἡ τελευτὴ γίγνεται.

ἢν δὲ ἐμπυέῃ τὸ ἧπαρ, --- μείρακες καὶ οἱ μέσφι ἀκμῆς, ἧσσον γυναῖκες· προφάσιες δὲ ἀκρασίη καὶ νοῦσος μακρὴ, μάλιστα ἐπὶ δυσεντερίῃ καὶ ξυντήξεσι. καὶ γὰρ δὴ καὶ τούσδε ἐκίκλησκον ξυντηκτικοὺς, τοὺς ἐπὶ ἕλκεσι ἥπατος ἰσχνοὺς ἀποθνήσκοντας.

σπληνὶ ξύνηθες χρόνιον νόσημα, σκίρρος. ἔμπυος δὲ οὐ Ῥηϊδίως, γίγνεται δʼ οὖν. εὖτε πόνος μὲν οὐ τρηχὺς, ὄγκος δὲ πουλὺς τῆς ἐπιπονίης μέζων· ἐπὶ δεξιὰ γὰρ ὤφθη μέσφι τοῦ ἥπατος ὅλῃ τῇ κοινωνί ῃ ἐποιδέων. τοὔνεκεν πολλοῖσι ἀπάτη γίγνεται, ὡς τοιοῦδε οὐκ ἐόντος σπληνὸς, ἀλλὰ τοῦ ὑμένος πάθεος. τὸ γὰρ περιτόναιον φλεγμάινειν σφίσι δοκέει. ἀπηνὴς δὲ καὶ ἀτέραμνος ὅκως λίθος. τοιόσδε τὰ πολλὰ ἐπὶ σκίρρῳ γίγνεται σπλὴν, εὖτε καὶ ἀπορίη ξύνεστι παντελής.

ἢν δὲ καὶ ἐμπυΐσκῃ, εὐαφὴς μὲν, εἴκων ἐπὶ τῇ θίξι κατὰ κορυφὴν, ἔνθα ἡ τοῦ πύου γέννα· ὅπη δὲ ἀνεκπύητος, οὐκ εἴκει. ἄλλοτε δὲ τῇ κοιλίῃ ἅπας ἐπαιώρηται, τῇδε κἀκεῖσε πρὸς τὰς ἀπώσιας φερόμενος, ἔς τʼ ἂν σμικρότερος ἐὼν χώρην ἐς τὸ ἐμπλώειν ἴσχῃ. ναυτίη, ἀπορίη, μάλιστα πρὸς τῇσι Ῥήξεσι.

p.80

ἐπὶ δὲ τάσιος σημήϊα, πυρετοὶ , πόνοι καὶ Ῥίγεα. τὰ πολλὰ γὰρ ἔασι ἄρριγοι δὲ ἐπὶ βραχείῃ θέρμῃ καὶ ἀνώδυνοι, τῇδε καὶ λέληθέ κοτε ἐς σπλῆνα ἀπόστασις. μανὸν γὰρ καὶ ἐπαναίσθητον καὶ ἐν ὑγείῃ τὸ σπλάγχνον· οἰδαλέοι, ὑδερώδεες, μελάγχλωροι, ξὺν δυσφορίῃ ἡ δύσπνοια ὡς ἀπὸ βάρεος τοῦ θώρηκος. ἐπίδηλον γὰρ τὸ κακόν· ἄχρι τῶν ἄνω γαστὴρ πίμπλαται ὑπὸ πνεύματος παχέος, ὁμιχλώδεος , ὑγροῦ ὡς δοκέειν, οὐκ ἔτʼ ἐόντος ὑγροῦ· βῆξαι πολλὸν θυμὸς ἐγγίγνεται , καὶ βραχέα ξηρὰ βήσσουσι. κοιλίη ἤν τι κάτω φέρῃ ὑδατώδεα, τὸ πρῶτον σμικρὸν ἐπικουφίζουσα· εἰ δὲ ἐπὶ μᾶλλον ἐκδιδῷ, ξυντήκει μὲν τὸν ἄνθρωπον · ὠφελέει δὲ οὐδὲν ἧττον.

