De causis et signis diuturnorum morborum libri duo

Aretaeus of Cappadocia

Aretaeus. The Extant Works of Aretaeus, The Cappadocian. Adams, Francis, editor. Boston, MA: Milford House, Inc., 1972 (reprint); London: Sydenham Society, 1856.

ὕδρωψ ἀτερπὲς μὲν ἐσιδεῖν πάθος, χαλεπὸν δὲ καὶ παθεῖν. διαδιδρήσκουσι γὰρ τόδε πάγχυ παῦροι ὑπʼ εὐτυχίης, καὶ θεῶν μᾶλλον ἢ τέχνης· τὰ γὰρ μέζονα πάντα ἰῶνται μοῦνοι θεοί. ἢ γὰρ ἐν σπλάγχνῳ καιρίῳ νόσημα φωλεῦσαν ἔτρεψε ἐς καχεξίην τὸ πᾶν, ἢ τὸ ξύμπαν σκῆνος λοιμοῦ κατάρξαντος ἐς κακοχυμίην ἤμειψε τὰ σπλάγχνα · εὖτε ἀλλήλοισι ἄμφω ἐς τὸ κακὸν ξυντιμωρέει, ἀσινὲς δὲ οὐδὲν, ἐξ οὗπερ καὶ σμικρὴ τῇ φύσι γίγνοιτο ἂν ἐπικουρίη· ἔστι δὲ ἐς ἐπομβρίην Ῥεῦμα ψυχρὸν, παχὺ, ὁκοῖον ἡ ὀμίχλη τῷ παντί.[*](Petit and Wigan suggest πνεῦμα instead of Ῥεῦμα; but the former reading is defended by Ermerins. Though the general import of the passage be obvious, there is still something unsatisfactory in the language. Of course, reference is here made by our author to the saying of Heraclitus, as told by Diogenes Laertius. The philosopher having become dropsical, proposed a riddle to his physicians: — if from rainy weather they could make dryness — εἰ δύναιντο ἐξ ἑπομβρίης αὐχμὸν ποιῆσαι.) ἢ τροπὴ ὑγρῆς καὶ ψυχρῆς αἰτίης, ἐς τοιήνδε ἕξιν ἑτεροιούσης τὸν ἄνθρωπον. οὐ γὰρ τὸ ἐν τῇ κολίῃ τῇ κάτω ἁλιζόμενον ὑγρὸν ὕδρωπα καλέομεν, ἐπεὶ οὐδὲ τὸ πάθος τῇδέ ἐστι, ἀλλʼ

p.92
ὅτε ξυμπαρομαρτέει τῇ νούσῳ ὁ ὄγκος, τὸ οἶδος, ἡ χροιὴ, ἠδὲ ἐς τὸ ὕδωρ ξυντήκουσα ἕξις, ὕδρωψτέ ἐστι καὶ καλέεται. κἢν γὰρ ἐκραγῇ κοτε τὸ ὕδωρ αὐτομάτως ἔξω, ἢ ταμών τις τὸ ὑποχόνδριον ἐκχέῃ, ἐφʼ ἕδρης ἔασι οἱ ὑδρωπιώδεες . ἡ μὲν οὖν πρωτίστη αἰτίη καχεξίη.

ἰδέαι δὲ πλεῦναι, ἧς ἀτὰρ ὄνομα ἕτερον καὶ ἕτερον. ἢν μὲν γὰρ ἡ παρέγχυσις ἔνυγρος ἐν τῇσι λαγόνεσι ἐμπλώῃ, καὶ ἀπὸ τῆς πρήσιος ἐν τοῖσι πατάγοισι δοκέῃ πως τυμπάνῳ, τυμπανίης κικλήσκεται. ἢν δὲ ὕδωρ ἅλις ἐς τὸ περιτόναιον ἐμπεριέχηται, ἐμπλώῃ δὲ τῷ ὑγρῷ τὰ ἔντερα, καλέομεν ἐπίκλησιν ἀσκίτην. ἢν δὲ αἱ λαγόνες μὲν μηδὲν τουτέων ἴσχωσι, τὸ πᾶν δὲ παροιδαίνῃ σκῆνος, ἢν μὲν ἐπὶ λευκῷ φλέγματι καὶ παχέϊ καὶ ψυχρῷ, φλεγματίης καλέεται. ἢν δὲ ἐς χυμὸν αἱμάλωπα, ὑδατώδεα, λεπτὸν, συντακῶσι αἱ σάρκες, ἀνὰ σάρκα γίγνεται ὕδρωψ· κακὴ μὲν ἡ ἑκάστου ξύστασις. κακίων δὲ πολλόν τι ἡ τῶνδε ἐπιμιξίη.[*](I have followed Crassus, Petit, and Wigan in suppressing οὐ before κακίων; and am surprised that Ermerins should have persisted in retaining the negative.) τῶνδε γὰρ ἀμφὶ τὰς λαγόνας εἷς ἑνὶ τῶν ἀνὰ τὸ πᾶν ξυμβῇ γέ κοτε· χαλεπώτατος δὲ, ἢν ὁ τυμπανία ς τῷ ἀνὰ σάρκα μιχθῇ. καὶ γὰρ ἰδίῃ τῶν μὲν ἀμφὶ τὰς λαγόνας, ἀσκίτου τυμπανίας χερείων, τῶν δὲ ὅλου τοῦ σκήνεος ὁ λευκοφλ εγματίας τοῦ ἀνὰ σάρκα μείων· ἐπιεικὴς μὲν ὦν, ἐν ἀπελπίστοισι, ἢν ὁ μείων ξυστῇ τῷ μείονι· κακίων δὲ εἴ τις τῶν μειόνων ἑνὶ τῶν μεζόνων ἐς τὠυτὸ ξυμβῇ· ἢν δὲ ἐς ἄκρας ἡ μίξις ἅμʼ ἥκηται δυοῖν μεγάλοιν, μέζον κακὸν τὸ ἔκγονον.

σημεῖα δὲ μέγιστα καὶ Ῥήϊστα ἰδεῖν καὶ θιγέειν καὶ εἰσακοῦσαι · ἐπὶ μὲν τῷ ἀσκίτῃ ἰδέειν ὄγκον ἐν τῇσι λαγόσι, οἶδος ἀμφὶ τὼ πόδε· πρόσωπα δὲ καὶ βραχίονες καὶ τὰ ἄλλα ἰσχνὰ, οἰδέουσι ὄρχιές τε καὶ πόσθη, καὶ ὁ ξύμπας καυλὸς σκολιὸς ἐξ ἀνίσου τοῦ οἴδεος. θίγειν ἠδὲ ἐρείσαν τά πη τὴν

p.93
χεῖρα κατὰ λαγόνα[*](I have followed Wigan and Ermerins in adopting this reading, instead of κατὰ λόγον; which, however, does not seem to me so unsuitable as they represent.) εἰσωθεῖν· τὸ γὰρ ὑγρὸν ἐπὶ τὰ ἄλλα μέρεα μεταρρέει· ἀτὰρ καὶ ἐν τῇσι τοῦ ἀνθρώπου τῇδε ἢ τῇδε ἐπιστροφῇς ι, ἐς τὰς μετακλίσιας τὸ ὑγρὸν, ὄγκον τε καὶ κλύδωνα ποιέει, ἐσακούειν τε καὶ τοῦ κλύδωνος· ἀλλὰ κἤνπη τὸν δάκτυλον ἐρείσῃς, ὁ χῶρος γίγνεται κοῖλος, ἐς χρόνον τε πουλὺν μίμνει κοῖλος. τάδε μὲν τὰ ἀσκίτου.

τυμπανίης δὲ πρὸς τῇ τοῦ ὄγκου θέῃ καὶ ἀκοῦσαί ἐστι δονέων. ἢν γὰρ πατάξῃς τῇ χειρὶ, τὸ ἐπιγάστριον δονέει, οὐδὲ μεταχωρέει τὸ πνεῦμα ἐν τῇσι ἐπιστροφῇσι. πνεῦμα γὰρ, κἢν μετακλιθῇ τὸ ἀμπέχον ἄνω τε καὶ κάτω, ἴσον πάντη μένει· ἢν δὲ ἐς ὀμίχλην καὶ ὕδωρ τρέπηται τὸ πνεῦμα, (καὶ γὰρ ἀσκίτης ἀπὸ τυμπανίου,) ἀμείβεται μὲν, ἢν μὴ ἐς τέλος τραπῇ κοτε, ἡμιτελὴς μεταρρέων.

Ὁδὲ ἀνὰ σάρκα ἠδὲ τοῦ λευκοῦ φλέγματος, τὰς μὲν λαγόνας ἴοχοσι κενεὰς, οἰδαλέο ἔασι καὶ πρόσωπα καὶ βραχίον ας· ἀτὰρ ἠδὲ ὁκόσα τοῖσι ἄλλοισι κενεὰ, τοῖσδε γίγνεται πλήρεα φλέγμα μεν γὰρ λευκὸν ἐπὶ τῷ λευκῷ φλεγματίᾳ συνίσταται , ψυχρόν τε καὶ παχύ· τοῦδε ἐμπίπλαται τὸ πᾶν, οἰδαίνει δὲ τὸ πρόσωπον, αὐχήν τε καὶ βραχίονες· παχὺ δὲ τὸ ἐπιγάστριο ν ἀπὸ τοῦ οἴδεος· μαζοὶ δὲ ἐς ὄγκον αἴρονται, ὁκόσοι νέοι ἀκμὴν ὄντες ἐν εὐτυχίῃ τῆς ἡλικίης · ἐπὶ δὲ τῷ ἀνὰ σάρκα τηκεδὼν τῆς σαρκὸς ἐς χυμὸν σαρκοει δέα , ἰχώρτε αἱμάλωπος, ὁκοῖος Ῥέει ἀπὸ ἐντέρων ἕλκεσι· τοιόσδε καὶ ἐπὶ θλάσμασι ἀπὸ βάρεος ἐμπεσόντος, ἢν τάμῃς τι ἐπιπολῆς, ὁ χυμὸς ἐκρέει· ἡ δὲ τῶν δυοῖν ἐπιμιξίη ἀμφοῖν ἴσχει τὰ σημήϊα.

ξύμπασι δὲ ὁμοῦ ξύνεστι, ὦχρος, δύσπνοια, βὴξ, ἄλλοτε καὶ ἄλλοτε νωθέες, ὄκνος πουλὺς, ἀπόσιτοι · ἢν δέ τι προσαίρωνται, κἢν βραχὺ καὶ ἄφυσον, φυσώδεες, διατάσιες ὡς ἀπὸ

p.94
πλησμονῆς· ἄνικμοι, διὸ οὐδὲ ἐπὶ λουτροῖσι ἰκμαλέοι. λευκοὶ, γυναικώδεες· οἱ δὲ ἀνὰ σάρκα, μελάγχλωροι, μελανόφλεβες. ἀσκίτῃσι μὲν καὶ τυμπανίῃσι ἐπιφανέες καὶ ἐν προσώπῳ[*](This is the reading suggested by Wigan in place of εὐπρόσωποι.) καὶ καρποῖσι καὶ ἐπιγαστρίῳ. ἐπὶ δὲ τοῖσι ἀνὰ σάρκα καὶ τῷ φλεγματίῃ οἴδεϊ ἅπαντα κρύπτεται, ὕπνοι βαρέες, νωθροὶ, σμικροὶ, ἀψυχίη, σμικρολογίη, φιλοζωΐη. καρτερίη οὐκ ἀπʼ εὐθυμίης καὶ εὐελπιστίης ὅκως τοῖσι ἐν εὐτυχίῃ, ἀλλʼ ἐξ αὐτέου τοῦ πάθεος· οὔτι φατὸν τὴν αἰτίην, θωυμάσαι δὲ τόδε μέγα, ἐπὶ μέν γε ἄλλοισι οὐ πάμπαν ὀλεθρίοισι οἱ νοσέοντες ἄθυμοι, κατηφέεσς, ἐράται τοῦ θανάτου · ἐπὶ δὲ τισι εὐέλπιδες καὶ φιλόζωοι γίγνονται. ἄμφω δὲ τὰ ἐναντία τίκτουσι αἱ νοῦσοι.

γίγνεται ὕδρωψ καὶ ἐξαπίνης κοτὲ ἐπʼ ἀθρόῃ ψυχροποσίῃ, ἢν ὑπὸ δίψιος· χανδὸν πολὺ ψυχρὸν ἐγχέ ὕδωρ, οἶτα τὸ ὑγρὸν ἐς περιτόναιον ἐνεχθῇ διʼ ἃ δὲ τῇσ͵ʹ κοιλίῃσι τὸ ἔμφυτον θερμὸν κατεψύχθη, ἔπειτα εἰς τοὺς κενεῶνας σταγόνες ἐκρέουσι, αἳ πρόσθεν εἰς διαπνοὴν ἐξηερούμεναι διεφοροῦντο. τόδε οὖν εἰ γίγνεται, Ῥηϊτέρη ἡ τ ῶνδε ἴησις, πρίν τι τῶν σπλάγχνων ἢ ὅλον τὸν ἄνθρωπον παθεῖν. ἀτὰρ ἠδὲ ἔδεσμα φυσῶδες καὶ ἀπεψίη καὶ βούπρηστις ἔτεκον ὕδρωπας.

ἔστι δὲ ξυνὸν πάντων τὸ κακὸν, ἀνδρῶν, γυναικῶν, ἡλικίης πάσης, ὁκόσον ἄλλοι ἐς ἄλλο εἶδος ἔασι ὡραῖοι, ἀνὰ σαρκα παῖδες ἠδὲ τοῦ λευκοῦ φλέγματος· νέοι δὲ μέχρι ἀκμῆς, οἱ κατὰ λαγόνας πλήσμιοι · γέροντες μὲν πάντα παθέεειν ἐτοῖμοι, ἀπόθερμοι· ψυχρὸν γὰρ τὸ γῆρας· ἀλλʼ ἐς ὑγροῦ πλῆθος ἔασι ἀναίτιοι. τοῖσδε οὖν τυμπανίης ξυνήθης.

ἅπαντα μὲν οὖν πονηρὰ τὰ εἴδεά ἐστι·[*](The text is not in a satisfactory state; but yet I cannot bring myself to adopt the multifarious alterations introduced by Ermerins.) ὕδρωψ γὰρ πάντων τῶν νοσημάτων κακόν· ἀλλὰ τουτέων λευκοφλεγματίης

p.95
μὲν εὐηθέστερος. πολλὴ γὰρ καὶ ποικίλη ἐπὶ τοῦδε ἡ εὐτυχίη ἱδρῶτος ἢ οὔρων, ἢ κοιλίη κοτὲ ἐπʼ αὐτέοις κατερράγη, λυομένης ἤδη τῆς τοῦ ὕδρωπος ἕξιος. χαλεπὴ δὲ τυμπανίης, καὶ τοῦδε ὁ ἀνὰ σάκρα μᾶλλον· τὸν δὲ ἰητρὸν ἐν τῷδε πάθεϊ ὅλον χρὴ τὸν ἄνθρωπον ἀλλάξαι. τόδε μέντοι οὐδὲ θεοῖσι Ῥηΐτερον.

Ὑδεριᾷ δὲ καὶ ἐν σμικρῷ κοτε ἄνθρωπος, ἢ κεφαλὴν ἐπὶ ὑδροκεφάλῳ , ἢ πνεύμονα μοῦνον, ἢ ἧπαρ, ἢ σπλῆνα, καὶ ἐπὶ γυναικῶν ὑστέρη.[*](It seems difficult to account for this term being in the nominative, while those of all the other organs are in the accusative; yet we find it so in all the mss. and editions.) καὶ τῶν ἄλλων ἥδε εὐαλθεστέρη. ἢν γὰρ τὸ στόμιον ἀνῇ ἐκ τῆς πρόσθεν μύσιος, ὑγρὸν μὲν εἰ ἔχοι, ἐκχέει ἔξω. ἢν δὲ πνεῦμα, ἐξεφυσήθη τόδε· ἢν δέ τι ἀνὰ σάρκα ἡ ὑστέρη πάθῃ, ὡς ἐπίπαν ὅλη ἡ ἄνθρωπος ὑδεριᾷ.

ἰδέη τις ἑτέρη ὕδρωπος ἥδε γιγνώσκεται, κύστιες σμικραὶ, συχναὶ, πλήρεες ὑγροῦ, ἐγκέονται τῷ χωρίῳ ἔνθα ὁ ἀσκίτης ξυνίσταται · ἀτὰρ ἢν ἐμπλέωσι τῷ πολλῷ ὑγρῷ· τέκμαρ δέ· ἢν γὰρ τετρήνας τὸ ἐπιγάστριον ἐκχέῃς ἐπὶ βραχείῃ φορῇ τοῦ ὑγροῦ, ἔνδοθεν ἂν ἐπέφραξεν ἡ κύστις, κἢν τὸ ὄργανον διώσῃ, αὖθις ἐκρέεει · τόδε μέντοι τὸ εἶδος οὐκ εὔηθες. πόθεν γὰρ ἂν ἐκπέσωσι αἱ κύστιες, ὁδὸς οὐκ εὔπορος· λόγος δὲ μετεξετέροισι ὅτι ἧκόν κοτε διʼ ἐντέρων τοιαίδε κύστιες · ἐγὼ δὲ οὐκ ὤπωπα, διὰ τόδε νῦν οὐδὲν γράφω· οὐδὲ γὰρ περὶ αὐτέων ὅ τι λέξω ἔχω· εἴτε γὰρ ἐκ τοῦ κώλου, ἢ τῆς γαστρὸς ἡ φορὴ, τίς ὁ τρόπος τῆς ξυστάσιος; ὁδὸς γὰρ ἐς ἔξοδον ἁπάντων διʼ ἕδρης εὔροος· ἡ δὲ αὐτοῦ τοῦ ὑγροῦ τῆς ἐν λαγόνι ξυλλογῆς, ἄπιστος ἡ τῶν ἐντέρων Ῥαγή. οὐ γὰρ ἀσινὲς οὐδʼ ἀνώλεθρον τρωθὲν ἔντερον.[*](The text in the last part of this chapter is corrupt. Should we not read διὰ before τῶν, κ.τ. λ.?)

p.96

θώϋμα τὸ διαβήτεω πάθος, οὐ κάρτα ξύνηθες ἀνθρώποισι · σαρκῶν καὶ μελέων ἐς οὖρον ἡ ξύντηξις· ὑγρὴ καὶ ψυχρὴ, ὅκως ἐν ὕδρωψι, αἰτίη. ὁδὸς δὲ ἡ ξυνήθης, νεφροί τε καὶ κύστις. οὐ γὰρ διαλείπουσι οὐρέοντες, ἀλλὰ ὅκωσπερ ἐξ ἀφέσιος ὀχετῶν ἄπαυστος ἡ φορή. χρονίη μὲν ἡ τῆς νούσου φυὴ, μακρῷ κυΐσκεται χρόνῳ· βραχύβιος δὲ ὥνθρωπος, ἢν ἡ κατάστασις τελεσθῇ · ὀξείη γὰρ ἡ τηκεδὼν, ταχὺς δὲ ὁ θάνατος, ποτὶ καὶ βίος αἰσχρὸς καὶ ἐπίπονος· δίψος ἀκρατές · πολυποσίη ἀνισόμε τρος οὔροισι πολλοῖσι · πλεῖον γὰρ ἐκρεῖ τὸ οὖρον, καὶ οὐκ ἂν ἐπίσχοι τις αὐτέους, οὔτε πίνοντας οὔτε οὐρέοντας. ἢν δὲ ἐπʼ ἀκαρὲς ἀντίσχωσι, ἢν μὲν τοῦ πιεῖν, ἄνικμοι μὲν τὸ στόμα, αὐαλέοι δὲ τὸ σκῆνος· τὰ δὲ σπλάγχνα καίεσθαι δοκέουσι, ἀσώδεες, ἄποροι, οὐκ ἐς μακρὸν θνήσκουσι· πυριφλεγέες δίψαι. ἀπουρέειν δὲ τίς ἂν ἐπίσχοι τρόπος; ἢ τίς αἰσχύνη πόνου κρέσσων; ἀλλὰ κἢν ἐς μικρὸν ἐγκρατέες γένωνται, παροιδέουσι ὀσφὺν, ὄρχιας καὶ ἰσχία· κἢν ἀνῶσι, ἐκχέουσι μὲν τὸ οὖρον ἁλέν· τὰ δʼ ἐποιδέον τα ἐξαρύεται. [*](The common reading is ἐξαήρεται. Petit suggests ἐξηεροῦνται; but Ermerins’ reading, as given above, is preferable.) ξυνδίδοται γὰρ ἐς κύστιν ἡ πλημμύρα.

κἢν μὲν τελεσθῇ τὸ κακὸν, εὔσημον · ἐπὴν δὲ μέλλῃ, ἄνικμοι τὸ στόμα, σίαλος λευκὸς, ἀφρώδης, ὅκως ἀπὸ δίψεος, καὶ οὐδέκω δίψος, ὑποχονδρίων βάρος· αἴσθησις ἀπὸ τῆς γαστρὸς ἐς κύστιν θέρμης, ἢ ψύξιος, ὅκως πρόσοδος παρέοντος τοῦ νοσήματος[*](I have adopted παρέοντος in place of πορέοντος, as it agrees better with the sense of the passage, and seems to be sustained by the translation of Crassus: Prout adventantis morbi processus est. Ermerins reads, ὁδοιπορέοντος. ) ἀτὰρ ἠδὲ οὐρέουσι τοῦ ξυνήθεος μικρόντι μᾶλλον· δίψος τε, ἀλλʼ οὐδέκω μέγα.

p.97

ἢν δὲ ἐπὶ μᾶλλον αὔξηται, θέρμανσις μικρὴ μὲν, δακνώδης δὲ, ἐνίζουσα τοῖσι σπλάγχνοισι· ἐπιγάστριον Ῥυσσοὶ, ἐπίφλεβοι, ἰσχνοὶ δὲ τὴν ὅλην ἕξιν, εὖτε καὶ ἡ οὔρησις καὶ τὸ δίψος ἐπαυξέα γίγνεται ἤδη κοτέ· κἢν ἐς ἄκρον τὸν καυλὸν ἡ συναίσθησις φανῇ, εὐθὺς οὐρέους ι. τῇδέ μοι δοκέει καλέεσθαι διαβήτης ἐπίκλησιν, ὁκοῖόντι διαβήτης ἐὼν, οὕνεκεν ἐν τῷ σκήνεϊ τὸ ὑγρὸν οὐ μίμνει, ἀλλὰ ὅκως διαβάθρσῃ τῷ ἀνθρώπῳ ἐς ἔξοδον χρέεται.[*](The common reading is διαβητήσεων, which is evidently faulty. Even as corrected by Wigan and Ermerins, the sentence is still in an unsatisfactory state. See note to the translation.) διαρκέουσι δὲ ἐς χρόνον τινὰ, εἰ καὶ μὴ κάρτα πολλὸν, ὅτι πινεῦντς οὐρέουσι,[*](Dr. Ermerins improves the sense very much by substituting πινεῦντες for πονέοντες. It is well known that intense thirst and wasting are the characteristics of Diabetes.) τηκεδὼν δὲ γίγνεται δεινή· οὔτε γάρ τι ἐκ τῆς πόσιος μέγα ἐς τὸ σκῆνος ἔρχεται, καὶ ξυναπέρχεται τῶν σαρκῶν ἐς τὰ οὖρα μυρία.

αἰτίη δὲ, ὀξεῶν νούσων τις ἀπέσκηψεν ἐς τόδε, καὶ ἐν κρίσι κρύβδην τὸ κακόηθες ἐγκατέλιπον αἱ νοῦσοι. οὐκ ἀδόκητον καὶ δηλητήριόν κοτε τήνδε τὴν αἰτίην ἴσχειν τῶν ὁκόσα κύστι καὶ νεφροῖσι ἐνσκήπτει· ἀτὰρ εἰ ἐδάκη τις ὑπὸ τῆς διψάδος, τοιήδε τοῦ ἕλκεος ἡ πάθη· διψὰς δὲ τὸ ἑρπετὸν θηρίον, ἢν δάκῃ τινὰ, ἄσχετον δίψος ἐξάπτει. πίνουσίτε ἄδην οὐκ ἐς δίψεος ἄκος, ἀλλʼ ἐς τὴν τῆς κοιλίης πλημμύραν ἀκορίῃ ποτοῦ· ἢν δὲ ἀλγέῃ τις περιτάσι τῆς κοιλίης, καὶ ἀχθέῃ, καὶ τὸ ὑγρὸν ἐπίσχῃ ἐς μικρὸν, αὖθις ἄδην πίνουσι διψῶντες, καὶ ἥδε τῶν κακῶν ἡ ἀμοιβή. συντιμωρέει γὰρ ἀλλήλοισι δίψος καὶ ποτόν. ἄλλοι δὲ οὐκ οὐρέουσι. οὐδέ τις ἄλλη τοῦ πινομένου διαπνοή. τοιγαροῦν ἀκορίῃ μὲν τοῦ ποτοῦ, πλημμύρῃ δὲ ὑγροῦ, περιτάσι δὲ τῆς κοιλίης, ἐξερράγησαν ἀθρόως.

p.98

νεφροὶ τὴν φυὴν μὲν ἀδενώδεες, χροιὴν δὲ ἐρυθρότεροι, ὁκοῖόν τι ἧπαρ, μᾶλλον ἢ μαζοὶ καὶ ὄρχιες. καὶ γὰρ καὶ οἵδε ἀδένες, ἀλλὰ λευκότεροι . σχῆμα δὲ διδύμοισι ἴκελοι, πλατέες μᾶλλον ἔασι ἅμα καὶ καμπύλοι. κοιλίαι δὲ σμικραὶ ἠθμοειδέες ἐς τὴν τῶν οὔρων διήθησιν. ἐκπεφύκασι δὲ ὀχετοὶ νευρώδεες, ὁκοῖόν τι αὐλοὶ ἀφʼ ἑκατέρου. ἐμπεφύκασι δὲ οἵδε τοῖσι ὤμοισι τῆς κύστιος ἑκάτερθεν. ἴση δὲ τῶν οὔρων ἀπὸ νεφρῶν ἡ ὁδὸς ἐς κύστιν.

ἀμφὶ δὲ τήνδε, τοὺς νεφροὺς, καὶ τοὺς πόρους τούσδε, πολλὰ καὶ ποικίλα γίγνεται πάθεα, τὰ μὲν ὀξέα, ἐν αἱμορραγίῃ καὶ πυρετοῖσι, καὶ φλεγμονῇσι κτείνον τα, ὁκόσα μοι λέλεκται· τὰ δὲ χρόνια τηκεδόνι λύοντα τὸν ἄνθρωπον, ἀνώλεθρα μὲν, ἀναλθέα δὲ καὶ ξυναποθνήσκοντα· χρόνια οὖν, ἀποστάσιες , ἕλκεα, λίθων γέννα, αἱμορροΐδες. ἕλκεα μὲν ἐξ ἀποστάσιος μήκιστα, ἠδὲ δυσαλθέ απάντα τοῦ ἀνθρώπου.

τῶν λίθων δὲ χρονίη μὲν ἡ γέννα· ὀδυνώδεες σφηνώσιες. οὐ γὰρ Ῥηΐστη ἡ διέξοδος· χαλεπὴ δὲ πρὸς τοῖσι καὶ ἡ τῶν οὔρων ἐπίσχεσις. ἀλλʼ εἰ εἰσὶ πολλοὶ σμικροὶ, ἀλληλουχίῃ μίμνουσι, ἢ εἷς μέγας ἐμφραχθῇ, καὶ ἐπʼ ἀμφοῖντοῖν νεφροῖν ξυμβῇ τάδε, ἐς οὔρων σχέσιν καὶ διάτασιν, ὀλιγήμεροι θνήσκουσι. εὖ γε μέντοι ἡ φύσις ἐπιμήκεα καὶ ἰσομεγέθεα τοῖσι οὐρητῆρσι τὴν κοιλίην τῶν νεφρῶν τεύξασα, σμικρὸν ἄρα μέζονα, ὅκως ἂν, ἢν ἄνω συστῇ λίθος, Ῥηΐστην ὁδὸν τὴν ἐς κύστιν ἴσχῃ. διὰ τόδε καὶ ἐπιμήκεες οἱ λίθοι γίγνονται· πρὸς γὰρ τοῖσι οὐρητῆρσι τὰ πολλὰ πήγνυνται· καὶ ὁκόσοι τῇδε ἐς πάχος ἄνισοι, λεπτοὶ μὲν ἔασι τὰ πρόσω, διὰ τοὺς οὐρητῆρας στενοτέρους ἐόντας· παχέες δὲ τὰ ὀπίσω διὰ τὸ τοὺς νεφροὺς κάτω Ῥεῖν. ἐγγίγνονται δὲ τοῖσι νεφροῖσι

p.99
μοῦνον, ἀλλὰ τοῖσι διαπύροισι. οὐδὲ ἕδρην γὰρ ἐν τοῖσι οὐρητῆρσι οὐκ ἴσχουσι οἱ λίθοι, ἀλλὰ τὰ ψαμμία σὺν τοῖσι οὔροισι κάτω διαπλέει · τάπερ καὶ σημήϊα καὶ ὕλη τοῦ πάθεος γίγνεται· ἢν δὲ ἐμφραχθῇ κοτε τῇ κοιλίῃ μέζων τελεσθεὶς, πόνοι τῆς ὀσφύος ἀμφὶ τὰς ψόας μέσφι τῶν μέσων πλευρέων. πολλοῖσι γοῦν ἀπάτη πόνου, ὡς ἀπὸ πλευρίτιδος· βάρος ἰσχίου, κατὰ Ῥάχιν δυσκαμπέες ὡς ξυννεῦσαι χαλεπῶς· ἐπώδυνοι στρόφοι, βαρέες, ἀνείλυστοι . τὸ γὰρ ἔντερον ἑλικοειδές . ἢν καὶ πλημμύρῃ τὸ οὖρον, καὶ διατάσιες, προθυμίη ἀπουρήσιος ὅκωσπερ ὠδίνων. φυσώδεες, ἀδιέξοδοι δὲ αἱ φῦσαι· πυρετοὶ δακνώδεες, ἐπίξηροι. αὐαλέη μὲν γλῶσσα, ξηρὴ δὲ ἡ κοιλίη· ἰσχνοὶ, ἀπόσιτοι · κἤν τι προσαίρωνται, οὔτε πέψαι οὔτε ἀναλαβεῖν Ῥηΐδιοι. ἢν δὲ ἐς τὸν οὐρητῆρα ὁ λίθος ἐμπέσῃ, βρασμὸς ὡς ἀπὸ Ῥίγεος, αἴσθησις τοῦ λίθου ὁδοιπορέοντος ξὺν ὠσμῷ βιαίῳ·[*](The ordinary reading, ξυνῷ ὁμοβιαίῳ, being evidently faulty, there seems to be no alternative but either to adopt πόνῳ, as suggested by Wigan, or ὠσμῷ, according to Ermerins.) κἢν ἐς τὴν κύστιν ἐμπέσῃ, οὔρων ἅλις ὑδατωδέων ἔκχυσις, κοιλίης ἔξοδοι φυσώδεες, στομάχου κατάστασις , ἐρεύξιες, ἀνάπαυσις τῶν πρόσθεν κακῶν· προσεχύθη κοτὲ καὶ πρὸς τῶν οὔρων αἷμα, ἀναδορῇ τοῦ πόρου· ἀγωνίη δὲ δευτέρη τοῦ λίθου ἡ διὰ τοῦ καυλοῦ διέξοδος. ἢν γὰρ μέζων τῆς οὐρήθρης ἔῃ, ἐνίσχεται πολλὸν χρόνον, καὶ πλημμυρεῖ ἡ κύστις, καὶ ἰσχουρίη νῦν ἐπαλγεστέρη· ξὺν γὰρ τῇδε καὶ οὐρητῆρες πίμπρανται· χαλεπωτάτη δὲ ἡ τῶν σκολιῶν ἔξοδος. καὶ γὰρ ἀγκιστροει δέας ὤπωπα, καὶ ἐπὶ τοῖς πόροις ἐπιπωρώσιας.[*](Ermerins reads πώροις, with some show of reason.) ἐπιμήκεες δὲ τὰ πολλὰ διαπλασσόμενοι ὑπὸ τῆς τῶν πόρωνἴξιος. χροιῇ δὲ ἄλλοι μὲν λευκοὶ, ἀργιλώδεες, τὰ πολλὰ παιδίοισι· ἄλλοι δὲ ξανθοὶ, κροκοειδέες, γέρουσι, οἷσί περ καὶ ἐν νεφροῖσι οἱ λίθοι ξυνήθεες. ἐν κύστι γὰρ
p.100
παιδίοισι μᾶλλον. διτταὶ δὲ αἱ αἰτίαι τῆς πήξιος. γέρουσι μὲν τὸ σῶμα ψυχρὸν, παχὺ τὸ αἷμα· ψυχρὸν δὲ τὰ πάχεα θᾶσσον πήγνυσι. τέκμαρ δὲ, τῶν ὑδάτων τῶν θερμῶν φύσι αἱ πηγαί· ἀποψυχθέντα γὰρ, εἰς πωρωειδέα λίθον πήγνυται. παιδίοισι δὲ πολλὸν ὑπὸ τοῦ αἵματος τὸ ἰλυῶδες ἑψηθὲν, γενέσιος, ὅκως πῦρ, τὴν ἕδρην ἴσχει.[*](I am so satisfied that the text is corrupt, that for once I felt a strong inclination to adopt the following conjectural reading of Ermerins, although, in the present instance, even he is afraid to admit it into the text: — Παιδίοι σι δὲ πολλὸν ὑπὸ θερμοῦ τοῦ σώματος τὸ ἰλυῶδες ἐψηθὲν γενέσιος ὅκως περ τὴν ἕδρην ἴσχει. Instead of θερμοῦ, however, I should prefer θέρμης.)

λίθων μὲν οὖν ἀμφὶ γενέσιος τοιάδε πάθη. μετεξέτεροι ἐν περιόδοισι οὐρέουσι αἷμα· τοῖσι ἀπὸ αἱμορροΐδων ἰκέλη ἥδε ἡ ξυμφορή · ὁμοίη δὲ καὶ ἡ τοῦ σκήνεος κατάστασις, ἔξωχροι, νωθροὶ, ἄπρηκτοι, ἀπόσιτοι, ἄπεπτοι · κἢν μὲν ἐκκριθῇ, ἔκλυτοι, πάρετοι τὰ μέλεα· κεφαλὴν δὲ κοῦφοι καὶ ἐλαφρότεροι· ἢν δὲ ἐς τὴν περίοδον μηδὲν ἐκρυῇ, κεφαλαλγέες, ἀμαυροὶ τὰς ὄψιας, σκοτώδεες, ἀμφιδινεύμενοι· ἐντεῦθεν ἐπίληπτοι μυρίοι· ἄλλοι οἰδαλέοι, ἀπαχλυούμενοι, ὑδρωπιώδεες· ἄλλοι δὲ μελαγχολώδεες ἢ παράλυτοι. ἐπισχέσιος γὰρ αἱμορροίης ξυνήθεος ἀπότοκατάδε. ἢν μὲν οὖν ἐκρέῃ τὸ αἷμα καθαρὸν, ἀμιγὲς οὔροισι, τὰ πολλὰ ἐκρέει ἀπὸ κύστιος τῶν οὔρων τὸ αἷμα. φέρεταί κοτε καὶ ἀπὸ Ῥήξιος τῶν νεφρῶν πολὺ ἀθρόον· ἀτὰρ ἠδὲ πάγον ἴσχει, καὶ γίγνονται θρόμβοι ὡς ἔξω χυθέν· ἐπάγη κοτὲ καὶ ἐν κύστι, εὖτε ἰσχουρίη γίγνεται δεινή.