ἢν δὲ καὶ ἐκραγῇ, πῦον μὲν καθαρὸν, πέπον ὄυκοτε ἐσσύθη, ὑπόλευκον δὲ καὶ τεφροειδὲς , ἄλλοτε δὲ τρυγῶδες ἢ πελιδνόν · ἢν δὲ καὶ βαθυτέρη ἡ ἀπόστασις γένηται, καὶ μέλαν τὸ ὑγρόν· εὖτε καὶ τοῦ χυμοῦτι τοῦ σπληνὸς ἔξεισι συντακέντος. μετεξετέροισι δὲ καὶ ὅλα μέλεα τοῦ σπληνὸς ἠνέχθη· εὔλυτος γὰρ καὶ φύσι σπλήν· ἢν δὲ καὶ μὴ καθίστηται τὸ ἕλκος, μίμνῃ δὲ ἐς πολλὸν χρόνον, ἀπόσιτοι, καχέκται, οἰδαλέοι, ἰδεῖν ἀπρεπέες, πολυελκέες πάντη· μάλιστα δὲ ἐς κνήμας· στρογγύλα, πελιδνὰ , κοῖλα, Ῥυπαρὰ, δυσαλθέα τὰ ἕλκεα· τῇδε ἐπιξυντακέντες ὤλοντο.

ἐπὶ δὲ σμικρῷ ὄγκῳ μετὰ σκληρίης, ἀντιτυπίης , ἀπονίη· διὰ τόδε πολλὸν χρόνον ζῶσι οἵδε· εἰ δὲ τοῦ πάθεος ἥττηντο, χρεὼν ὕδρωψ, ἢ φθίσις, καὶ τοῦ σκήνεος τηκεδὼν ἐπιγίγνεται· ἀτὰρ ἠδὲ οὗτος ὁ τρόπος τοῦ ὀλέθρου σφέας τοῦ ζῆν ἐξάγει.

παιδία μὲν οὖν καὶ νέοι παθεῖν τε Ῥηΐτεροι καὶ ἀπαλλαγῆναι Ῥηΐτεροι· γέροντες δὲ οὐκ εὐπαθέες μὲν, διαδρῆναι δὲ ἀδύνατοι· ἀτὰρ καὶ πρεσβῦται ἔλαθόν τινες ὑπὸ σπληνὸς διαφθαρέντες . καὶ γὰρ καὶ ἐπὶ σμικρῷ ὄγκῳ τοῦ ὀλίθρου

p.81
σφίσιν ἡ Ῥοπή· φέρει δὲ καὶ νοῦσος μακρὴ, φθινώδης, καὶ νέοισι ἀργίη μάλιστα, ὁκόσοισι ἀπʼ ἀγωνίης, ἢ γυμνασίων πολλῶν, ἄπονοντὸ σῶμα. χωρία ἑλώδεα, ὕδατα παχέα, ἁλμυρὰ, βρωμώδεα· ὡρῶν, τὸ θηριῶδες μετόπωρον.

ἢν χολῆς ξανθῆς, λεκιθώδεος , ἢ κροκοει δέος, ἢ τῆς μελαγχλώρου, ἐς τὸ παντελὲς ἀνάχυσις ἀπὸ τοῦ σπλάγχνου γένηται, τὸ πάθος ἴκτερος κικλήσκεται, χαλεπὸν μὲν ἐν ὀξέσι· οὐ γὰρ μόνον πρὸ ἑβδόμης κτείνει φανὲν, ἀλλὰ καὶ μετὰ ἑβδόμην ἔκτεινε μυρίους · σπανίως δὲ εὖτε ἔκρινε πυρετὸν ἐς τέλος τὸ πάθος, ἀλλʼ αὐτὸς οὐ Ῥηϊδίως λύεται.