ἐπὶ δὲ τῇ Ῥαγῇ ἕλκεα συμβαίνει χρόνια καὶ δυσαλθέα. τέκμαρ δὲ ἐφελκὶς, ἢ ὑμένιον, εὖτε ἀράχνιον, ἐρυθρὸν ἐκκριθὲν, ἢ πῦον λευκὸν οὐρηθὲν, ἄλλοτε μὲν καθαρὸν, ἀμιγὲς, ἄλλοτε δὲ οὔροισι ξυμμεμιγμένον· τοῖσδε χρὴ καὶ ἀποστάσιας διαγιγνώσκειν, ἢν προσγένωνται πυρετοὶ ἐς ἑσπέρην καὶ Ῥίγεα· πόνοι ἀμφὶ τὴν ὀσφὺν, κνησμοί · ἢν δὲ καὶ ἐκραγῇ,

p.101
θρόμβοι πυώδεες, σαρκοειδέες, ἀτὰρ ἠδὲ λευκοῦ πύου ἀπόστασις· τὰ δὲ ἕλκεα, δακνώδεα, ἄλλοτε μὲν καθαιρόμενα, ἄλλοτε δὲ Ῥυπαρὰὄντα. δηλοῖ δὲ τὸ πῦον, ἀτὰρ ἠδὲ οὖρα κάκοδμα, ἢ ἄνοδμα· ἔαρ μὲν οὖν αἱμορραγίας τίκτει καὶ ἀποστάσιας · χειμὼν δὲ καὶ φθινόπωρον, λίθους · ἢν δὲ ἐπὶ λίθοισι ἕλκεα γένηται, ἀναλθέες μὲν αἱ νοῦσοι, ταχείη τηκεδὼν καὶ θάνατος.

τῶν ἐν τῇ κύστι νούσων οὐδὲν εὔηθες· τὰ μὲν ὀξέα φλεγμασίῃ καὶ τρώμασι, σπασμῷ καὶ πυρετοῖσι ὀξέσι κτείνοντα· ἕλκος δὲ καὶ ἀποστάσιες, ἢ παράλυσις, ἢ λίθος μέγας χρόνια μὲν, ἀναλθῆ δέ.[*](I have followed the reading suggested by Wigan, and adopted by Ermerins. Χρόνια is wanting in all the MSS., but seems indispensable.) οὔτε γὰρ θρύπτεται, ἢ πόσι, ἢ φαρμακῳ, ἢ ἀμφιθρύπτοιτο, οὔτε ἀσινέως τέμνεται.[*](I admit there is something equivocal in the text of this remarkable sentence; but I have not ventured to alter it. Wigan reads: Οὔτε γὰρ θρύπτεται ἤ πόσι, ἤ φαρμάκῳ ἀμφιθρύπτῳ, κ.τ. λ. Ermerins is still bolder in the liberties he uses: Οὔτε γὰρ ὅδε θρύπτεται πόσι, οὔτε ἀσινέως τέμνεται. By the way, he might well have spared one word which he ejects, by reading πόσι φαρμάκων. Were I to meddle with the text at all, I should propose to read as follows: Οὔτε γὰρ θρύπτεται ἢ πόσι φαρμάκων, ἢ ἀμφιθρύπτοιτο (ἀμφιθρύπτεται̣) οὔτε ἀσινέως τέμνεται. I am willing to believe that the passage contains allusions to Lithotripsy, Lithotrity, and Lithotomy!! See Paulus Aegineta t. ii. p. 359, Syd. Soc. Ed.) χρὴ γὰρ καὶ τὰ λεπτὰ τῆς κύστιος ξυντάμνειν · τὸ δὲ αὐτῆμαρ ἔκτεινε, ἢ ὀλίγαις ἡμέρῃσι, σπασμοῖσι καὶ πυρετοῖσι θνήσκουσι· ἢν δὲ μὴ τάμῃς, εἰς οὔρων σχέσιν, καὶ πόνοισι, καὶ πυρετοῖσι ἢ τηκεδόσι σμύχεται ὥνθρωπος · ἢν δὲ μὴ κάρτα μέγας ὁ λίθος ἔῃ, σχέσιες μὲν οὔρων ξυνεχέστεραι. ἐς γὰρ τὸν αὐχένα Ῥηϊδίως ἐμπίπτων ἀποέργει οὔρων ἔξοδον. τάμνειν δὲ εἰ καὶ τῶν μεζόνων ἀσφαλέστεροι, ἀλλὰ τέμνεται κύστις, κἤν τις τὸν τοῦ

p.102
θανάτου κίνδυνον ἐκφύγῃ, Ῥυάδος γίγνεταί οἱ πάθος· κἤν ἀκίνδυνον ἔῃ, ἀλλʼ οὐ φορητὸν ἐλευθέροισι ἀένναον ἐκρέειν οὖρον, κἢν βαδίζῃ, κἢν εὕδῃ, ἀτερπὲς δὲ ἢν βαδίζῃ. οἱ δὲ κάρτα σμικροὶ τὰ πολλὰ τάμνονται ἀσινέως · ἢν δὲ ξυμπεφύκῃ τῇ κύστι λίθος, διάδηλος μὲν τῇσι μελεδώνεσι , ἀτὰρ οὐδὲ ἀσινεῖς πόνοισι καὶ βάρεϊ, κἢν ἂν ᾖ δυσουρίης ἄτερ· ἢν δὲ μὴ, καὶ δυσουρέει. ξύμπαντας δὲ τοὺς λίθους διαγνοίης ἂν τῇσι τῶν ψαμμίωνἐν τοῖσι οὔροισι ὑποστάσεσι · ἀτὰρ ἠδὲ πρόκωποιτὰ αἰδοῖα γίγνονται. εὖτε γὰρ ἀπουρέουσι, καὶ ὕπεστι καὶ ὁ λίθος, ὀδυνέονται , καὶ ἀμφαφόωσι, καὶ ἕλκουσι τὰ αἰδοῖα, ὅκως τὸν λίθον ξὺν τῇ κύστι ἐξαιρεύμενοι· ξυμπαθεῖ δὲ καὶ ἕδρη κνησμώδης γιγνομένη· προπετὴς δὲ καὶ ἀρχὸς βίῃ καὶ ἐντάσεσι, φαντασίῃ ὡς ἐκκρίσιος δῆθεν τοῦ λίθου. ἄμφω γὰρ συγκέονται ἀλλήλοισι ἕδρη τε καὶ κύστις. ὧν ἑκατέρου πάσχοντος πάσχει καὶ θάτερον[*](The last four words are added by Ermerins to supply a lacuna in the text. The lacuna is not marked in our British MSS.) --- διὰ τόδε καὶ ἐπὶ φλεγμασίῃ ἀρχοῦ, ἰσχουρέει κύστις, καὶ ἐπὶ τῇσι τῆς κύστιος ἀκίσι οὐ διΐησιἕδρη, κἢν μὴ ἐπίξηρος ἡ γαστὴρ ἔῃ. τοῖα μὲν ἄλγεα τὰ λίθων.

αἱμορραγίη δὲ κἢν μὴ κάρτα ὀξέως κτείνῃ, χρόνῳ δὲ ἐξέλυσε μυρίους · οἱ δὲ ἀπʼ αὐτέης θρόμβοι, ἰσχουρίῃ ὀξέως ὀλέθριοι, ὅκωσπερ οἱ λίθοι· καὶ γὰρ ἢν τὸ αἷμα λεπτόν τε καὶ ξανθὸν καὶ μὴ πάγχυ ᾖ εὐπαγὲς, ἀλλʼ ἡ κύστις ἐς πολλὸν ἀλίζει χρόνον, καὶ ἥδε θερμαίνουσα καὶ ἑψοῦσα πηγνύει, καὶ ὧδε γίγνεται θρόμβος. ἰσχουρίη μὲν οὖν δυνατωτάτη κτεῖναι. προσεπιγίγνεται δὲ τουτέοι σι ἄλγος ὀξὺ, πῦρ δριμὺ, γλῶσσα ξηρὴ, καὶ ἐπὶ τοῖσδε παράφοροι θνήσκουσι .

ἢν δὲ ἐπὶ τρώματι ἄλγος ἐκφανῇ, τρῶμα μὲν ὀλέθριον· τὸ δὲ ἕλκος κἢν μὴ ἀρχῆθεν κτείνῃ, πυρετοῖς ἢ φλεγμον ῇ ἀνήκεστον γίγνεται· λεπτὴ μὲν τὸ πάχος κύστις· νεῦρον δὲ

p.103
τὴν φυήν· τάπερ οὐδὲ σαρκοῦται οὔτε Ῥηϊδίως ἐπωτειλοῦται. ποτὶ καὶ τὸ οὖρον χολῶδες, δριμὺ, δακνῶδες· τοῦ ἕλκεος ἡ ξυνὴ δίαιτα ἤδε ἐν μὲν τῇσι πληρώσεσι διατέταται · ἢν δὲ κενωθῇ, ξυνίζει · πάσχει οὖν ἄρθρου πάθεϊ ἐν ἐκτάσιτε καὶ κάμψι· ἄρθρῳ δὲ οὐκ εὐαλθὲς ἕλκος οὐδέν.

καὶ ἔμπυος δὲ ἐξ ἀποστάσιος γίγνεται· κύστιος σημήϊα, τάπερ ἐπʼ ἄλλοισι · ἐπὶ φλεγμασίῃ γὰρ, καὶ ἐπὶ πυρετοῖσι, καὶ Ῥίγεσι, ἡ ἀπόστασις· κίνδυνοι οἱ ὠυτοί· πῦον δὲ ἀλλʼ εἰ παχὺ, λευκὸν, οὐ κάκοδμον ἐκδιδοῖ, εὐηθέα τὰ ἀπὸ τῶνδε ἕλκεα· ἢν δὲ ἐπινέμηται, τρυγώδεα, μυξοποιὰ, κάκοδμα οὐρέουσι· τῶν τοιῶνδε οὐ βραδύνει θάνατος · δακνώδε α μὲν τὰ οὖρα· ὀδυνηρὰ δὲ ἡ πρόεσις αὐτῶν, διαΐσσει δὲ ἡ ὀδύνη μέσφι ἄκρων τοῦ καυλοῦ· βλάπτει δὲ αὐτέους πάντα καὶ τἀναντία· καὶ πλησμονὴ καὶ κένωσις, καὶ ἀργίη καὶ κίνησις, καὶ λουτρὰ καὶ ἀλουσίη, καὶ τροφὴ καὶ ἀτροφίη, καὶ γλυκέα καὶ ὀξέα, ἄλλων ἄλλα μὲν ὠφελεύντων , ἄλλα δὲ βλαπτόντων, εἰς ἓν ξυμβῆναι μὴ δυναμένων.

Ἀνώλεθρονμὲν ἡ γονόρροια, ἀτερπὲς δὲ καὶ ἀηδὲς μέσφι ἀκοῆς. ἢν γὰρ ἀκρασίη καὶ πάρεσις τὰ ὑγρὰ ἴσχῃ καὶ γόνιμα μέρεα, ὅκως διʼ ἀψύχων Ῥέει ἡ θορὴ, οὐδὲ ἐπίσχειν αὐτέην ἐστὶ οὐδὲ ἐν ὕπνοισι. ἀλλὰ γὰρ ἢν τε εὕδῃ, ἤν τε ἐγρηγορέῃ, ἀνεπίσχετος ἡ φορὴ, ἀναίσθητος δὲ ἡ Ῥοὴ τοῦ γόνου γίγνεται· νοσέουσι δὲ καὶ γυναῖκες τήνδε τὴν νοῦσον, ἀλλʼ ἐπὶ κνησμοῖσιτῶν μορίων καὶ ἡδονῇ προχέεταιτῇσι ἡ θορὴ, ἀτὰρ καὶ πρὸς ἄνδρας ὁμιλίῃ ἀναισχύντῳ · ἄνδρες δὲ οὐδʼ ὅλως ὀδάξονται· τὸ δὲ Ῥέον ὑγρὸν, λεπτὸν, ψυχρὸν, ἄχρουν, ἄγονον. πῶς γὰρ ζωογόνον ἐκπέμψαι σπέρμα ψυχρὴ οὖσα ἡ φύσις; ἢν δὲ καὶ νέοι πάσχωσι, γηραλέους χρὴ γενέσθαι πάντας τὴν ἕξιν, νωθώδεας, ἐκλύτους, ἀψύχους,

p.104
ὀκνέοντας, κωφοὺς, ἀσθενέας, Ῥικιους, ἀπρηκτους, ἐπώχρους, λευκοὶς, γυναικώδεας, ἀποσίτους, ψυχροὺς · μελέων βάρεα, καὶ νάρκας σκελέων, ἀκρατεας, καὶ ἐς παντα παρέτους, ἥδε ἡ νοῦσος ὁδὸς ἐς παράλυσιν πολλοῖσι γίγνεται. πῶς γὰρ οὐκ ἂν τῶν νεύρων ἤδη ἡ δύναμις πάθοι, τῆς ἐς ζωῆς γένεσιν φύσιος ἀπεψυγμέ νης; καὶ ἡμέας ἄνδρας ποιέει ζωοῦσα ἡ θορὴ, θερμοὺς, ἐνάρθρους, λασίους, εὐφώνους, εὐθύμους, κραταιοὺς νοῆσαί τε καὶ Ῥέξαι· δηλοῦσι οἱ ἄνδρες. οἷσι δὲ οὐκ ἔνεστι ζωοῦσα ἡ θορὴ, Ῥικνοὶ, ἀσθενέες, ὀξύφωνοι, ἄτριχες, ἀγένειοι, γυναικώδεις· δηλοῦσι οἱ εὐνοῦχοι.[*](Ermerins ventures to erase the last three words, and also δηλοῦσι οἱ ἄνδρες, above, from the text. non felicissim. audax!) ἢν δέ τις ἀνὴρ καὶ ἐγκρατὴς ἔῃ τῆς θορῆς, κραταιὸς, εὔτολμος, ἀλκήεις μέσφι θηρίων· τέκμαρ δὲ ἀθλητῶν οἱ σαόφρονες. καὶ γὰρ καὶ οἱ φύσι τινῶν κρέσσονες, ὑπʼ ἀκρασίης πολλὸν τῶν χειρόνων γίγνονται χερείονες. πολλὸν δὲ οἱ φύσι χερείους ὑπʼ ἐγκρατί ης γίγνονται κρεσσόνων κρέσσονες . ἀτὰρ οὐδὲ ζῷον ἐξ ἄλλου τευ γίγνεται κραταιὸ ν ἢ θορῆς. μέγα οὖν καὶ ἐς ὑγείην, καὶ ἐς ἀλκὴν, καὶ ἐς εὐψυχίην, καὶ ἐς γένεσιν ζωοῦσα ἠ θορή. ἀπὸ σατυριήσεως ἐς γονορροιής ἀπόσκηψιν ἡ κατάστασις.[*](I cannot but think that the true reading must be μετάστασις. I do not think myself warranted, however, in making such an alteration without authority. Ermerins reads, γονορροίην ἀπόσκηψις, which does not appear to me to be an improvement.)

στόμαχος ἡδονῆς καὶ ἀηδίης ἡγεμών· καρδίης καίριον γειτόνευμα ἐς τόνον καὶ θυμὸν, ἢ ἀθυμίην, τῆς ψυχῆς συμπαθείῃ· ἥδε στομάχου πρώτιστα δύναμις. τάδε μὲν οὖν μοι ἄλλῃ λέλεκται. ἀπότοκοι ἡδονῆς μὲν, εὐπεψίη , εὐσαρκίη, εὐχροίη τοῦ σώματος · ἀηδίης δὲ τουτέων τἀναντία, κοτὲ καὶ ἀθυμίη

p.105
μὴ ἔχων τροφὴν, μελαγχολώδεσι δὲ κἀποσιτίη. ἢν οὖν ὅδε νοσέῃ, μῖσος καὶ ἀποστροφὴ τῶν γευμάτων, οὐκ ἢν προσαίρωνται μόνον, ἀλλὰ κἢν ἀθέητα μὲν ᾖ τὰ σιτία. ἀναπεμπάζονται δὲ ναυτίῃ, ἢ ἀπορίῃ, ἢ πλάδῳ, ἢ καρδιαλγίῃ · καὶ σιαλοχόοι δὲ, καὶ ἔμετοι ἐνίοις. κἢν ὁμῶς τὸ σῶματείρῃ, ἢν γαστὴρ μείνῃ κενεὴ τῶνδε, τόνδε πόνον Ῥηΐτερον φέρει τῆς προσάρσιος . ἢν δὲ καὶ ὑπʼ ἀνάγκης κοτὲ ἐς τὴν ἐδωδὴν ἴῃ, πολλὸν κάκιον ὅδε πόνος τοῦ λιμοῦ· ἐν τῷ στόματι λεῆναι ἄλγος, καταπιεῖν μέζων ὀδύνη· ἀτὰρ καὶ οὐχὶ πρὸς μὲν τὰ οἰκεῖα τοιῶσδε · ἐς δὲ τὰ ἀλλόκοτα χρηστῶς, ἀλλαγῇ τῶν κατὰ φύσιν ἐς τὸ ἔμπαλιν· ἀχθηδὼν ἐς πάντα, καὶ φυγὴ καὶ μῖσος σιτίων· ἐπὶ δὲ τοῖσι μεσσηγὺ τῶν ὠμοπλατέων χωρίοισιν ἄλγος· πολὺ δὲ καὶ μέζον, ἢν προσφέρωνται καὶ καταπίνωσι · ἄση, ἀπορίη, ὄψιες ἀμαυραὶ, ὤτων ἦχοι, βάρεα κεφαλῆς, νάρκη μελέων. καὶ τὰ γυῖα λύονται · παλμὸς ἐν τοῖσι ὑποχονδρίοισι, φαντασίη τῆς Ῥάχιος ἐς τὼ σκέλεε κινευμένης , ἄλλοτε ἄλλῃ τῇδε κἀκεῖσε φέρεσθαι δοκέουσι, κἢν ἑστήκωσι, κἢν κατακέωνται, ὅκως ὑπὸ αὔρης ἀνέμων κάλαμοι, ἢ δένδρεα · φλέγμα ψυχρὸν, ὑδαρὲς ἀποβλύζουσι. ἐπὴν δὲ καὶ χολὴ ᾖ πικροχόλοισι, σκοτώδεες, ἄδιψοι[*](Ermerins alters the text to χολὴ ᾖ, πικρόχολοι; but no change seems to be required.) κἢν ἐπʼ ἐδέσμασι διψῆν δοκέωσι, ἄγρυπνοι, νωθροὶ, νυσταλέοι, οὐχ ὕπνῳ ἀτρεκέϊ · κωματώδεσι δʼ ὁμοιοπαθέες, ἰσχνοὶ, ἔξωχροι, ἀσθενέες, ἔκλυτοι, λειποδρανέες, ἄψυχοι, δειλοὶ, ἡσύχιοι · ἐξαπίνης δὲ ὀργίλοι · κάρτα μελαγχολώδεες. καὶ γὰρ ἐξώκειλάν κοτε ἐς μελαγχολίην οἱ τοιοίδε.