Ξυνίστα ται δὲ οὐκ ἐπʼ αἰτίῃ μοῦνον ἥπατος, ὅκως τισὶ τῶν ἰητρῶν δοκέει, ἀλλὰ κοιλίῃ καὶ σπληνὶ καὶ νεφροῖσι καὶ κώλῳ· καὶ ἐφʼ ἥπατι μὲν ὧδε· ἢν φλεγμαίνῃ μὲν ἢ σκίρρον ἴσχῃ τὸ ἧπαρ, ἄτρεπτον δὲ τὸ ἐς ἐργασίην ἔῃ, τίκτει μὲν ἐν τῷ ἥπατι χολὴν, καὶ διακρίνει τήνδε ἡ ἐν ἥπατι οὖσα κύστις· ἀλλʼ ἢν αἱ φέρουσαι ἐς τὸ ἔντερον τὴν χολὴν ὁδοὶ ὑπὸ τῆς φλεγμασίης , ἢ τοῦ σκίρρου φραχθῶσι, πλημμυρῇ δὲ ἡ κύστις, παλίσσυτος ἡ χολή· τῷ αἵματι οὖν μίσγεται. τὸ δὲ αἷμα, ἐς πᾶν τὸ σκῆνος φοιτέον, ἄγει τὴν χολὴν παντὶ τῷ σώματι· γίγνεται δʼ ἡ ἰδέη χολῆς· λευκὰ δὲ καὶ ἀργιλώδεα τὰ σκύβαλα · οὐ γὰρ γίγνεται χολήβαφα, ὅτι περ οὐκ ἴσχει τοῦ χυμοῦ τὴν ἐπιρροήν · τῇδε καὶ γαστὴρ ἐπίξηρος · οὔτε γὰρ ὑγραίνεται οὔτε δάκνεται χολῇ· χροιὴ δὲ τοῦ λευκοχλώρου εἴδεος.

ἐπὶ σπληνὶ δὲ ἢν ἴκτερος φανῇ, μελάγχλωρος· μέλαινα γὰρ αὐτέου ἡ τροφὴ, ὅτιπερ ἐκμαγεῖόν ἐστιν αἵματος μέλανος, οὗ τὴν ἀκαθαρσίην ἐοῦσαν οὐ δέχεται, οὐδὲ ἐκπονέει νοσέων ὁ σπλήν· ἡ δὲ ξὺν τῷ αἵματι πάντη φοιτῇ. διὰ τόδε μελάγχλωροι ἀπὸ σπληνὸς ἰκτέρου · ἀτὰρ καὶ ἐπὶ τοῖσι

p.82
σκυβάλοισι τοῖσι ξυνήθεσι, ἔτι καὶ μελαντέρη χροιή. τῆς γὰρ σπληνὸς τροφῆς τὸ περιττὸν ἐς ἔξοδον περίττωμα γίγνεται.

καὶ ἐπὶ κώλῳ καὶ γαστρὶ ἴκτερος, ἤνπερ εἰς πέψιν ἡ γαστὴρ καὶ τὸ κῶλον κακωθῇ· καὶ γὰρ καὶ ἐν κώλῳ πέψις, καὶ ἀπὸ τοῦδε ἡ ἐς τὸ ἧπαρ ἀναγωγὴ τροφῆς. ἢν οὖν ὠμοτέρην τὸ ἧπαρ τὴν ἄλλην τροφὴν λάβῃ, τὴν μὲν ἰδίην ἐργασίην πονέει, τὴν δὲ ὀθνείην ἐᾷ.[*](Although I have adopted Ermerins’ change of ὠμότερον into -ην, I must say I am still not satisfied with this sentence.) τὸ γὰρ ἐν τῇ ἀναδόσι αἷμα τὴν ἀεργίην τὴν τοῦ κώλου ἐπέχον διασπείρει παντὶ χεόμενον· ἀπεψίη δὲ ἡ ἐν κώλῳ χολῆς ἐστι ἐργασίη.[*](This sentence is evidently in an unsatisfactory state.)

ὧδε καὶ ἐπὶ παντὶ γίγνεσθαι σπλάγχνῳ δυνατὸν ἴκτερον, οὐ μόνον τῶν ἐς τὸ ἧπαρ πεμπόντων τροφὴν, ἀλλὰ κἢν ἀπὸ ἥπατος λαμβάνῃ. οὐ γὰρ ὀχετοῖσι αἰσθητοῖσι μοῦνον ἡ φύσις παντὶ διαπέμπει τὴν τροφὴν, ἀλλὰ πολλῷ πλέον ἀτμοῖσι, οἵπερ ἀπὸ παντὸς εἰς πᾶν ἐνεχθῆναι Ῥηΐδιοι, τῆς φύσιος αὐτοὺς καὶ διὰ στερεῶν καὶ πυκινῶν ἀγούσης · γίγνονται οὖν οἱ ἀτμοὶ χολόβαφοι, καὶ χρώζουσι, ᾗ ἂν ἵζωσι τοῦ σώματος. οὐ μὴν ἐπὶ κώλῳ ἡ τῆς κοιλίης ἔκκρισις λευκή. ἀσινὲς γὰρ τὸ ἧπαρ ἐς γένεσιν, καὶ ἐκροὴν ἴσχει ἐπὶ ἔντερα χολῆς.

δυνατωτάτη δὲ καὶ ἡ ἐπὶ τῷ παντὶ ἕξις ἴκτερον τεκεῖν. ἴσχει γὰρ καὶ ἐν ὅλῳ τὴν αἰτίην. ἔστι δὲ τοιήδε· παντὶ μὲν τὸ θερμὸν ἐς πέψιν, παντὶ δὲ ὑγρῶν γέννα καὶ διάκρισις, ἄλλων μὲν ἄλλη, ἑκάστῳ δὲ οἰκείη· ἐν σαρκὶ μὲν ἱδρῶς, ἐν ὀφθαλμοῖσι δὲ δάκρυον, ἐν ἄρθροισι δὲ καὶ Ῥινὶ μύξη, ἐν ὠσὶ κυψελίς. ἢν οὖν ἐς ἕκαστον ἔργον τὸ θερμὸν ἐγκάμῃ, αὐτὸ μὲν ἐς δριμὺ καὶ πυρῶδες ἐτράπη· τὰ δὲ ὑγρὰ πάντα γίγνεται χολή· πυρὸς γὰρ ἔργα πικρὰ καὶ χολόβαφα. ἢν δὲ

p.83
καὶ ἐν αἵματι ἀπεψίη ξυμβῇ, γίγνεται τὸ αἷμα χολοειδὲς, σκίδναται δὲ παντὶ τρέφον· διὰ τόδε παντὶ φαίνεται χολή· δεινὸν μὲν γὰρ τὸ πάθος, φοβερὴ δὲ ἡ χρόη εἴδεϊ, καὶ χρυσοει δέες ἔασι τὴν χροιήν· οὐ γὰρ ἀνθρώπῳ εὐπρεπὲς ὅ γε ἐν λίθῳ καλὸν ἔῃ· περιττὸν δέ μοι φράζειν καὶ πόθεν τοὔνομα, πλὴν ὁκόσον τῶν χερσαίων ἰκτίδων τῶν τετραπόδων θηρίων, τοιοῖσι δὲ ἔασι οἱ ὦπες ὁ ῖοίδε.