τάδε μέντοι τῆς ψυχῆς, τοῦ στομάχου ἐνδιδόντος , εἶναι δεῖ τὴν πάθην· οἱ δὲ δὴ ἄνθρωποι οὐκ εἰδότες τὰ ξυμπαθέα μέρεα, ἐφʼ οἷσι τὰ δεινότα τα γίγνεται, τὸν στόμαχον αἴτιον ἡγοῦνται· μέγα δὲ ἐς πίστιν ὧν λέγω ἡ ξυνάφεια τῆς καρδίης, ἔνθα πάντων ἡ ἀρχή. μέσον γὰρ ἐνίζει τῷ πνεύμονι ἡ

p.106
καρδίη, ἡ δὲ τούτων μεσότης τὸν στόμαχον συνάπτει · ἄμφω δὲ προσπεφύκασιτῇ Ῥάχι· διὰ τόδε πρὸς τὴν καρδίην γειτόνημα, καὶ καρδιαλγίη, καὶ τὰ μελαγχολώδεα.

αἰτίαι δὲ τῆς νούσου, καὶ ἄλλαι μὲν μυρίαι, καιρίη δὲ, πῦον συχνὸν ἀπὸ κοιλίης διὰ στομάχου χυθέν. ξύνηθες δὲ καὶ τοῖς ὑπό τε ἀνάγκαις ἐκδεδιῃ τημ ένοις λεπτῇ καὶ σκληροτέρῃ διαίτῃ, ἀτὰρ καὶ τοῖσι ἐς παιδείην πονεῦσι, καὶ ἐς τήνδε τλήμοσι, οἷσι θείης μὲν μαθήσιος ποθὴ, ὀλιγοσιτίη δὲ καὶ ἀγρυπνίη, καὶ μελεδώνη λόγων τε καὶ πρηγμάτων σοφῶν· οἷσι ὑπεροψίη μὲν διαίτης ἁδρῆς καὶ ποικίλης, λιμὸς δὲ ἡ τροφὴ, καὶ ὕδωρ ποτὸν, καὶ ἐν ὕπνῳ ἀϋπνίη. οἷσι μαλθακὴ μὲν εὐνὴ ἄστρωτος χαμαὶ, ἀμφίβλημα δὲ εὐτελὲς, ἀμπεχόνη ἀραιὴ, τὸ δὲ τοῦδε κράνος ὁ κοινὸς ἀὴρ, πλοῦτος δὲ ἐννοίης θείης περιουσίη τε καὶ χρῆσις. τάδε γὰρ αὐτέοισι ἀγαθὰ γίγνεται ἔρωτι παιδείης · καὶ εἰ προσαίρονται, εὐτελὲς μὲν σιτίον, οὐδὲ ἐς κόρον ἐδωδῆς, ἀλλʼ ἐς ζωὴν μοῦνον· οὐκ ἐπʼ οἴνῳ θώρηξις, οὐ θυμηδίη · οὐ Ῥέμβος καὶ περίοδοι, οὐ σωμάτων ἄσκησις, οὐδὲ σαρκῶν περιβολή. τίνος γὰρ οὐκ ἂν ἀπάγοι παιδείης ἔρως; πατρίδος, τοκήων, κασιγνήτων , ἑωυτῶν μέσφι θανάτου. τοῖσδε οὖν τηκεδὼν μὲν τοῦ σκήνεος, ἄχροοι τὴν μορφὴν, καὶ ἐν νεότητι γηραλέοι, καὶ ὑπʼ ἐννοίης κωφοὶ, ψυχὴν δὲ ἀμειδέες, ἀμείλιχοι · στομάχου δὲ κακοσιτίη· ταχὺς ὁ κόρος τῆς ξυνήθεος εὐτελέος καὶ ἑτοίμου τροφῆς, ἀηθείῃ δὲ ποικίλης ἐδωδῆς ὄκνος δὲ πάντων γευμάτων. ἢν δὲ καὶ λάβωσίτι τῶν ξένων, βλάβη, ἀπόστροφοι εὐθὺς ἐς πάντα. ἥδε ἐστὶ στομάχου χρονιη νοῦσος· φλεγμοναὶ δὲ καὶ Ῥεύματα, καὶ καρδιωγμὸς , ἢ πόνος, στομαχικὸν οὐ κικλήσκεται πάθος.

θέρος ἄγει τήνδε νοῦσον· ἔνθα καὶ πέψιος καὶ ὀρέξιος καὶ πάντων ἀδυναμίη. ἡλικίη δὲ γῆρας, οἷσι καὶ δίχα πάθεος διὰ τὸ τοῦ βίου τέλος, καὶ ἡ ὄρεξις ἐς τέρμα ἥκει.

p.107

κοιλίη, σπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν, ὁκότε διάρροια τὸν ἄνθρωπον ἴσχει· καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου ἡ διάρροια· ἀλλʼ ἢν μὴ ἐπὶ σχεδίου τῆς αἰτίης γίγνοιτο τόδε ἐς μίην ἢ δευτέρην ἡμέρην μούνην, πρὸς δὲ καὶ ὅλος ὁ ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος, χρονίη νοῦσος ἡ κοιλιακ ὴ γίγνεται, ἀτονίῃ τοῦ πέσσοντος θερμοῦ, καὶ ψύξι τῆς κοιλίης · εὖτε λύεται μὲν ἐς θερμὸν ἡ τροφή· ἀλλʼ οὐκ ἐκπέσσει θερμὸν, οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπει ἀδρανείῃ τοῦ τέλεος.[*](Ermerins reads as follows: ἡμιτελέα δὲ λείπει ἀδρανίῃ· ἡ δὲ ἀφεθεῖσα τοῦ τέλεος τῆς ἐργασίης, κ. τ.λ. I must say, I cannot recognise the necessity for this alteration, which appears to me anything but an improvement.) ἡ δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ χροιῇ καὶ ὀδμῇ καὶ συστάσι. λευκὴ μὲν γὰρ καὶ ἄχολος ἡ χροιὴ, κάκοδμα δὲ καὶ βορβορώδεα · ὑγρὴ δὲ καὶ ἀσύστατος ἀπραγίῃ, μούνην δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν ἀρχήν.

διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα, ἐρυγαὶ ξυνεχέες, κακώδεες, ἢν δὲ καὶ κάτω περήσωσι, τρύζει μὲν τὰ ἔντερα, φῦσαι δὲ διεξιᾶσι δασεῖαι, ὑγραὶ, ἀργιλώδεες · φαντασίαι δὲ ἐπʼ αὐτέοισι ὡς διεκθέοντος ὑγροῦ· πόνος τῆς κοιλίης βαρὺς, ὁκοῖον νύγμα, ἄλλοτε καὶ ἄλλοτε· ἰσχνὸς δὲ καὶ ἄτροφος ὥνθρωπος, ὠχρὸς, ἀδρανής · οὐδέν τι πρῆξαι τῶν συνήθων εὔτονος. ἀλλὰ κἢν βαδίζῃ, λύεται τὰ μέλεα, φλέβες κροτάφων ἐπηρμέναι, ἀτροφίῃ γὰρ κοιλοκρόταφοι, ἐπίφλεβοι δὲ καὶ παντὶτῷ σώματι. οὐ γὰρ οὐ πέσσει μοῦνον ἡ νοῦσος, ἀλλʼ οὐδὲ τὴν ἀρχὴν ἐς τὸν ὄγκον ἀναδιδοῖ. δοκέει γάρ μοι οὐ τῆς πέψιος μοῦνον, ἀλλὰ καὶ τῆς ἀναφορῆς τὸ πάθος ἔμμεναι.

p.108

ἦν δὲ καὶ ἐπʼ αὐξήσει ἡ νοῦσος γίγνηται, ἄγει καὶ τὰ ἀπὸ τοῦ παντὸς εἰς τὴν κοιλίην πάλιν, εὖτε ἤδη τηκεδὼν τῆς ἕξιος. αὐαλέοι δὲ τὸ στόμα, ἄνικμοι δὲ τὴν ἐπιπολὴν, ἀνίδρωτες, κοιλίη ἄλλοτε πυριφλεγὴς ὡς ἀπʼ ἄνθρακος, ἄλλοτε δὲ ὡς ἀπὸ κρυστάλλου ψυχροστ αγής. κοτὲ δὲ καὶ αἷμα τοῖσι ἐσχάτοισι ἐν σκυβάλοισι ἐπιρρέει ξανθὸν, ἄκρητον, ἀμιγὲς, ὡς δοκέειν φλεβὸς στόμιον ἀνεῶχθαι. ἀνεσθίει γὰρ τὸ δριμὺ τὰς φλέβας. μήκιστον καὶ δυσαλθὲς κακὸν, καὶ γὰρ ἢν δοκέῃ πεπαῦσθαι, ἄνευ φανερῆς προφάσιος παλινδρο μέει ἐσαῦθις ἠδὲ καὶ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλίνορσος ἥκει. ἐς περίοδον γοῦν ἤδη φοιτῇ.

γέρουσι ξύνηθες τὸ κακὸν, καὶ γυναιξὶ μᾶλλον ἢ ἀνδράσι. παιδίοισι δὲ διάρροια μὲν ξυνεχὴς, ἐφημέρῳ ἀκρασίῃ τροφῆς. ἀλλʼ οὐ κοιλίης κύτεϊ ἡ νοῦσος.[*](Κύτεϊ in this clause is not a satisfactory reading; and yet I would hesitate to adopt πάθεϊ with Wigan, or κοιλίῃ ἐνσκήπτει with Ermerins. It is worthy of remark, that kyte is a Scottish term for stomach. It occurs in Burns’ Poems.) τίκτει δὲ θέρος τῶν ἄλλων ὡρέων μᾶλλον· μετόπωρον δεύτερον, χειμὼν δὲ ὁ ψυχρότατος , ἢν ἀγχοῦ σβέσιος τὸ θερμὸν ἥκῃ· ἐπὶ χρονίῃ δὲ νούσῳ καὶ ἥδε καὶ δυσεντερίη καὶ λειεντερίη τίκτεται. ἀλλὰ καὶ χανδὸν ψυχροποσίη κοτὲ ξυνέστησε τὴν νοῦσον.

Κωλικοὶ δὴ κτείνον ται εἰλεῷ καὶ στρόφῳ ὀξέως. πάνυ μὲν οὖν αἴτια μυρία ἴσχει τῆς διαθέσιος· σημήϊα, βάρος μὲν ἐπʼ ἀσιτίῃ, ἔνθα δὴ τὸ πάθος μάλιστά γε κραίνει · ὄκνος πουλὺς, νωθέες, ἀπόσιτοι, ἰσχνοὶ, ἄγρυπνοι, οἰδαλέοι πρόσωπα· κἢν μὲν πρὸς τῷ σπληνὶ νοσέῃ κῶλον, μελάγχλωροι. λευκόχλωροι δὲ, ὁκόσοις πρὸς ἥπατι, ξυμπαθείῃ τῶν ἄγχιστα σπλάγχνων· ἢν δὲ προσαίρωνται τροφὴν, καὶ ἐπὶ σμικρῇ καὶ ἀφύσῳ κάρτα φυσώδεες, καὶ προθυμίη μὲν ἐς διαπνοὴν,

p.109
ἀδιέξοδοι δὲ φῦσαι, ἐρυγαί τε ἄνω βιώμεναι, ἀτὰρ καὶ αἵδε ἀτελέες. ἢν δέ πηπερήσῃ βίᾳ, φῦσαι βρωμώδεες μὲν αἱ ἄνω καὶ ὀξυρεγμιώδεες· νεφροὶ καὶ κύστις ξυμπαθέα πόνῳ καὶ ἰσχουρίῃ· τουτέοισι ἄλλα ἀντʼ ἄλλων. θωῦμα δὲ τουτέων μέζον, ἐς ὄρχιας καὶ κρεμαστῆρας ἀδόκητον ἄλγος ἐπιφοιτῇ · πολλοὺς τῶν ἰητρῶν ἥδε ἡ ξυμπαθείη λήθει. καὶ γὰρ καὶ ἐξέταμόν κοτε τοὺς κρεμαστῆρας, ὡς ἰδίην ἔχοντας αἰτίην. ἀλλὰ γὰρ καὶ τουτέοισι ἀντʼ ἄλλων ἄλλα.

γίγνονται δὲ καὶ ἀπότοκοι τοῦδε νοῦσοι, ἀποστάσιες μὲν καὶ ἕλκεα οὐκ εὐήθεα· ὕδεροι δὲ καὶ φθίσιες, ἀναλθέα. ἐπὶ γὰρ ψύξι καὶ χυμοῖσι παχέσι καὶ φλέγματι πολλῷ κολλώδεϊ ξυνίσταται ἡ νοῦσος· ἀτὰρ καὶ ἡλικίῃ καὶ ὥρῃ ψυχρῇ ἐπιφοιτῇ, χώρῃ, καὶ χείματι καρτερῷ.

ἐντέρων τὰ μὲν ἄνω λεπτὰ καὶ χολώδεα μέσφι τοῦ τυφλοῦ, χολάδες ἐπίκλην· ἀπὸ δὲ τουτέων τὰ κάτω παχέα καὶ σαρκώδεα μέσφι τῆς ἀρχῆς τοῦ εὐθέος ἐντέρου.

ἐγγίγνεται οὖν ἐν ἅπασι ἕλκεα· δυσεντερίη δὲ τῶνδε τῶν ἑλκέων αἱ ἰδέαι. διὰ τόδε ποικίλαι ἔασι αἱ νοῦσοι. τὰ μὲν γὰρ ἐπιπολῆς ξέει ἔντερα, ἀναδορὴν μούνην ποιεύμενα, καὶ ἔστιν ἀσινέα. ἀτὰρ δὲ ἀσινέστερα πολλὸν, ἢν κάτω ᾖ τὰ πάθη· ἀλλʼ ἢν δὲ σμικρῷ μὲν ἔτι βαθύτερα τὰ ἕλκεα, οὐκ εὐήθεα δὲ καὶ τάδε. ἄλλα βαθέα καὶ οὐχ ἱστάμενα, ἀλλʼ ἐσθιόμενα, ὀδυνώδεα, ἕρποντα , καὶ ἐπισφακελίζοντα, θανατώδεα. [*](In this sentence I have not hesitated to adopt Petit’s suggestion, and have read ὀδυνώδεα in place of ἀδενώδεα. Ermerins substitutes φαγεδαινώδεα; but for this term he can quote no authority.) ἀτὰρ καὶ φλέβια ἐπὶ τῇσι νομῇσι γίγνονται περίβρωτα, ἔν τε τοῖσι ἕλκεσι καὶ στάξιες αἱμορραγίας· τὸ μέζον ἄλλο εἶδος ἑλκέων· ὀχθώδεα, τρηχέα, ἀνώμαλα, τυλαίνια,

p.110
ὡς ἐν ξύλῳ ὄζον εἴπομεν. δυσαλθέα τάδε, οὔτε γὰρ ὠτειλὴν Ῥηϊδίως ἴσχει, Ῥηΐτερόν τε γὰρ λύονται.

αἰτίαι δὲ δυσεντερίης μυρίαι, ἐπίκαιροι δὲ, ἀπεψίαι , ψύξιες συνεχέες, δριμέων πρόσαρσις, μυττωτῶν, κρομμύου αὐτοῦ, σκορόδου, κρεῶν παλαιῶν δριμέων ἐδωδή. ἐφʼ οἷσι ἀπεψίη· ὑγρὸν ἄηθες, κυκεὼν, ἢ βρυτέων πόμα, ἢ οἷα κατὰ χώρην ἑκάστην ἀντὶ οἴνου γίγνεται δίψεος ἄκεα. ἀτὰρ καὶ πληγὴ καὶ ψύξις καὶ ψυχροποσίη τίκτουσι ἕλκεα.