εἴδεα τοῦ πάθεος δοιά. ἢ γὰρ ἐς τὸ ξανθὸν καὶ τὸ κροκῶδες ἐτράπη τοῦ λευκοχλώρου εἴδεος, ἢ ἐς τὸ πελιδνὸν καὶ μέλαν. τῶνδε μέντοι ἡ αἰτίη ἡ δὴ καὶ χολῶν ἐστι αἰτίη· καὶ γὰρ καὶ τῆσδε ἡ μὲν ξανθὴ, λεπτὴ, διειδὴς, λευκοτέρου εἴδεος, ἡ δὲ κατακορὴς, ὡς κρόκον, ἢ λέκιθον φάναι, τοῦ αὐτοῦ εἴδεος.[*](The text here given, is as amended by Petit and Ermerins. In the MSS. it is much vitiated.) δευτέρη δὲ μελαντέρης χροιῆς, πρασίζουσα , ἰσσατώδης, μέλαινα · μυρίαι δὲ ἐν μέσῳ τῶν χροιῶν παραλλαγαί · παρὰ δὲ τὸ θερμὸν τουτέων καὶ τὰ ὑγρὰ ἡ τροπή. ἀλλὰ καὶ τὰ σπλάγχνα τοῦδέ ἐστι αἴτια· ἢν ᾖ ξανθὸν, ὡς τὸ ἧπαρ· ἢ πελιδνὸν, ὡς ὁ σπλήν· ἢν μὲν ἐπὶ σπλάγχνῳ τινὶ ἴκτερος γένηται, ἐπὶ ἥπατι μὲν, τὰ ἥπατος προφανέα · ἐπὶ δὲ σπληνὶ, τὰ σπληνός. ἕκαστα δὲ τὰ τῶν ἄλλων ἑκάστου · ἢν δὲ μηδενὸς φαίνηται, τῆς ὅλης ἕξιός ἐστι ἡ πάθη. διαφανῆ δὲ κατὰ τὰ λευκὰ ἐν τοῖσι ὀφθαλμοῖσι·[*](The common reading, διαφανῆ δὲ καὶ τὰ ἐν τοῖσι λευκοτάτοισι ὀφθαλμοῖσι, being evidently at fault, I have not scrupled to adopt the conjectural emendation of Ermerins.) μετώπου δὲ, πρὸς κροτάφοισι μᾶλλον· τοῖσι λευκοῖσι φύσι, καὶ ἐπὶ σμικρῷ ἰκτέρῳ ἡ χροιὴ μέζων ἐπανθέει.

Ὁκόσοισι μὲν οὖν μέλας ὁ ἴκτερος, χροιῇ μελάγχλωροι, Ῥιγώδεες, ἀδρανέες, ὄκνῳ εἴκοντες, ἄθυμοι, βρωμώδεες δὲ τὴν ὀσμὴν, πικροὶ δὲ τὴν γεῦσιν, τὴν ἀναπνοὴν οὐκ εὔκολοι, γαστρὶ δακνώδεες, διαχωρήματα πρασοειδέα, ὑπομέλανα, ξηρὰ, μόλις διαχωρούμενα, οὖρα κατακορέα ἐπὶ τὸ μελάντερον.

p.84
ἄπεπτοι , ἀπόσιτοι, ἄγρυπνοι, ἄθυμοι, μελαγχολώδεες.

ἐπὶ δὲ τὸ λευκότερον , χροιῇ μὲν λευκόχλωροι, γνώμῃ δὲ φαιδρότεροι· σιτίων ἄρξασθαι μὲν ὀκνηροὶ, ἐμφαγεῖν δὲ οὐκ ἀγενεῖς, πέψαι Ῥηΐδιοι τῶν πρόσθεν μᾶλλον· διαχωρέουσι λευκὰ, ξηρὰ, ἀργιλώδεα · οὐρέουσι ξανθὰ, ὠχρὰ, κροκοειδέα.

ἀμφοῖν δὲ τὸ ξύμπαν σῶμα κνησμῶδες· θέρμη ἀνὰ Ῥῖνας σμικρὴ μὲν, δακνώδη ς δέ. ἀμύσσον τὸ χολῶδες · γεῦσις μὲν πικρῶν οὐ πικρὴ, τὸ θωῦμα, οὐ μὴν γλυκέη· γλυκέων δὲ πικρή. ἡ γὰρ ἐν τῷ στόματι χολὴ ἐνίζουσα τῇ γλώσσῃ, ἐπίπροσθεν τῶν ἐδεστῶν ἐντυγχάνουσα, τὴν αἴσθησιν σοφίζεται τήνδε. ἡ γὰρ γλῶσσα ἀναπιοῦσα τῆς χολῆς τῆσδε, οὐκ ἐκείνων αἰσθάνεται · καὶ τὸν μὲν πρόσθεν τὸν τῆς ἀποσιτίης χρόνον ἀτρεμέει ἡ χολὴ, ἀτὰρ οὐδὲ ἡ γλῶσσα τῷ ἤθεϊ ἄχθεται · ἢν δὲ ἀναζέσῃ γεύμασι ἐπίπροσθεν τῶν ἐδεστῶν τὴν γλῶσσαν ἥδε κινέει.[*](The common reading, κενεὴν, having scarcely any meaning. I have adopted that of Ermerins, previonsly suggested by Petit. Wigan reads, οἴδε κινέειν, which also is not unsuitable.) ἤν τε οὖν πικρὸν ἔῃ σιτίον, πικρῶν αἴσθησις· ἤν τε γλυκὺ, χολώδεος· φθάνει γὰρ ἡ αἴσθησις τῆς χολῆς· ἀπάτη δὲ ξύνεστι τοῖσι ἡγευμένοισι τὰ πικρὰ γλυκέα φαίνεσθαι. οὐ γὰρ οὕτως ἔχει. ἀλλʼ ὅτι μὴ ἐπὶ τῷ ἰζαίνοντι πικρῷ πικράζεται, μόνον διὰ τὸ ξύνηθες τῆς νούσου, φαντασίη γλυκάζοντος γίγνεται. ἡ ὠυτὴ δὲ κατάστασις καὶ ἐν γλυκέσι καὶ πικροῖσι γεύμασι · ἀπατηλῶν ἄρα γευμάτων προκάλυμμα ἡ χολή.

ἢν μὲν οὖν μὴ ξύν τινος σπλάγχνου θερμασίῃ φανῇ, ἀσινὲς μὲν ὡς ἐπίπαν, μακρότερον δέ· ἢν δὲ καὶ ἐγχρονίσῃ καὶ ἐπιφλεγμαίνῃ σπλάγχνον, ἐς ὕδρωπα τὰ πολλὰ καὶ καχεξίην τελευτᾷ. πολλοὶ δὲ καὶ δίχα ὕδρωπος ἐκτακέντες ὤλοντο. ξύνηθες δὲ μειρακίοισι, νέοισι, καὶ τοῖσι δὲ ἀσινέστερον·

p.85
παιδίοισι δὲ, οὐκ ἄηθες πάγχυ· οὐ πάντη δὲ ἀσφαλές.