αἱ δὲ ἐκκρίσιες καὶ τὰ ξυνεόντα τοῖσι ἕλκεσι ἕτερα καὶ ἕτερα, ἐπʼ ἄλλοισι καὶ ἄλλοισι. ἢν μὲν γὰρ ἐπιπολῆς ἔῃ, ἄνωθεν μὲν λεπτὰ, χολώδεα, ἄνοσμα, πλὴν ὁκόσον ἀπʼ ἐντέρων. τὰ δὲ ἀπὸ τῆς νήστιος κατακορέα μᾶλλον, κροκοειδέα , κακώδεα · τὰ δὲ καὶ ξὺν τῇ τροφῇ λελυμέν ῃ μὲν, ἀλλὰ τρηχείῃ, ἄλλοτε κάκοδμόν ἐστι, τὰ δὲ ἕλκεα σηπεδώνεα ἄλλοτε δὲ ἴσχει, ὡς ἀπὸ σκυβάλων μοῦνον τὴν ὀσμήν· ἀπὸ δὲ τῶν κάτω ἐπὶ τοῖσι ἕλκεσι, ὑδατώδεα, λεπτὰ, ἄνοσμα · ἢν δὲ ἐπὶ μᾶλλον βαθέα, ἰχωροειδέα , ὑπέρυθρα, οἰνώδεα, ἢ ὅκως κρεῶν πλύμα. ἄλλοτε μὲν ἰδίῃ τάδε, ἄλλοτε δὲ ξὺν τοῖσι κοπρίοισι· καὶ τάδε ὑγρὰ λελυμένα τῷ περιρρόῳ, ἄχολα, ἄνοσμα · ἢ ξυνεστῶτα, ξηρὰ ἐξίασι, ὀλισθηρὰ τῷ περιρρόῳ · ἢν δὲ μέζω καὶ λειότερα ᾖ τὰ ἕλκεα, ἐπὶ μὲν τοῖσι ἄνω, χολώδεα, καὶ ἀφʼ ὧν καὶ διʼ ὧν ἔρχεται — καὶ γὰρ τὴν ἕδρην, — δάκνει. δριμεῖα γὰρ ἡ χολὴ, καὶ ἐπὶ μᾶλλον ἢν ἀφʼ ἕλκεος· καὶ ἡ χολὴ δὲ πίων ὅκως λίπας. ἐπὶ δὲ τοῖσι βαθυτέροις τοῖσι κάτω αἱμάλωψ παχὺς σὺν φλέγματι, σαρκοειδέα οὐ κάρτα πίονα, ξυσματώδεα , ὡς ἀπʼ ἐντέρων εἶναι. ἀτὰρ καὶ ὅλα συμμέμικται μέρεα· φέρεται λευκὰ, παχέα, μυξώδεα, στέατι ξυγκοπέντι ἴκελα, ξὺν τῷ περιρρόῳ. τάδε μέντοι ἀπὸ τοῦ εὐθέος τοῦ παραμήκεος ἐντέρου. ἄλλοτε δὲ μυξώδεα μοῦνον, ὀδαξώδεα, σμικρὰ, στρογγύλα, δακνώδεα, ἐξαναστάσιας πυκινὰς, καὶ προθυμίην ξὺν ἡδονῇ ποιεύμενα, ἐκκρίσιας δὲ κάρτα σμικράς · τεινασμὸς τοῦδε ἡ ἐπίκλησις. ἀπὸ δὲ

p.111
τοῦ κώλου φέρονται καὶ σάρκες ἐξέρυθροι καὶ μεγάλαι, περιγραφὴν πολλὸν μέζονα ἔχουσαι · εἰ δὲ βαθέα γίγνεται τὰ ἕλκεα, καὶ αἷμα παχὺ, τρυγῶδες, τάδε κάκοδματῶν πρόσθεν μᾶλλον. ἐπην δὲ ἕρπῃ καὶ ἐσθίῃ τὰ ἕλκεα, καὶ ἴσχηται μηδαμᾶ ἐπὶ μηδενὶ, ἄνωθεν μὲν πρὸς τοῖσι χολώδεσι τοῖσι κατακορέσι , κροκώδεα, καὶ ἔπαφρα, τρυγίζοντα , καὶ μέλανα, ἰσατώδεα, πρασοειδέα , παχύτερατῶν πρόσθεν, κακώδεα, ὅκως ἡ σηπεδὼν, διαχωρέει. τροφὴ νῦν ἀπεπτοτέρη, ὡς ὑπὸ ὀδόντων λάβρων τετριμμένη μοῦνον. ἢν δὲ τὰ κάτω ἀνεσθίηται , αἱμάλωπες μέλανες, παχέα, σαρκοειδέα , ἐξέρυθρα, θρομβώδεα, ἄλλοτε μὲν μέλανα, ἄλλοτε δὲ παντοίως ποικίλα, κάκοδμα, οὐ φορητὰ, ἀφέσιες τῶν ὑγρῶν ἀβούλητοι· ἀπελύθη κοτὲ καὶ εὔμηκες ἄκριτον κατὰ πλεῦνα, ὅκως ὑγιὲς τὸ ἔντερον, καὶ δέος παρέσχεν ἀμφὶ ἔντερον τοῖσι ἀγνοοῦσι τοῦ πρήγματος. τὸ δέ ἐστι τοιόνδε. τῶν ἐντέρων, ὅκως τῆς κοιλίης, χιτῶνες ἔασι δοιοί· ἀτὰρ καὶ ἀλλήλοισι ἐπιβάλλουσι οἵδε λοξοί. ἢν οὖν ἡ διπλόη λυθῇ, ὁ μὲν ἐντὸς χιτὼν ἀποστὰς ἐς μῆκος ἔξω χωρέει, ὁ δὲ ἐκτὸς μίμνει μοῦνος, καὶ σαρκοῦται, καὶ ἐπωτειλοῦται, καὶ ἀλθέξονται , καὶ ζώωσι ἀσινέες. πάσχει δὲ τὸ κάτω μοῦνον, αἰτίη δὲ τῶν χιτώνων τὸ σαρκοειδές . ἢν δὲ αἷμα ἀπό τευ ἀγγείου φέρηται ξανθὸν, ἢ μέλαν, καθαρὸν Ῥέει, ἀμιγὲς τροφῆς, ἢ σκυβάλων ἄτερ. εἰ δὲ ἐπίπαγοςἐπιπετάννυτο πλατέσι ἀραχνίοισι ἴκελος θρομβοῦται, ἢν ψυχθῇ· οὐδὲ γὰρ ἡ πίστις αἵματος ἔκκρισις· τῷ δὲ Ῥοίζῳ πολλῷ ξὺν πνεύματι μέζων τῆς περιστάσιος ἡ φαντασίη τῆς ἐκκρίσιος. γίγνεταί κοτε καὶ ἐν κώλῳ πύου ἀπόστασις, οὐδέν τι τῶν ἄλλων τῶν ἐντὸς ἑλκέων ξενοπρεπεστέρη. καὶ γὰρ τὰ σημήϊα καὶ τὸ πῦον καὶ ἡ ἄλθεξις τῶν ἑλκέων ἡ ὠυτή. ἢν δὲ ἐκκρίσιες σκληραὶ τῶν σαρκοει δέων ἔωσι, τετριμμέναι, τρηχέσι σώμασι ἴκελαι, ἡ ἀπόστασις οὐ τοῦ εὐήθεος τρόπου· ῥέει κοτὲ πολλὸν ἀπὸ τοῦ κώλου ὕδωρ,
p.112
δυσεντεριώδεα τρόπον . ὕδρωπος τόδε μυρίους ἐρρύσατο. [*](Hippocrat. Aph. vi. 14.) τὰ μὲι ἕλκεα, ὡς ἔπος εἰπεῖν, τὰ ἐν τοῖσι ἐντέροισι τοιάδε· ἀτὰρ ἠδὲ καὶ ἡ τῶνδε ἰδέη, καὶ αἱ ἀπὸ τῶνδε ἐκκρίσιες, ὁκόσας ἔλεξα.

φράσω δὲ καὶ τὰ ξυνεόντα ἑκάστοισι τῶν νοσεόντων, ἤν τε εὐήθεα, ἤν τε σιναρὰ ᾖ τὰ ἕλκεα. ἀθρόον μὲν οὖν εἰρήσθω, ἢν ἐπιπολῆς ἀναδορὴ, ἤν τε ἄνω, ἤν τε κάτω ἔῃ, ἄπυροι, ἄπονοι, ὀρθοστάδην ὑγιαζόμενοι, σμικρῆσι τῇσι διαίτῃσι ἑτεροίως. ἢν δὲ ἕλκος ἐγγένηται, ἐπὶ μὲν τοῖσι ἄνω στρόφος δακνώδης, δριμὺς, ὡς ἀπὸ χολῆς θερμῆς σμικρῆς, ἔμπυοι ἄλλοτε καὶ ἄλλοτε· τὸ δὲ πλέον, ἔμπυοι. [*](The text, which is by no means in a satisfactory state, is thus attempted to be emended by Ermerins: — ἢν δὲ ἕλκος ἐγγένηται, ἐπὶ μὲν τοῖσιν ἄνω στρόφος δακνώδης, δριμὺς, ὡς ἀπὸ χολῆς, θέρμη σμικρὴ ἄλλοτε καὶ ἄλλοτε, τὸ γὰρ πλέον ἔμπυοι.) ἢ πέψιες ἡμιτελέες, οὐκ ἀπόσιτοι · ἢν δὲ τοῖσι κάτω ἕλκεα γένηται, πολλόν τι ἀσινέστερα τῶν ἄνω· καὶ γὰρ τὰ ἔντερα πολλόν τι μᾶλλον τῶν ἄλλων σαρκοειδέα . ἢν δὲ κοῖλα καὶ ἀνεσθίοντα ἐς τὰ ἄνω γένηται, πυρετοὶ ὀξέες, ἀλαμπέες, ἐν τοῖσι σπλάγχνοισι ὑποβρύχιοι, περίψυξι ς, ἀποσιτίη, ἀγρυπνίη · ἐρυγαὶ κακώδεες, ναυτίη, χολῆς ἔμετοι, σκοτοδίνη · ἢν δὲ πολλὴ μὲν ἡ φορὴ, χολωδεστέρων δὲ γίγνηται, ἐπίμονοι στρόφοι, καὶ ἄλλοι πόνοι μᾶλλον· ποτὶ καὶ ἐκλύσιες δυνάμιος, ὑπολύσιες γουνάτων, καυσώδεες, διψαλέοι, ἀσώδεες, ναυτίη μελάνων, γλῶσσα ξηρὴ, σφυγμοι σμικροὶ, ἄτονοι. τουτέων ἀδελφὰ, ὀκόσαἐπὶ τοῖσι κακοειδέσι ἕλκεσι ἔλεξα τὰ θανατώδεα. καρδιώσσουσι μέσφι λειποθυμίης. μετεξέτεροι δὲ οὐδὲ ἐς ἀνάκτησιν ἐπαλινδρόμησαν· ἀλλʼ οὕτως ἐξέθανον· τάδε τὰ δεινὰ ξυνὰ καὶ τῇσι ἀπὸ τῶν κάτω ἐντέρων διαβρώσεσι , ἢν νέμηται μὲν τὰ ἕλκεα, ἄσχετος δὲ ἡ φορή· πλὴν ὁκόσον οἱ στρόφοι καὶ οἱ πόνοι ὑπὸ τὸν ὀμφαλὸν κάτω, ἔνθα τὰ ἕλκεα.

p.113
ἰδέαι δὲ αἵδε τῶν ἐκκρίσεων, ὁκοίας ἔλεξα. ἢν δὲ ἐπὶ τοῖσι πρώτοισι σμικρὰ ᾖ, ἀνακωχὴ δὲ εἰς μακρὸν ᾖ νομῆς, ἄλλα ἐπʼ ἄλλοις ἕλκεα γίγνεται, τῶν μὲν πρηϋνομέ νων, ἄλλων δὲ κορυφουμένων, ὅκως ἐν θαλάσσῃ κύματα. τοιόνδε τὸ τῶν ἑλκέων χύμα. ἢν δὲ καί κοτε ἐπαρκέσῃ μὲν ἡ φύσις, συνασκήσῃ δὲ καὶ ὁ ἰητρὸς, πέπαυται μὲν ἡ νομὴ, καὶ θάνατον οὐκ ὀρρωδέει, σκληρὰ δὲ καὶ ὀχθώδεα μίμνει τὰ ἔντερα, καὶ τῶνδε ἐς μακρὸν ἡ ἄλθεξις.

αἱμορραγίῃ δὲ ἀπʼ ἐντέρων, ἢν μὲν μεγάλης φλεβὸς ἢ ἀρτηρίης ἔῃ, ὠκὺς ὁ θάνατος. οὐδὲ γὰρ οὐδὲ τὴν χεῖρα δυνατὸν ἔσω ἐσμάσασθαι , καὶ τοῦ ἄλγεος θιγεῖν, ἢ φάρμακον αὐτῷ τῷ ἕλκεϊ προσβάλλειν. καί τοι καὶ εἰ ἐπίσχοιτο ἡ αἱμορραγίη φαρμάκῳ, οὐκ ἀτρεκὴς τοῦ θανάτου ἡ φυγή. μετεξετέροισι γὰρ μεγάλης ἐσχάρης ἔκπτωσις τῆς φλεβὸς τὸ στόμιον ἐς μέζον εὐρύνει · εὖτε καὶ θρόμβοι ἔνδον ἐγγίγνονται καὶ μίμνουσι ἔσω, ἄφυκτος ἡ νοῦσος. χρὴ οὖν ἀρχομένῃσι αἱμορραγίῃσι ἀρήγειν. δήλη δὲ ὡς ἐπίπαν γίγνεται μέλλουσα, εἰ καὶ μὴ πάμπαν εὔσημος · ἄση ξύνεστι, ἀπορίη, βάρος τοῦ τόπου, ἔνθα Ῥήσσεται, ἐρύθημα τοῦ προσώπου, ἢν μηδέκω Ῥαγῇ· κἢν μὲν ἡ φλὲψ νεορραγὴς ἔῃ, ὡς ἐπίπαν μαλθάσσεται πάμπαν. ἢν δὲ πρόσω ᾖ χρόνου, χαλεπώτερον καὶ βραδύτερον . τοιάδε μὲν τὰ ἐν ἐντέροις ἕλκεα.

γίγνεται δὲ θέρεος ὥρῃ· δεύτερον φθινοπώρου, ἧσσον ἦρος, ἥκιστα χειμῶνος. καὶ διάρροιαι μὲν, παιδίοισι καὶ μειρακίοισι· δυσεντερίη δὲ ἀκμάζουσι καὶ νέοισι· γῆρας δὲ δυσαλθὲς καὶ ἐς ὠτειλήν χρόνιον · τὰ δὲ ἀνεσθιόμενα γέρουσι ἀήθεα· ἀτὰρ καὶ αἱμορραγίη ξύμφωνος γήρᾳ.[*](The common reading is ambiguous. Ermerins reads ἀξύμφωνος. Perhaps our author refers to the bloody discharges from piles, which are not uncommon in old age.)

p.114

ἢν ἐπὶ δυσεντερίῃσι καὶ ἕλκεσι πλατέσι καὶ κάρτα βαθέσι τῶν ἄνω ἐντέρων ὠτειλαὶ ἐγγίγνωνται πυκναὶ, παχεῖαι , στερέμνιοι , τὰ σιτία ἐκ τῶνδε ἐς τὰ κάτω διεκθέει, ὑγρὰ, ἀδιάκρι τα τοῦ τροφίμου· τὸ γὰρ τῶν ἐντέρων ἀραιὸν διʼ οὗπερ ἐς τὴν ἄνω φορὴν ἡ τροφὴ ἀναΐσσει, ἀπέκλεισεν ἡ ὠτειλή. ἀτροφίη οὖν τὸν ἄνθρωπον ἴσχει καὶ ἀχροίη, καὶ ἀτονίη. ἐπικλην τὸ πάθος λειεντερίη ἴσχει, — τὸ ἐπὶ τῇ οὐλῇ λέγω τῶν ἐντέρων, — τοὔνομα. καὶ νῦν μὲν ἐξ ἑλκέων ἐστὶ ἡ πάθη· ἄλλοτε δὲ ἔντερα μὲν ὠτειλὴν οὐκ ἴσχει· ἔθος δὲ καὶ μελέτη διαρρυεῖσα ἐκδιδάσκει τὰ ἔντερα. τὸ γὰρ ἐν τουτέοισι θερμὸν ἢν καταψυχθέν κοτε μήτε καταπέσσῃ, μήτε ἐς τὴν ἀναφορὴν ἀναΐσσῃ, ἄκρατον δὲ ὑπʼ ἀσθενίης ἔῃ, διαδιδρήσκει πᾶν ἔργον ἡ τροφή. ἀλλʼ ἢν μὲν σχέδιος καὶ μὴ ἑδραίη γένηται ἡ κάθαρσις, ἀλλὰ φαύλη, ἁπλοῦς ἔμετος ἀπὸ σιτίων ἔλυσε τὴν νοῦσον. ἢν δὲ προσοκείλῃ χρόνῳ, καὶ ἐν ἕδρῃ ἵζῃ ἡ αἰτίη τουτέων, οὐδὲν ὠφελέει.

τίκτει δὲ καὶ χρονίη νοῦσος, καὶ ὀρθοστάδην καχεξίη · ἀτὰρ καὶ ὕδρωπές κοτε ἐς τόδε ἀπέσκηψαν εὐτυχῶς, ἐς κακὸν μὲν ἐκ κακοῦ, ἀλλὰ κρέσσων ἡ διαδοχή.

τῇσι γυναιξὶ ὑστέρη ἀγαθὴ μὲν ἐς κάθαρσιν καὶ τόκον, ξυμφορὴ δὲ νούσων μυρίων τε καὶ κακῶν. οὐ γὰρ ἑλκέων ἢ φλεγμασίης ἢ Ῥοῦ μοῦνον, ἀλλὰ κἢν ἐξαπίνης ὅλη ἄνω κινέηται, ὠκέως κτείνει. γεγράφαται μὲν οὖν ἐν ἄλλοισι, ὁκοῖα τῶν ἀπʼ αὐτέης ἦν ὀλέθρια ὀξέα. τὰ δὲ χρόνια Ῥόος διπλόος, σκληρίη, ἕλκεα, τὰ μὲν ἀσινέα, τὰ δὲ κακοήθεα· πρόπτωσις ὅλης, ἢ μέρεος.

p.115

ῥόος μἒν οὖν, ἐρυθρὸς, ἢ λευκόχροος · ἰδέα δηλοῖ. ἐρυθρὸς μὲν, ἢν αἷμα ξανθὸν, καὶ αἱ τοῦδε ἰδέαι, ἢ πελιδνὸν ἢ μέλαν, καὶ λεπτὸν, ἢ παχὺ καὶ πεπηγὸς, οἷον θρόμβοι · λευκὸς ὡς ὕδωρ, ἢ ὠχρόξανθος ὡς χολή. παχὺς δὲ ὅκως ὑπόλεπτος,[*](Ermerins reads, on his own conjectural judgment, ὑπάλειπτον, which signifies a sort of Ocular Collyrium.) ἢ λεπτὸς ἰχὼρ καὶ κάκοδμος. λευκὸς δὲ ὡς πῦον, ὁ δὲ ἀτρεκὴς, ὡς λευκὸς ὄρρος· ἀτὰρ καὶ αἱμάλωψ κοτε τῷ πύῳ συνεκρέει. μυρίαι δὲ ἄλλαι παρὰ τὸ μᾶλλον τουτέων καὶ ἧττον ἰδέαι. περίοδος δὲ ἄλλοτε μὲν ἡ ἐπὶ μῆνα κάθαρσις, ἀλλʼ οὐκ ἐς τὴν ἀρχαίην ξυνίσταται προθεσμίην. οὐ πολλὸν μὲν τὸ αἷμα, ἐν ἡμέρῃσι δὲ πολλῇσι ἐκρέει· ὀλιγήμερος δὲ ἡ διάλειψις, ἀλλὰ καθαρή. ἄλλος περιόδου τρόπος, εἰς προθεσμί ην δὲ καὶ οὐκ ἐς πλῆθος περὶ πλεῖστον ἡ πρώτη κάθαρσις· δὶς δὲ καὶ τρὶς καθαίρονται ἀνὰ πάντα τὸν μῆνα· ἄλλη ἰδέη, ἄσχετος μὲν ἡ Ῥοὴ καὶ σμικρὴ ἐφʼ ἡμέρης ἑκάστης, ἀλλὰ εἰς τὸν ὅλον μῆνα οὐ πάγχυ βαιή. οὐδὲ γὰρ ὑστέρη μύει τὸ στόμα, ἀλλὰ οἴγνυται, πάρεσιν ἐς Ῥύσιν ὑγρότητος πάσχουσα · εἰ δὲ μήτε διαλείπει μήτε σμικρὸν ἐκρέει, αἱμορραγίῃ θνήσκουσι. σημήϊα δὲ, πρὸς τῇσι χροιῇσι τοῦ Ῥόου ἡ χροιὴ τῆς ἀνθρώπου · ἄγρυπνοι, ἀπόσιτοι, ἀσσώδεες, ἔκλυτοι ἐπὶ τὸ ἐρυθρὸν μᾶλλον, καὶ ὀδυνώδεες, καὶ κάκοδμον ἐπʼ ἀμφοῖν τὸ Ῥεῦμα· ἀλλὰ μᾶλλον καὶ ἧσσον ἄλλοτε καὶ ἄλλοτε. ὁ μὲν γὰρ λευκὸς κακίων, ἢν μέζων που ἡ σηπεδὼν ἔῃ· ἄλλοτε δὲ ὁ ἐρυθρὸς, ἢν ἀγριαίνῃ ἡ διάβρωσις. ἀθρόον δὲ εἰρήσθω, μέλας μὲν ἁπάντων κακίων, πελιδνὸς δεύτερον, ὠχρὸς δὲ καὶ λευκὸς καὶ πυώδης, μακρότεροι μὲν, ἧσσον δὲ κινδυνώδεες. τούτων δὲ αὐτέων ὁ ὠχρὸς κακίων μὲν, πολλὸν δὲ κρέσσων ὁ τῷ συνήθεϊ μεμιγμένος . ξυνήθης δὲ ἐρυθρὸς μὲν καὶ τὰ τοῦδε εἴδεα· τὸ δὲ ἀληθὲς γεραιτέρῃσι κακίονες οἱ ἐρυθροί · ἥκιστα δὲ νεήνισι οἱ λευκοί.