ξυμπάντων ὁμοῦ παθέων καχεξίη τροπή. ἅπασαι γὰρ αἱ νοῦσοι τῆσδε ἀποτόκοι. ἀτὰρ καὶ ἥδε μούνη ἄνευθεν τῶν ἄλλων, φαρμάκων ἐπίδοσιν ἔχουσα πολλὴν, ἰλυώδεα κατὰ πρώτιστα γίγνεται πάθος.[*](It appears to me most remarkable, that all the editors should have pronounced this passage thoroughly corrupt, and in particular that Ermerins should have gone the length of ejecting the greater part of the last clause altogether from the text. He reads thus: ἀτὰρ καὶ ἥδε μούνη ἄνευθεν τῶν ἄλλων κατὰ πρώτιστα γίγνεται πάθος. This is truly an heroical way of solving the Gordian knot! I flatter myself I have unravelled all the intricacies of the noose by a much more lenient process; namely, by merely shifting the accent of ἀπότοκοι to the penult syllable, as suggested by Petit, and placing the comma [,] before ἰλυώδεα, instead of after it, as it stood in the former editions, and putting a comma after ἄλλων, for which I have the authority of wigan. I do not hesitate to affirm, that φαρμάκων and the other words connected with it are indispensable to the full signification of the passage, as any one may be convinced who will compare the account of Cachexia given by other authors. Thus, among the causes of Cachexia enumerated by Caelius Aurelianus, we find item ex medicaminibus saepissime potatis — and curatione mala medicantis. Tard. Pass. iii. 6. And much in the same style Celsus, treating of Cachexia, says: quod fere fit, cum longo morbo vitiata corpora, etiamsi illo vacant, refectionem tamen non recipiunt; aut cum malis medicamentis corpus affectum est. iii. 22.) καὶ ἕξις μὲν κακὴ σχέδιος ξυνὴ πάντων, καὶ ξυμπτώματα πολλὰ, καὶ οὔνομα τόδε ξύμβολον· ἰσχνότης δὲ ἢ ὦχρος ἢ οἷδος καὶ εἴ τι ἕτερον πρόσκαιρον ἀνὰ τὸ σῶμα· καχεξίη δὲ ἑνὸς μεγάλου πάθεος ἰδέη, καὶ τοῦδε τοὔνομα · ἡ γὰρ τοῦ ἀνθρώπου ἐς τὰ πάντα εὐεξίη, καὶ ἡ ἐς πέψιν ἢ ἐς ἀνάδοσιν αἵματος γέννα· ἠδὲ πᾶν ἔργον φύσιος, ἐφʼ οἷσι εὔπνοια, εὐτονίη, εὐχροίη, τὸ πρόσθεν ὑγείη. ἢν δὲ ἐς ἀσθενίην κακοχυμίης ἡ φύσις τραπῇ, τόδε ἐστὶν ἡ καχεξίη.

Ἡ νοῦσος ἥδε δυσαλθὴς, ἠδὲ μήκιστον κακόν. καὶ γὰρ

p.86
τίκτεται χρόνῳ μακρῷ, καὶ οὐδὲ ἐπὶμιῇ τοῦ σώματος κακίῃ, καὶ οὐδὲ ἐπὶ σπλάγχνῳ ἑνί· ἀλλὰ γὰρ τῶν ἁπάντων τροπῇ ἐς πονηρόν. τοιγαροῦν τὰ ἀπότοκα τοῦδε νοσήματα ἄφυκτα γίγνεται, ὕδρωπες , ἢ φθίσιες, ἢ ξυντήξιες. καὶ γάρ τοι καὶ τῆς καχεξίης προφάσιες ἀδελφαὶ τῆς ξυντήξιος ἔασι· ἡ δὲ νοῦσος μακρὴ δυσεντερίη ξυνεχής · νούσων ὑποστροφσαὶ ἐνίοισι. εὐσιτίη μὲν γὰρ, — καί τοι καὶ προσφέρονται πολλά, — ὠμῶν δὲ καὶ ἀτρέπτων ἡ ἀνάδοσις. ἐργασίη γὰρ τροφῆς ἡ ἐς πέψιν, ἄπορος.