p.116
ἀτὰρ καὶ ἀσινέστεροι ταύτῃσι οἱ ξυνήθεες· [*](Ermerins certainly does appear to improve the clause, ἀτὰρ .... ξυνήθεες, by transferring them to this place. Formerly the words followed εἴδεα) ἄλλος Ῥόος λευκὸς, ἡ ἐπιμήνιος κάθαρσις λευκὴ, δριμεῖα, καὶ ὀδαξώδης ἐς ἡδονήν· ἐπὶ δὲ τοῖσι καὶ ὑγροῦ λευκοῦ, παχέος, γονοειδέος πρόκλησις. τόδε τὸ εἶδος γονόρροιαν γυναικείαν ἐλέξαμεν. ἔστι δὲ τῆς ὑστέρης ψύξις, οὕνεκεν ἀκρατὴς τῶν ὑγρῶν γίγνεται· ἀτὰρ καὶ τὸ αἷμα ἐς χροιὴν λευκὴν ἀμείβει . τοῦ γὰρ πυρὸς οὐκ ἴσχει τὸ φοινίσσον. τήνδε τὴν πάθην καὶ στόμαχος νοσέει καὶ ἐμέει φλέγμα· ἀτὰρ καὶ ἔντερα ὁμοίην ἴσχει, εὖτε τὴν διάρροιαν νοσέει.

γίγνεται ἕλκεα καὶ ἐν ὑστέρῃ, τὰ μὲν πλατέα, κνησμώδεα, ἅπερ ἅλια, ὅκως ἀναδορή τις ἐπιπολῆς, πῦον παχὺ, ἄνοσμον, ὀλίγον. εὐήθεα τάδε τὰ ἕλκεα· ἄλλα τουτέων βαθύτερα καὶ κακίονα, οἷς πόνοι σμικροὶ, πῦον ὀλίγῳ πλεῖον, μᾶλλον κάκοδμα, ἀλλʼ ἔμπης εὐήθεα καὶ τάδε. ἢν δὲ ἐπὶ μᾶλλον βαθέα γίγνηται, καὶ τὰ χείλεα τῶν ἕλκεων ἀπηνέα ἢ τρηχέα, ἰχώρ τις κακώδης, καὶ πόνος τῶν πρόσθεν μέζων, ἀνεσθίει δὲ τὴν ὑστέρην τὸ ἕλκος· ἐξήκει δέ κοτε καὶ ἀπολυθέντι σαρκίον · μὴ εἰς ὠτειλὴν ἰὸν μήκιστον κτάνει τόδε, ἢ χρόνιον γίγνεται κάρτα.[*](Ermerins suppresses this clause. I have merely ventured to add ἢ before χρόνιον, and altered the punctuation.) τόδε καὶ φαγέδαινα κικλήσκεται. ὀλέθρια δὲ τὰ ἕλκεα, ἢν πρὸς τοῖσι ἄλγος ὀξύνῃ, καὶ ἡ ἄνθρωπος ἀπορῇ. σηπεδὼν δὲ ἀπὸ τοῦ ἕλκεος Ῥέει οὔτε αὐτέῃσι φορητὴ, ἀγριαίνει ψαύσεσί τε καὶ φαρμάκοισι , καὶ χαλεπαίνει πως καὶ ἰητρίῃ· φλέβες δὲ ἐν ὑστέρῃ ἐς ὄγκον αἴρονται ξὺν περιτάσεσι τῶν πέλας· ἔστι δὲ πεπνυμένοισι οὐκ ἄσημον τῇ ἁφῇ.[*](Ermerins, contrary to all authority, reads πεπνευμένῃσι, on the ground that, in ancient times, midwives alone were entrusted with the treatment of diseases of the female genital organs. This, however, was evidently not the case, as must be obvious to any one who has carefully read the Hippocratic treatise on this subject, and the other works contained in the Gynoecia.) οὐ γὰρ ἄλλως δῆλον· πῦρ δὲ καὶ ἄση τοῦ παντὸς

p.117
καὶ σκληρίη ξύνεστιν, ᾗπερ τοῖσι θηριώδεσι, θανατώδεα ὄντα ἕλκεα,[*](This clause, which had puzzled all the former editors, is expunged from the text altogether by Ermerins.) ἀτὰρ καὶ ἐπίκλησιν ἴσχει καρκίνων. ἄλλος καρκίνος· ἕλκος μὲν οὐδαμῆ, ὄγκος δὲ σκληρὸς, ἀτέραμνος · ξυντιταίνει δὲ τὴν ὑστέρην ὅλην, ἀτὰρ καὶ ἄλγεα κατὰ τὰ ἄλλα ὅσα ἐφέλκει · ταῦτα δὲ ἄμφω τὰ καρκινώ δεα καὶ χρόνια καὶ ὀλέθρια · πολλὸν δὲ τὸ ἕλκος τοῦ ἀνελκώτου κάκιον καὶ ὀσμῇ, καὶ πόνοισι, καὶ ζωῇ, καὶ θανάτῳ.

ἐξίσταταί κοτε τῆς ἕδρης ἡ ὑστέρη ὅλη, καὶ ἐπὶ τοῖσι μηροῖσι τῆς γυναικὸς ἱζάνει· ἄπιστος ἡ ξυμφορὴ, ἀλλʼ οὐκ ἀθέητος ἡ ὑστέρη, οὐδὲ ἀγέννητος ἡ αἰτίη. ξυνδίδουσι γὰρ οἱ ὑμένες, οἱ πρὸς τοὺς λαγόνας, ὀχῆες τῆς ὑστέρης ἐόντες νευρώδεες· οἱ μὲν κατὰ πυθμένα πρὸς τὴν ὀσφὺν λεπτοί· οἱ δὲ κατʼ αὐχένα ἔνθα καὶ ἔνθα πρὸς τοὺς λαγόνας · οἱ δὲ μάλιστα νευρώδεες, πλατέες ὅκως νεὼς λαίφεα. πάντες οὖν ξυνδίδουσι οἵδε, ἢν ἔξω ἡ ὑστέρη ἀΐσσῃ. κτείνει μὲν οὖν τὰ πολλὰ ἔκπτωσις ἥδε. γίγνεται γὰρ ἐπὶ ἀμβλωσμ ῷ, καὶ σεισμοῖσι μεγάλοισι, καὶ βιαίῳ τόκῳ· ἢν δὲ μὴ κτάνῃ, ἐς μακρὸν αἵδε ζώουσιν, ὁρέουσαι τὰ μὴ θεητὰ καὶ τιθηνοῦσαι ἔξω καὶ βαυκαλῶσαι τὴν ὑστέρην. [*](I have followed Petit and Ermerins in reading βαυκαλῶσαι instead of καυκαλῶσαι. Ermerins further suppresses καὶ τιθηνοῦσαι.) δοκέει δέ κοτε τῆς διπλόης τῆς ὑστέρης ὁ ἔνδον ὑπεζωκὼς χιτὼν, ἀποσπᾶσθαι τοῦ ξυναφέος. δοιαὶ γὰρ αἱ σχίδες μὲν αἱ ἐπηλλαγμέναι χιτῶνος·[*](The text here is under great obligations to Ermerins.) ὅδε οὖν ἀφίσταται μὲν καὶ Ῥεύματι, καὶ ἐντρωσμῷ καὶ βιαίῳ τόκῳ, εὖτε ἐπὶ τῷ χορίῳ προσπέφυκεν αὐτέη. ἢν γὰρ τόδε ἕλκηταιβίῃ, συνεκπεράσας ὁ τῆς ὑστέρης χιτὼν --- ἀλλὰ ἢν μὴ ἐκθάνῃ ἡ γυνὴ, παλίνορσος τὸ αὐτὸ συνήφθη κοτὲ στάθμῃ, ἢ σμικρὸν ἔξω φαίνεται· σκέπει γὰρ τοῖσι μηρίοισι ἡ γυνή. προσπίπτει κοτὲ τὸ στόμιον τῆς ὑστέρης μοῦνον μέσφι τοῦ αὐχένος, ἀλλʼ αὖθις εἴσω

p.118
δύεται, ἢν ὀσφραίνηται ἡ ὑστέρη θυμιήσι κακώδεϊ. ἕλκει δὲ αὐτέην καὶ ἡ γυνὴ, ἢν ὀσφραίνηται θυμιητῶν εὐωδέων. ἀτὰρ καὶ χερσὶ μαίης ἀτρέμα εἴσω θέει, ἡσυχῆ πιεζευμένη καὶ χριομένη πρόσθεν τοῖσι ὑστέρης μειλίγμασι.[*](I am not aware that this word occurs elsewhere in any medical author, as applied here. I am persuaded, then, that the proper reading is μαλάγμασι. On the malagmata or emollient plasters of the ancients, see Paulus Aegineta, Syd. Soc. Edit. b. iii. pp. 576 — 581. They were much used in uterine diseases. See Ibid b. iii. c. 68, etc. )

ξυνὸς μὲν ἁπάντων τῶν ἄρθρων πόνος ἡ ἀρθρῖτις· ἀλλὰ ποδῶν μὲν ποδάγρην καλέομεν, ἰσχιάδα δὲ ἰσχίων, χειράγρην δὲ χειρῶν· ἤν γε μὲν σχέδιος ᾖ ἐπί τινι τῶν προσκαίρων αἰτίων ὁ πόνος, ἢ κρύβδην δὲ μελετήσῃ πολλὸν χρόνον ἡ νοῦσος, εὖτε ἐπὶ προφάσι σμικρῇ ὁ πόνος καὶ ἡ νοῦσος ἐξήφθη·[*](I have ventured to read ἢ instead of ἢν, on my own authority; and have substituted τινι in place of τι, on the authority of Ermerins; but have rejected his alteration of μὴν into μὴ, which I think spoils the passage; and have preferred μὲν, which has the authority of the Vatican MS.) ἔστι δὲ ἁπάντων ξυλλήβδην τῶν νεύρων ἡ πάθη, ἢν αὐξηθὲν τὸ κακὸν ἅπασι ἐπιφοιτῇ · ἀρχὴ δὲ νεῦρα τὰ δεσμὰ τῶν ἄρθρων, καὶ ὁκόσα ἐξ ὀστέων πέφυκεκαὶ ἐν ὀστέοισι ἐμφύνει. θώϋμα δὲ τουτέων μέγα. οὐ πονέει μὲν γὰρ θρὶξ,[*](Θρὶξ here is used in an unusual sense. The literal translation of the expression would be, They are not pained a hair, or a hair’s-breadth, i.e. in the slightest degree. Ermerins refers to Theocritus, Idyll. xiv. 9, for an example of this usage. See further Liddel and Scott’s Lexicon, under the word. This usage of it appears very forced in the present instance, and I suspect the reading to be corrupt.) οὐδʼ ἂν τέμνῃ τις ἢ θλίβῃ· ἢν δὲ ἐξ ἑωυτέων πονῇ, οὐδὲ ἕτερον ἀλγέει τοῦδε δυνατώτερον, οὐ σιδηρὰ σφίγγοντα, οὐ δεσμὰ, οὐ τιτρῶσκον ξίφος, οὐ καῖον πῦρ. καὶ γὰρ καὶ ταῦτα ἐπαναιροῦνται ὡς μεζόνων πόνων ἄκεα·

p.119
καὶ ἢν τάμῃ τις αὐτὰ πονεῦντα, ἀμαυροῦται ὁ τῆς τομῆς πόνος σμικρὸς ὑπὸ τοῦ μέζονος · ἢν δὲ ὅδε κρατέῃ, ἡδονὴ σφέας λάζυται ἐπιλήθουσα τῶν πάρος· πάσχουσι δὲ τοῦτο ὀδόντες καὶ ὀστέα.

αἰτίην δὲ ἀτρεκέα μὲν ἴσασι μοῦνοι θεοὶ, ἐοικυῖαν δὲ καὶ ἄνθρωποι · ἔστι δὲ ὡς ἔπος εἰπεῖν τοιόνδε. τὸ μὲν κάρτα πυκνὸν ἀναίσθη τον ψαύσιος καὶ τρώσιος, τῇδε καὶ ἄπονον ψαύσι καὶ τρώσι. ἄλγος γὰρ τρηχείᾳ ἐν αἰσθήσι, τὸ δὲ πυκινὸν ἀτρήχυν τον · διὰ τόδε καὶ ἄπονον· τὸ δὲ ἀραιὸν, εὐαισθη τὸν , καὶ τρηχύνεται τρώματι. ἀλλʼ ἐπεὶ καὶ τὰ πυκνὰ ζῇ ἐμφύτῳ θέρμῃ, καὶ αἴσθεται τῇδε τῇ θέρμῃ· εἰ μὲν οὐσιώδης ἡ δρῶσα αἰτίη ἔοι, οἷον ἠ μάχαιρα ἢ λίθος, τὸ οὐσιῶδες τοῦ πάσχοντος οὐκ ἀλγέει· πυκνὸν γὰρ τὴν φυήν. ἢν δὲ τῆς ἐμφύτου θέρμης δυσκρασίη λάβηται, αἰσθήσιος γίγνεται τροπή. τοῦτο ὦν ἐξ ἑωυτέης πονέει ἡ θέρμη, ἐκ τῆς κατʼ αἴσθησιν ἔσωθεν ἐγείρεται ὤσιος. φύσιος δὲ τῆς ἐς μέζω, ἢ περιουσίης, τὰ ἄλγεα.

Ἐγχρίμπτεται δὲ ἡ ἀρθρῖτις ἄλλοτε ἐς ἄλλα ἄρθρα, τοῖς μὲν ἐς ἰσχία, καὶ τὰ πολλὰ τῇδε ἐπιμίμνει γυιὸς,[*](In the common editions, and I believe in all the MSS., we find γύϊος, which is obviously at fault, at least as regards accentuation. Ermerins, accordingly, does not hesitate to expunge the term altogether. But to γυιὸς I can see no objection. It is thus explained in the Lexicon of Hesychius: Γυιὸς, χωλὸς, νοσώδης, πηρώδης. This is sufficient authority for the word, although it is not in common use. See also Liddel and Scott’s Lexicon, under the term. There are other difficulties in the remaining part of the sentence, which I cannot bring myself to remove by expunging all the difficult words, after the example of Ermerins.) ἅσσα τε μέλεά κοτε μικρὸν, εὖτε οὐδὲ ἐπὶ τὰ σμικρὰ φοιτῇ, πόδας τε καὶ χεῖρας. ἢν γὰρ μειζόνων λάβηται μελέων χωρῆσαι τὴν νοῦσον δυναμένων, οὐχ ὑπερβαίνει τὰ ὄργανα· ἢν δὲ ἀπὸ τοῦ σμικροῦ ἄρξηται, ἔστι εὐήθης καὶ ἀδόκητος ἡ εἰσβολή. ἰσχιάδος μὲν ἀπὸ μηροῦκατόπιν, ἢ ἰγνύος, ἢ

p.120
κνήμης, ἡ ἀρχή. ἄλλοτε δὲ ἐπὶ τῇ κοτύλῃ τὸ ἄλγημα φαίνεται, αὖθις ἐς γλουτὸν ἢ ὀσφὺν ὀκέλλει, καὶ πάντα μᾶλλόν ἐστιν ἢ δόκησις ἰσχίου. ἀτὰρ καὶ τὰ ἄρθρα ὧδέ πως ἄρχεται · τοῦ ποδὸς τὸν μέγαν δάκτυλον ὰλγέει, αὖθις τὴν ἐπιπρόσω πτέρνην, ᾗ ποτε στηριζόμεθα· ἔπειτα ἐς τὸ κοῖλον ἧκε· τὸ δὲ σφυρὸν ἐξῴδησε ὕστατον. πρόφασιν δὲ αἰτιῶνται ἀναίτιον, οἱ μὲν κρηπῖδος καινῆς τρίβον, οἱ δὲ μακρὴν περίοδον · ἄλλος δὲ πληγὴν ἢ πάτημα· οὐδεὶς δὲ φράσει τὴν οἴκοθεν οὖσαν, ἀτὰρ καὶ ἀκούσασι τοῖσι πάσχουσι τὸ ἀτρεκὲς ἔδοξε ἄπιστον· διὰ τόδε ἐς ἀνήκεστον ἐτράπη, ὅτιπερ τῇσι ἀρχῇσι ὁκότε ἀσθενεστάτη ἐστὶ ἡ νοῦσος, ὁ ἰητρὸς οὐκ ἐνίσταται· ἢν δὲ χρόνῳ κρατυνθῇ, ἀνόνητος ἡ μελέτη. τισὶ μὲν οὖν ἐς ποδῶν ἄρθρα μίμνει μέσφι θανάτου, τισὶ δὲ νέμεται ἐς τὴν τοῦ παντὸς σκήνεος περίοδον · τὰ πολλὰ δὲ ἀπὸ τῶν ποδῶν ἐς χεῖρας ἤϊξε. οὐ γὰρ μεγάλα τὰ ὅρια τῇ νούσῳ χειρῶν τε καὶ ποδῶν, ὅτι ἄμφω ὁμοφυέα, ἰσχνὰ καὶ ἄσαρκα καὶ ἐγγυτάτω τοῦ ἔξω ψύχεος· ἀπωτάτω δὲ τοῦ ἔσω θάλπεος. αὖθις ἀγκὼν καὶ γόνυ· ἐπὶ δὲ τοῖσι κοτύλαι, περίστροφος ἥδε μετάβασις ἐς νώτου μύας καὶ θώρηκος. [*](Though the text be not in quite a satisfactory state, I prefer leaving it as it stands, rather than adopt the slashing alterations made in it by Ermerins. He reads the last clause thus: ἐπὶ δὲ τοῖσι κοτύλῃσι περίστροφος· ἤδη μετάβασις ἐς νώτου μύας καὶ θώρηκος. Wigan merely proposes to read περίστροφοι ἠδὲ.) ἄπιστον εἰς ὅσον ἕρπει τὸ κακόν. σπόνδυλοι ἀλγέουσι Ῥάχεός τε καὶ αὐχένος, καὶ ἐς ἄκρον ἐρείδει τοῦ ἱεροῦ ὀστέου· καὶ ξυμπάντων τοῦ βουβῶνος καὶ ἰδίῃ ἡ ἑκάστου ὀδύνη.[*](The following most extraordinary reading occurs in all the MSS.: καὶ ξυμπάντω ν τε ὁ βοῦς, ὄνος, καὶ ἡ ἰδέη (ἰδίη, Harl.) ἑκάστου ὀδύνη which words, in the old translation of Crassus, are rendered literally, — Simulque omnium bos, asinus, et proprius cujusque dolor. What can an ox or an ass have to do with an attack of Schiatica?Fortunately the Askew MS. belonging to the Medical Society of London, has guided me to what I do not hesitate to pronounce the true reading. In the margin of this MS., opposite the corrupted words, stand the following characters, apparently in the handwriting of the amanuensis: — ἴσ βουβῶν That is to say, ἴσως, βουβῶνος. Now, that pain of the groinis a constant attendant of Schiatica, every practical physician is well aware; and, in fact, this is one of the symptoms enumerated in the best descriptions of the disease furnished by the ancient authorities. For example, Caelius Aurelianus has the following words in his chapter on Schiatica and Lumbago: Et primo, in vertebra dolor sentitur, dehinc partis suae penetrans loca usque ad mediam natem, ac superius ad inguen, etc. Tard. Pass. v. 1. In like manner, Aetius describes the symptoms as follows:πολλοῖς δὲ ἡ ὀδύνη ἐρείδεται κατὰ τοῦ βουβῶνος ὅτε καὶ ἡ κύστις μεταλαμβάνουσα τῆς δυσκολίας δυσουρίαν ἐπιφέρει. Ex. MS. in Bibl. Bodl. Cod. Canon. Graec. cix. In a word, the substitution of τοῦ βουβῶνος for τε ὁ βοῦς, ὄνος, is so natural, that I feel persuaded no reasonable critic will demur to adopt it. Some other slight changes, however, are requisite in this passage, which might be effected in two or three different ways. I subjoin a few of my own attempts, some of which may perhaps be thought superior to the reading I have adopted: — 1. καὶ ξυμπάντων τοῦ βουβῶνος [ τόπων] καὶ ἡ ἰδίη ἑκάστου ὀδύνη.2. καὶ ξυμπάντων τε βουβῶνος καὶ ἰδίῃ ἡ ἑκάστου ὀδύνη.3. καὶ ξύμπαντος τοῦ βουβῶνος καὶ ἡ ἰδίῃ ἑκάστου ὀδύνη.4. καὶ ἐς ξύμπαντῶν τοῦ βουβῶνος καὶ ἰδίη ἑκάστου ὀδύνη.Every one of these specimens of an emended text brings out an appropriate meaning; namely, that there is a general pain of the whole inguinal region, and a particular pain of every part situated therein.I have now to state briefly the emendations of this passage proposed by preceding editors and commentators. Wigan, while he retains the vitiated reading of the MSS., adds in a note at the end: Cert legendum ὁμοῦ πόνος. Ita eleganter vehementia doloris describitur, Vertebroe et dolore torquentur, qui omnes oequ.occupare proecipitur, et alium etiam insuper sentiunt, qui singulis suus et proprius videtur. Petit’s emendation is very nearly the same: καὶ ξυμπάντων τε ὁμοῦ πόνος, καὶ ἡ ἰδίη ἑκάστου ὀδύνη. It is adopted by Ermerins with a slight change: καὶ ξυμπάντων τε ὁμοῦ πόνος καὶ ἰδίῃ ἑκάστου ὀδύνη.) ἀτὰρ
p.121
οἱ δὲ τένοντες ἠδὲ μύες ξὺν ἐντάσι ἀλγέουσι. γνάθων καὶ κροτάφων μύες· νεφρῶν καὶ κύστιος ἡ διαδοχή. ὢ τοῦ θώματος, ἐπὶ πᾶσι πάσχει Ῥῖνας, καὶ ὦτα, καὶ χείλεα, πάντη γὰρ νεῦρα καὶ μύες· τῆς κεφαλῆς ἤλγεέ τις Ῥαφὰς, οὐκ εἰδὼς μὲν ὅ τι πονέει, ἐδείκνυε τῶν Ῥαφῶν τὰ εἴδεα, λοξὴν, εὐθείην, ἐπικάρσιον , ὀπίσω τε καὶ πρόσω· ἰσχνὴν δὲ τὴν ὀδύνην καὶ τοῖσι ὀστέοισι ἐμπεπαρμένην. πᾶσαν γὰρ ὀστέων
p.122
ξυμβολὴν νέμεται ἡ νοῦσος, ὅκως ποδὸς ἢ χειρὸς ἄρθρον. γίγνονται δὲ τῶν ἄρθρων καὶ ἐπιπωρώσιες · τὰ πρῶτα μὲν ὁκοῖον ἀποστάσιες ἴσχουσι · ἐπὶ δὲ μᾶλλον πυκνοῦνται, καὶ πηγνυμένου τοῦ ὑγροῦ ἀπηνέες αἱ ἀφέσιες · τέλος δὲ πῶροι στερροὶ, λευκοὶ ξυνίστανται· ἐς δὲ πᾶν ὄγκοι σμικροὶ ὁκοῖον ἴονθοι καὶ μέζονες · ὑγρὸν δὲ παχὺ, λευκὸν, χαλαζῶδες. καὶ γὰρ τοῦ παντὸς ἡ νοῦσος ψυχρὴ ὅκως χάλαζα· δοκέει δὲ θέρμης ἢ ψύξιος ἴσχειν διαφορήν. καὶ γάρ τισι τῶν αὖ βδελυκτῶν ἡδονή·[*](The common reading, καὶ γὰρ οἷσι τῶν εὖ βδελυκτέων ἡδονή, has evidently no meaning. Petit and Ermerins try their hands at conjectural emendations, but in such a style as I cannot approve. Petit suggests the following as a probable substitute for the vitiated text: καὶ γὰρ οἶσι τῶν θερμῶν, εὔτε δὲ ψυκτικῶν ἡδονή. Ermerins boldly substitutes the following sentence for the words he expunges: καὶ γὰρ οἱ μέν τινα τουτέων φεύγουσι, τοῖσι δὲ αὖ ἐκ τῶν ἄλλοισι βδελυκτῶν ἡδονή.) ἐμοὶ δὲ ἁνδάνει μίην μὲν αἰτίην τὴν ἔμφυτον ψύξιν ἔμμεναι, μίην δὲ καὶ πάθην· ἀλλʼ ἢν μὲν εὐθέως ἐπιδώῃ καὶ θέρμη φανῇ, ἐμψύξιος χρέος καὶ τοῖσι τέρπεται. ὀνομάζουσι δὲ θέρμην τήνδε· ἢν δὲ ὁ πόνος ἐν τοῖσι νεύροισι εἴσω μίμνῃ, ξυμπεπτώκῃ δὲ τὸ ἄρθρον ἄθερμον, μηδὲ ἐποιδέῃ, ψυχρὴν τήνδε φαίην ἔμμεναι, ἐφʼ ἧς θερμῶν φαρμάκων ἐς ἀνάκλησιν θέρμης χρέος. χρὴ δὲ τάδε πολλὰ τῶν κάρτα δριμέων, θερμασίη γὰρ τά τε ξυμπεπτωκότα μέρεα εἰς ὄγκον ἤγειρε, καὶ τὴν ἔσω θέρμην ἐς ἀνάκλησιν ἤγαγε· εὖτε τῶν ψυχρῶν χρέος. πίστις· τοῖσι γὰρ αὐτέοισι οὐ τὰ αὐτὰ ξυμφέρει· καὶ γὰρ ὅ κοτε ξυνήνεγκε, τοῦτʼ ἔβλαψεν ἄλλοτε· ὡς δὲ ἔπος εἰπεῖν, θέρμης ἐπὶ τῇ ἀρχῇ, ψύξιος δὲ ἐπὶ τῷ τέλει χρέος. ξυνεχὴς μὲν οὖν ποδάγρη οὐ Ῥηϊδίως γίγνεται, διαλείπει δὲ ἔσθʼ ὅπη χρόνον μακρόν, λεπτὴ γάρ· καὶ Ὀλυμπίασι ἐνίκησε ποδαγρὸς ἐπʼ ἀνέσι δρόμον.

ἀλλʼ ἄνδρες μὲν παθεῖν Ῥηΐτεροι, γυναικῶν δὲ ἐλαφρότερον· γυναῖκες δὲ ἀραιότερον μὲν ἀνδρῶν, χαλεπώτερον δέ.

p.123
τὸ γὰρ μὴ ἐν ἔθεϊ μηδὲ οἰκεῖον, ἢν ὑπὸ ἀνάγκης κρέσσον γένηται, βιαστὴν μέζονα τίκτει τὴν ξυμφορήν· ἡλικίη τὰ πολλὰ μὲν ἀπὸ ἐτέων πέντε καὶ τριήκοντα. θᾶσσον δὲ καὶ βράδιον ἐκ τῆς ἑκάστου φύσιος καὶ διαίτης. δεινοὶ μὲν οὖν οἱ πόνοι, καὶ τὰ παρεόντα πόνων μέζονα· λειποθυμίη ἐπὶ τῇσι ψαύσεσι, ἀκινησίη, ἀποσιτίη, δίψος, ἀγρυπνίη · ἢν δὲ ἐπανέλθωσι, τοῦτο μὲν, ὅκως ἐκ θανάτου πεφευγότες, ἄνετοι τὸν βίον, ἀκρατέες, ἁπλοῖ, εὔθυμοι, δωροδόκοι, καὶ ἐς τὴν δίαιταν ἁβροί· τοῦτο δὲ ὡς ἐκ θανάτου αὖθις ἐσόμενοι ἄδην χρέονται τῇ παρούσῃ ζωῇ.[*](Ermerins ventures to introduce οὐκ before αὖθις; and it seems to be required.) ἀπέσκηψε πολλοῖσι ἐς ὕδρωπα ἡ ποδάγρη, ἄλλοτε δὲ ἐς ἆσθμα· καὶ τῶνδε ἄφυκτος ἡ διαδοχή.

ἐλέφαντι τῷ πάθεϊ καὶ τῷ θηρίῳ τῷ ἐλέφαντι ξυνὰ μυρία καὶ ἰδέῃ καὶ χροιῇ καὶ μεγέθεϊ καὶ βιοτῇ· ἀτὰρ οὐδὲ ἄλλῳ τῳ ἴκελα, οὔτε τὸ πάθος πάθεϊ, οὔτε τὸ ζῷον ζῴῳ· ἐλέφας μέν γε τὸ θηρίον καὶ κάρτα διαφέρον· πρώτιστα μέν γε μέγιστον καὶ πάχιστον · μεγέθεϊ μὲν ὁκόσον ἂν ζῷον ἐπʼ ἄλλῳ ζῴῳ πυργηδὸν ἀναθείης μέγα· πάχιστον δὲ ἐς πλεῦνα ζῷα πάχιστα, εἰ παράλληλα ξυνθείης. ἀτὰρ οὐδὲ ἰδέην κάρτα τῳ ἴκελον· χροιὴν μὲν μέλανες κατακορ έως ἅπαντες καὶ διʼ ὅλου τοῦ σκήνεος. ἵππος μέν γε ἄλλος μὲν λευκότατος , ὅκως οἱ Θρήϊκες Ῥήσου·[*](Iliad x. 437.) ἄλλοι δὲ πόδαργοι, ὅκως Μενέλεω πόδαργος.[*](Iliad. xxiii. 255.) οἱ δὲ ξανθοὶ, ὅκως ἑκατὸν καὶ πεντήκον τα·[*](Iliad. xi. 680.) ἄλλοι δὲ κυάνεοι · ἵππῳ εἰσάμενος παρελέξα το κυανοχαίτῃ.[*](Iliad. xx. 224.) ὧδε καὶ βόες, ὧδε καὶ κύνες, ἠδὲ ὁκόσα ἀνὰ

p.124
τὴν γῆν ἑρπετὰ καὶ ζῷα φέρβεται. ἐλέφαντες δὲ μοῦνοι, ζοφοειδέες τὴν χροιήν· νυκτὶ δὲ καὶ θανάτῳ ἴκελοι· ἰδέην δὲ, κάρηνα μὲν μελάντα τα κατέχων καὶ πρόσωπα ἄσημα, ἀΐδηλα τὴν μορφὴν, ἐπʼ αὐχένι σμικρῷ, ὡς δοκέειν τὴν κεφαλὴν ἐπὶ τοῖσι ὤμοισι ἱζάνειν · καὶ ὧδε οὐκ ἔκδηλον. ὦτα γὰρ μεγάλα, πλατέα, πτερυγώδεα , μέσφι κληΐδων τε καὶ στέρνου, ὥστε κρύψαι τὸν αὐχένα τοῖσι ὠσὶ, ὅκως νῆες λαίφεσι. κέρατα δὲ θώϋμα διάλευκα ὁ ἐλέφας ἐπὶ μελαντάτῳ· μετεξέτεροι τάδε ὀδόντας κικλήσκουσι· τάδε μοῦνα λευκότα τα, ὅκως οὐδενὸς ἄλλου τε οὐδὲν οὐδὲ λευκοῦ ζῴου· καὶ τάδε οὐχ ὑπὲρ μέτωπα καὶ κροτάφους, ὅκως τοῖσι κερασφόροισι ἡ φυή· ἀλλὰ κατὰ στόμα καὶ τὴν ἄνω γνάθον, ὄρθια μὲν ἐς τὸ πρόσθεν οὐ κάρτα· ἀλλὰ ἄνω σμικρόν τι καμπύλα· ὅκως δατύσσεσθαι ἐκ τοῦ ὀρθίου ἐνείη, καὶ ἄρασθαι ἄχθος ἐν τοῖσι ὀδοῦσι σιμοῖς. μεγάλα δὲ τὰ κέρατα, μῇκος μὲν ὁκόσον ὀργυιὴν οἱ μέσοι. ἄλλοι δὲ πολλόν τι τουτέων μέζους μέσφιδιπλῶν· προβολὴν δʼ ἴσχει ἡ ἄνω γνάθος ἀπὸ τοῦ χείλεος μακρὴν, ἀνόστεον, σκολιὴν, ἑρπετώδεα. δοιαὶ δὲ ἐπὶ τὸ ἄκρον τῆς προβολῆς ἔασι ἐκτρήσιες· καὶ τάσδε διαμπερὲς μέσφι τοῦ πνεύμονος ἐτέτρηνεν ἡ φύσις, ὅκως αὐλὸν διφυέα· χρέεται δὲ τὸ ζῷον ἐς ἀναπνοὴν, ὅκως Ῥινὶ τῇδε τῇ σύριγγι · ἀτὰρ καὶ χερσὶ τῇδε· καὶ κωθωνίην τε γὰρ λάζοιτο, ὁκότε θέλει, τῇ προβολῇ· ἀμφιλαμβάνει τε καὶ ἴσχει κραταιῶς, καὶ οὐκ ἄν τις ἀφέλοιτο αὐτέου βίῃ, ἢν μὴ κρέσσων ἄλλος ἐλέφας· ἀτὰρ καὶ ποίην ἐς νομὴν τῇδε μαστεύει, οὐδὲ τῷ στόματι καὶ τοῖσι σμικροῖσι ὀδοῦσι ἔσθων σάρκας ζῇ· πόδες γὰρ εὐμήκεες ὕπερθεν τῆς γῆς πολλὸν τὸ ζῷον ἀνέχοντες· ἀτὰρ καὶ σμικρὸς αὐχὴν ὅκως ἔλεξα. οὔκουν δύναται τῷ στόματι εἰς τὴν γῆν νέμεσθαι. ποτὶ καὶ ἡ τῶν κεράτων πρὸ τοῦ στόματος ἔκφυσις εἴργει τῆς ποίης ἅπτεσθαι τὸ στόμα. τοιγαρο ῦν ἀνιμᾶται τῇ προβολῇ φόρτον μέγαν· ἔπειτα, ὅκως ἀμαλλοδετῆρι, τῇδε ξυνδήσας
p.125
ἐντίθησι πολλὸν τῇ κοιλίῃ·[*](I have here adopted an emendation suggested by Bernard, and received into the text by Ermerins. In the mss. it stands thus: ἔπειτα ὁκόσα τῇ ῤινὶ ........ μᾶλλον δὲ τηρεῖ τῇ δε ξυνδῆσαι τῷ στόματι, ἐντίθησι πολλὸν τῇ κοιλίῃ. No meaning can be drawn from these words.) εὖτε οἱ πρῶτοι προβοσκίδα τήνδε καλέουσι. ἐπίπροσθεν γὰρ τοῦ ζῴου τῇδε βόσκεται. ἀτὰρ οὐδὲ πιεῖν ἀπὸ λίμνης ἢ ποταμοῦ τῷ στόματι θέμις· ἡ ὠυτὴ γὰρ αἰτίη. ἀλλὰ ἢν διψῇ, ἐντίθεται μὲν τῷ ὕδατι τῆς προβοσκίδος ἄκρην τὴν Ῥῖνα· ἔπειτα ὅκως ἀναπνέων, ἀντὶ τοῦ ἠέρος, τοῦ ὕδατος ἕλκει πολλόν· ἐπὴν δὲ πλήσῃ, ὅκως κώθωνα, τὴν Ῥῖνα, τῷ στόματι ποταμηδὸν ἐγχέει· εἶτα αὖθις ἕλκει καὶ αὖθις ἐγχέει, ἔς τʼ ἂν πλήσῃ ὅκως φορτίδος νηὸς τὴν γαστέρα. ῥινὸν τρηχὺν καὶ πάχιστον, ὀχθώδεας Ῥωγμοὺς ἴσχοντα, αὐλῶνας ἐπιμήκεας, ἑτέρας ἐντομὰς κοίλας, ἐπικαρσίους, ἄλλας δὲ λοξὰς, βαθείας κάρτα, ἴκελον τὸ ξύμπαν τριπόλῳ νειῷ.[*](The reading in the MSS. is τριποδονίῳ, a word of no meaning. That which we have given was suggested by Wigan and is adopted by Ermerins.) τρίχες δὲ ἄλλοισι μὲν ζῴοισι φύσι ἠδὲ καὶ χαῖται· ἐλέφαντι δὲ τόδε ἐστὶ ὁ χνοῦς· μυρίαι δὲ καὶ ἄλλαι παραλλαγαὶ πρὸς τὰ ἀλλὰ ζῷα· καὶ γὰρ ὀπίσω κοτὲ κατὰ γόνυ κάμπτει, ὅκως ἄνθρωπος, καὶ μαζὸν πρὸς τῇσι μασχάλῃσι ἴσχει ὅκως γυναῖκες· ἀλλʼ οὔτι μοι χρέος τανῦν ἀμφὶ τοῦ ζῴου γράφειν, πλὴν ὁκόσον ἔξαλλόν τι καὶ ἡ νοῦσος ὁ ἐλέφας καὶ ὁκόσα ἴκελα ἡ ἰδέη τοῦ νοσοῦντος ἴσχει τῇ τοῦ ζῴου φυῇ· ἐκίκλησκον δὲ καὶ λέοντα τὸ πάθος, τοῦ ἐπισκυνίου τῆς ὁμοιότητος εἵνεκεν, ἣν ὕστερον φράσω· ἠδὲ σατυρίησιν τῶν τε μήλων τοῦ ἐρυθήματος καὶ τῆς ἐς συνουσίην ὁρμῆς ἀσχέτουτε καὶ ἀναισχύντου. ἀτὰρ καὶ ἡράκλειον ὅτι τοῦδε μέζον οὐδὲν οὐδὲ ἀλκιμώτερον.