αἰτίη δὲ καὶ αἱμορροΐδων Ῥόου ἐπίσχεσις, ἢ ἐμέτων ξυνήθων ἀπαλλαγή · γυμνασίων ἀργίη, αὐασμὸς ἱδρώτων, καὶ μεγάλων πόνων Ῥαθυμίη · εὖτε τῶν παρεόντων ἕκαστον, ὡς τὸ μηδὲν, οὐκ ἐπιστρέφει,[*]( I do not think myself warranted in adopting the text in this place as it is remodelled by Ermerins. Even as altered by him, it appears to me to be in a most unsatisfactory state.) βάρος τοῦ σκήνεος, ὦχρος ἄλλοτε καὶ ἄλλοτε, γαστὴρ φυσώδης, ὀφθαλμοὶ κοῖλοι, ὕπνοι βαρέες, νωθροί. ἀλλὰ τάδε, Ῥεμβώδεα μὲν γιγνόμενα, νούσου ἀπιστίην ἴσχει· ἢν δὲ Ῥιζώσαν τα μίμνῃ, μηδὲ ἀπιέναι ἐθέλῃ, μεγάλου κακοῦ ἐστι σύμβολα. ἑσταότες μὲν οἰδαλέοι πόδας τε καὶ κνήμας, κατακλινόμενοι δὲ τὰ κεκλιμένα μορία· κἢν ἐναλλάξῃ τὴν κατάκλισιν , τὸ οἶδος ἐπʼ ἐκεῖνα φοιτῇ· ὑγροῦ τε καὶ ψυχροῦ ἐς τὸ βάρος περίοδος. ἢν γὰρ ἡ θέρμη τὸ ὑγρὸν ἐξατμίζῃ, τοῦδε οὐκ ἀναχεομένου, εἶτα καταρρέει. εὔσιτοι μὲν πολλῶν σιτίων, ἀδηφάγοι κάρτα. ἀνάδοσις ταχυτέρη πέψιος, ὠμοτέρων μᾶλλον ἢ ἀπέπτων. ἐξανέργαστον δὲ ἡ θρέψις. ἀλλὰ τόδε οὐκ ἐν τῷ ὅλῳ πέσσεται ὑπὸ τῆς φύσιος. ἡ γὰρ ἐν τῇ κοιλίῃ τοῦ θερμοῦ ἀτονίη, καὶ ἐν τῷ σκήνεϊ, ὁμοίη. τοιγαροῦν οὐδὲ χρηστὸν, οὐδὲ εὔχρουν αἷμα γίγνεται.

καὶ ἐπὴν ὠμῶν ὅλον τὸ σῶμα πλησθῇ, καὶ ἡ ἐς τὰ σιτία ὄρεξις οἴχηται, καὶ τῆς καχεξίης ὧδε μέσφι στομάχου

p.87
νεμομένης, καὶ τοῦ πάθεος κορυφὴν ἴσχοντο ς ἤδη, οἰδαλέοι μὲν, ἀδρανέες δὲ, καὶ ἐς πᾶσαν πρῆξιν ἄθυμοι. κοιλίη δὲ ξηροτέρη. ἄχολα τὰ πολλὰ καὶ λευκὰ, τρηχέα, καὶ ὠμὰ διαχωρέουσι. τὸ σκῆνος αὖοι, ἀνίδρωτες, κνησμώδεες , ὕπνος ἑδραῖος μὲν οὐδαμῆ, κεκλιμένῳ δὲ νυσταγμός. βραδύπνοοι , σφυγμοὶ ἀμαυροὶ, ἀσθενέες, πυκνοί· πυκνότατοι δὲ ἐπὶ πάσῃ καὶ σμικρῇ πρήξι. ἆσθμα δὲ ἐπὶ τοῖσδε ἡ ἀναπνοή· φλέβες ἐπὶ τοῖσι κροτάφοισι ἐπῃρμέναι ἀσαρκίῃ τῶν πέριξ, ἀτὰρ καὶ ἐπὶ τοῖσι καρποῖσι πολὺ μέζονες διοιδέουσαι, μελάγχλωρον τὸ αἷμα. ἐπὶ τοῖσδε φθίσις, ἢ σύντηξις ἀνὰ σάρκα ὕδρωπα, ἤ τινα ἀσκίτην ἤγαγε. καὶ τῶνδε ἄφυκτος ἡ γέννα.

φέρουσι δὲ ἡλικίαι, γῆρας, καὶ οὐκ ἀποδιδρήσκουσι· παῖδες ταχὺ παθεῖν τε εὔκολοι καὶ ἀπαλλαγῆναι Ῥηΐτεροι· ἀκμάζοντες οὐ πάγχυ μὲν παθεῖν ἕτοιμοι · οὐ πάμπαν δὲ ἀπαλλαγῆναι εὔκολοι. ὥρη δὲ οὔ μίη φέρει τόδε, οὐδὲ ἐς μίην τελευτᾷ · ἀλλὰ φθινόπωρον μὲν κύει, χειμὼν τιθηνεῖ, ἔαρ δὲ ἐς κορυφὴν τελεσφορεῖ , θέρος δὲ κτείνει.