μέγα μὲν οὖν τὸ πάθος ἐς δύναμιν · κτεῖναι γὰρ πάντων μᾶλλον δυνατώτατον· ἀτὰρ καὶ ἰδέσθαι αἰσχρὸν καὶ δειματῶδες τὰ πάντα ὡς ἐλέφας τὸ θηρίον· ἀλλʼ ἄφυκτος ἡ

p.126
νοῦσος · τίκτεται γὰρ θανάτου ἐπʼ αἰτίῃ. ψύξις ἐστὶ τοῦ ἐμφύτου θερμοῦ οὐ μικρά γε, ἢ καὶ πάγος, ὡς ἕν τι μέγα χεῖμα, εὖτε τὸ ὕδωρ τρέπεται ἐς χιόνα, ἢ καὶ χάλαζαν, ἢ κρύσταλλον , ἢ πάγον. ἥδε ἐστὶ ἡ ξυνὴ θανάτου καὶ τοῦ πάθεος αἰτίη, ἀτὰρ οὐδὲ ἴσχει τέκμαρ οὐδὲν ἡ ἀρχὴ τῆς νούσου μέγα· οὐδέ τι ξενοπρεπὲς κακὸν τὸν ἄνθρωπον ἐπιφοιτῇ · οὐδὲ ἐπὶ τοῖσι ἐπιπολῆς τοῦ σκήνεος φαντάζεται , ὡς ἰδεῖν τε εὐθὺς καὶ ἀρχομένῳ ἀρῆξαι. ἀλλὰ τοῖσι σπλάγχνοισι ἐμφωλεῦσαν ὅκως ἀΐδηλον πῦρ, ἤδη τύφεται, καὶ τῶν εἴσω κρατῆσαν αὖθίς κοτε ἐπιπολαίως ἐξάπτεται, τὰ πολλὰ μὲν ὅκως ἀπὸ σκοπιῆς τοῦ προσώπου ἀρχόμενον τηλεφαν ὲς πῦρ κακόν. μετεξετέροισι δὲ ἀπὸ τοῦ ἄκρου ἀγκῶνος, γούνατος, κονδύλων χειρῶν τε καὶ ποδῶν. τῇδε καὶ ἀνέλπιστοι οἱ ἄνθρωποι, ὅτι περ ὁ ἰητρὸς οὐ πρὸς τὰς ἀρχὰς τὰς ἀσθενεστάτας τοῦ πάθεος τῇ τέχνῃ χρέεται, Ῥαθυμίῃ καὶ ἀγνοίῃ τῶν καμνόντων τῆς ξυμφορῆς. νωθέες μὲν γὰρ, ὡς ἀπὸ σχεδίου προφάσιος, ὑπναλέοι, ἡσύχιοι, τὴν κοιλίην ἐπίξηροι. τάδε καὶ τοῖσι ὑγιαίνουσι κάρτα οὐκ ἀήθεα· ἐπὶ δὲ τῇσι αὐξήσεσι τοῦ πάθεος ἀναπνοὴ βρωμώδης ἐκ τῆς ἔνδον διαφθορῆς τοῦ πνεύματος. τοιάδε ὁ ἀὴρ, ἤ τι τῶν ἔξωθεν αἰτίην ἴσχειν δοκέει· οὖρα παχέα, λευκὰ, θολερὰ, οἷον ὑποζυγίου. ἀπὸ σιτίων ὠμῶν τε καὶ ἀπέπτων ἡ ἀνάδοσις, καὶ οὔτε τουτέων ἐστὶ αἴσθησίς τε καὶ μελέτη. οὐδὲ γὰρ οὐδʼ ἢν μὴ πέψωσι γιγνώσκουσι· ὁμοίη ἀπεψίη καὶ πέψις ἥδε· εἰς χρηστὸν γὰρ ἢ οἰκεῖον, οὐ ξυνήθης αὐτέοισι ἡ πέψις. ἀνάδοσις δὲ Ῥηϊδίη, ὅκως ἐς τὴν ἑωυτέων τροφὴν ἁρπάγδην ἕλκοντος τοῦ πάθεος. διὰ τόδε ἐπίξηροι τὴν κάτω κοιλίαν · ὄχθοι ἐπανιστάμενοι, ἄλλοι παρʼ ἄλλους ξυνεχέες μὲν οὐδέκω, παχέες δὲ καὶ τρηχέες, καὶ τὸ μεσηγὺτῶν ὄχθων ἔρρηκται, ὅκως τὸν Ῥινὸν ἐλέφας.[*](The common reading, ἐρρεῖτο, has no meaning. The substitute for it was suggested by Petit and adopted by Ermerins.) εὐρεῖαι δὲ φλέβες
p.127
οὐ πλημμύρῃ τοῦ αἵματος, ἀλλὰ τῷ τοῦ δέρματος πάχεϊ· οὐκ ἐς πολλὸν δὲ καὶ ἕδρα δήλη, τοῦ παντὸς εἰς ἶσον ὄχθον ἐγειρομένου· τρίχες ἐν μὲν τῷ παντὶ προτεθνήσκουσι, χερσὶ, μηροῖσι, κνήμῃσι, αὖθις, ἥβῃ, γενείοισι ἀραιαὶ, ψεδναὶ δὲ καὶ ἐπὶ τῇ κεφαλῇ κόμαι· τὸ δὲ μᾶλλον πρόωροι πολιοὶ καὶ φαλάκρωσις ἀθρόη. οὐκ εἰς μακρὸν δὲ ἥβη καὶ γένειον ψιλά· εἰ δὲ καὶ ἐπιμίμνοιεν παυραὶ τρίχες, ἀπρεπέστεραι τῶν ἀποιχομένων· δέρμα τῆς κεφαλῆς κατερρωγὸς εἰς βάθος· Ῥυτίδες δὲ συχναὶ, βαθεῖαι, τρηχεῖαι· ὄχθοι ἐς τὸ πρόσωπον σκληροὶ, ὀξέες· ἄλλοτε μὲν ἐς κορυφὴν λευκοί· ποιωδέστεροι δὲ τὴν βάσιν· σφυγμοὶ σμικροὶ, βαρέες, νωθροὶ, ὅκως διʼ ἰλύος μόλις κινεύμενοι · φλέβες κροτάφων ἐπηρμέναι, καὶ ὑπὸ τῆς γλώσσης · κοιλίαι χολώδεες. γλῶσσα χαλαζώδεσι ἰόνθοισι τρηχεῖα · οὐκ ἀδόκητον καὶ τὸ ξύμπαν σκῆνος ἔμπλεων τοιῶνδε ἔμμεναι. καὶ γὰρ καὶ τοῖσι κακοχύμοισι ἱερείοισι τὰ κρέα χαλάζης ἐστὶ ἔμπλεα· ἢν δὲ πολλὸν αἴρηταί τι ἀπὸ τῶν ἔνδοθεν, ἡ πάθη καὶ ἐπὶ τοῖσι ἄκροισι φαίνηται, λειχῆνες ἐπὶ τοῖσι ἄκροισι δακτύλοισι, γούνασι κνησμοὶ, καὶ τῶν κνησμῶν ἅπτονται μεθʼ ἡδονῆς· ἀμπίσχει δὲ ὁ λειχὴν καὶ γένειόν κοτε ἐν κύκλῳ· ἐρεύθει δὲ καὶ μῆλα ξὺν ὄγκῳ οὐ κάρτα μεγάλῳ· ὀττίες ἀχλυώδεες, χαλκώδεες · ὀφρύες προβλῆτες, παχεῖαι , ψιλαὶ, βρίθουσαι κάτω, μεσοφρύων ξυνηγμένων ὀχθώδεες· χρῶμα πελιδνὸν ἢ μέλαν. ἐπισκύνιον οὖν μέγα ἕλκεται καλύπτειν ὄσσε, ὅκως τοῖς θυμουμένοις, ἢ λέουσι· διὰ τόδε καὶ λεόντιον κικλήσκεται. τοιγαροῦν οὐ λέουσι οὐδὲ ἐλέφαντι μοῦνον, ἀλλὰ καὶ νυκτὶ θοῇ ἀταλάντος ὑπώπια.[*](Iliad. xii. 463.) Ῥὶς, σὺν ὄγκοισι μέλασι, ὀκριοειδέες, χειλέων προβολὴ παχείη· τὸ δὲ κάτω πελιδνόν · ἔκρινες · ὀδόντες οὐ λευκοὶ μὲν, δοκέοντες δὲ ὑπὸ μέλανος, ὦτα ἐρυθρὰ, μελανόεντα , κεκλεισμένα, ἐλεφαντώδεα, ὡς
p.128
δοκέειν μέγεθος ἴσχειν μέζον τοῦ ξυνήθεος· ἕλκεα ἐπὶ τῇσι βάσεσι τῶν ὤτων, ἰχῶρος Ῥύσις, κνησμώδεα · Ῥυσοὶ τὸ πᾶν σκῆνος Ῥυτίσι τρηχείῃσι· ἀτὰρ καὶ ἐντομαὶ βαθεῖαι, ὁκοῖον αὔλακες μέλανες τῶν Ῥινῶν. διὰ τοῦτο καὶ ὁ ἐλέφας τοῦ πάθεος τοὔνομα · ἰχνέων καὶ πτερνέων μέσφι τῶν μέσων τῶν δακτύλων Ῥήξιες. ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ κακὸν, ἑλκώδεες τοὺς ὄχθους, μήλων, γενείου, δακτύλων, γονάτων, κάκοδμα καὶ ἀναλθέα τὰ ἕλκεα. ἄλλα γὰρ ἐπʼ ἄλλοισι ἐξανίσταται, ἐπʼ ἄλλοισι ἄλλα πρηο̈́νεται. ἤδη κοτὲ καὶ τῶν μελέων προαποθνήσκει τοῦ ἀνθρώπου ἄχρι ἐκπτώσιος, Ῥίς, δάκτυλοι, πόδες, αἰδοῖα καὶ ὅλαι χεῖρες. οὐδὲ γὰρ θανατοῖ τὸ κακὸν εἰς ἀπαλλαγὴν βίου αἰσχροῦ καὶ ἀλγέων δεινῶν πρόσθεν ἢ ἐς μέλεα διατμηθῆναι τὸν ἄνθρωπον · ἀλλὰ μακρόβιόν ἐστι, ὅκως ἐλέφας τὸ ζῷον. ἢν δὲ καὶ ἄλγος ἀρτίως ἔῃ τῶν μελέων, πολλόν τι ἐπικόπτει βαρύτερον, ἄλλῃ καὶ ἄλλῃ πλανεύμενον· σιτίων ὄρεξις οὐκ ἀγεννὴς, ἄποιος ἡ γεῦσις, οὐδὲ τερπνὸν ἡ ἐδωδὴ καὶ ἡ πόσις· ἁπάντων δὲ ὑπʼ ἀχθηδόνος, μῖσος, ἀτροφίη, ἐπιθυμίη λυσσώδης· κόποι αὐτόματοι, μελέων ἑκάστου ἰδέη βαρεῖα, καὶ τὸν ἄνθρωπον ἀχθέει καὶ τὰ σμικρὰ μέλεα· ἀτὰρ καὶ τὸ σῶμα πρὸς ἅπαντα ἄχθεται, οὐ λουτροῖσι τέρπεται οὐκ ἀλουσίῃ, οὐ τροφῇ, οὐκ ἀσιτίῃ, οὐ κινήσι, οὐκ ἠρεμίῃ. πᾶσι γὰρ ἐφέστηκ εν ἡ νοῦσος. ὕπνος λεπτὸς, ἀγρυπνίης κακίων φαντασίῃ· δύσπνοια καρτερή · πνῖγες ὡς ἀπʼ ἀγχόνης. ὧδε γοῦν τινὲς κατέστρεψαν τὸν βίον, νήγρετον ὕπνον ἐς θάνατον εὕδοντες.

τοιούσδε οὖν ἐόντας τίς οὐκ ἂν φύγοι ἢ τίς οὐκ ἂν ἐκτραπείη, κἤν υἱὸς, ἢ πατὴρ ἔῃ, κἢν κασίγνητος τύχῃ; δέος καὶ ἀμφὶ μεταδόσιος τοῦ κακοῦ. πολλοὶ γοῦν ἐπʼ ἐρημίης καὶ ἐς ὄρεα τοὺς φιλτάτους ἐξέθεσαν, οἱ μὲν ἐς χρόνον ἐπαρήγοντες τῷ λιμῷ, οἱ δὲ ἥκιστα, ὡς σφέας ἐθέλοντες ἐκθανεῖν. λόγος δὲ ὡς τῶν ἐπʼ ἐρημίης ἀφιγμένων τις ἐξερπύσαντα

p.129
ἐκ τῆς γῆς ἔχιν ἰδὼν, ὑπʼ ἀνάγκης τοῦ λιμοῦ ἢ τῷ πάθεϊ ἀχθεσθεὶς, ὡς ἀμείψασθαι τὸ κακὸν κακῷ, ζῶντος ἐνέφαγε τοῦ ἔχιος, καὶ οὐ πρόσθεν ἐτελεύτησε πρὶν ἢ πάντα αὐτῷ διασαπῆναι καὶ ἀποστῆναι τὰ μέλεα. ἄλλον δὲ ἰδεῖν ἔχιν εἰς πίθον γλεύκεος ἑρπύσαντα, πιόντα τε τοῦ γλεύκεος εἰς κόρον ἀποβλύσαι, πολλὸν δὲ καὶ τοῦ ἰοῦ συνεκχεῖν τῷ γλεύκεϊ · ἐπεὶ δὲ ἀπεπνίγη τὸ θηρίον ἐν τῷ γλεύκεϊ, χανδὸν καὶ πολλὸν τοῦ γλεύκεος πιεῖν τὸν ἄνθρωπον, ἀπαλλαγὴν τοῦ βίου καὶ τοῦ πάθεος διζήμενον· ὡς δὲ ἐς κόρον ἧκε καὶ μέθην, ἔκειτο μὲν χαμαὶ τὰ πρῶτα ὅκως ἀποθνήσκων · ἐπεὶ δὲ ἐκ τοῦ κάρου καὶ τῆς μέθης ἐξήγρετ ο, περιερρύησαν μὲν τὰ πρῶτα αἱ κόμαι, ἔτι δὲ δάκτυλοίτε καὶ ὄνυχες· ἑξῆς δὲ περιτετήκεισαν πάντα. ἐπεὶ δὲ ἔτι ἐν σπέρματι ἡ δύναμις ἦν, ἐκηροπλάστεεν αὖθις, ὅκως ἐκ γενετῆς, τὸν ἄνθρωπον ἡ φύσις· ἐξέθρεψε μὲν ἄλλας κόμας καὶ ὄνυχας νέους καὶ σάρκα καθαρὴν, καὶ ἐξέδυ μὲν τὸν παλαιὸν Ῥινὸν, ὡς γῆρας ἑρπετοῦ· ἐπανεκλήθη δὲ ἐς φῦμα ζωῆς, ὅκως ἄλλος ἄνθρωπος. ὧδε μὲν οὖν ὁ μῦθος, οὐ κάρτα μὲν ἀτρεκὴς, οὐ πάγχυ δὲ ἄπιστος. κακὸν γὰρ κακῷ βλαφθῆναι πιστόν. τὴν φύσιν δὲ ἐπὶ τῷ ἐόντι ζωπύρῳ ἀνανεῶσαι τὸν ἄνθρωπον, οὐκ ἄπιστον ἐς τέρατος ἰδέην.