περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

εὐεργεσία καὶ χάρις διαφέρει. εὐεργεσία μὲν γάρ ἐστιν ἡ μεγάλη χάρις, χάρις δὲ ἡ ἐλάττων, οἷον χιτῶνα ἢ κύνα χαρίζεται, εὐεργετεῖ δὲ οὔ.

εὐθὺ καὶ ὀρθὸν διαφέρει. τὸ μὲν γὰρ εὐθὺ ἀντίκειται τῷ στρεβλῷ, τὸ δὲ ὀρθὸν τῷ πλαγίῳ.

55

εὖ τοῦ καλῶς διαφέρει. εὖ μὲν τὸ ὀρθῶς σημαίνει, καλῶς δὲ τὸ χρήσιμον. συνῃρημένον οὖν τὸ εὖ καὶ καλῶς | ἐμφαίνει [*](64Va.) ὀρθῶς καὶ χρησίμως.

ἐχθρὸς πολεμίου καὶ δυσμενοῦς διαφέρει. ἐχθρὸς μὲν γάρ ἐστιν ὁ πρότερον φίλος, πολέμιος δὲ ὁ μεθʼ ὅπλων χωρῶν πέλας, δυσμενὴς δὲ ὁ χρόνιον πρὸς τόν ποτε φίλον τὴν ἔχθραν διατηρῶν καὶ δυσδιαλλάκτως ἔχων.

ζῆλος καὶ ζηλοτυπία διαφέρει. ζηλοτυπία μὲν γάρ ἐστιν αὐτὸ τὸ πάθος ἤγουν τὸ ἐν μίσει ὑπάρχειν· ζῆλος δὲ μίμησις καλοῦ, οἷον ζηλοῖ τὸν καθηγητὴν ὁ παῖς.

  • ‘ζηλοῖ δέ τε γείτονα γείτων’,
  • Ἡσίοδος (opp. 23) ἐπὶ καλοῦ. ζηλοτυπεῖ δὲ ἡ δεῖνα τόνδε.

    ζηλῶσαι τοῦ ἐρίσαι διαφέρει. ζηλοῦν μὲν γάρ ἐστι τὸ σὺν ἐπιθυμίᾳ μιμεῖσθαι, ἐρίζειν δὲ τὸ μετὰ μάχης φιλονεικεῖν.

    56

    ζῆλος φθόνου διαφέρει. ζῆλος μὲν γάρ ἐστιν ἡ διʼ ἐπιθυμίαν γινομένη μίμησις δοκοῦντός τινος καλοῦ, φθόνος [*](65 Va.) | δὲ βασκανία τις τῶν ἄλλοις μὲν προσόντων ἀγαθῶν, ἡμῖν δʼ οὔ.

    ζῆλος μέν ἐστι λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, οἷα καὶ ἑαυτῷ τις ἐπιθυμεῖ περιποιῆσαι.

    ζήλου τρία εἴδη. ὁ μὲν γάρ ἐστι μακαρισμός, καθʼ ὅν φησί τις ζηλωτὸν τὸν δεῖνα ἐπὶ τῷδε· δεύτερος, καθʼ ὃν ζηλωτής τινος εἶναι λέγεται ὥσπερ Θησεὺς Ἡρακλέους· τρίτος δὲ ὁ φθόνῳ ὅμοιος.

    ζυγὸς ἀρσενικῶς μὲν ἐπὶ τῶν βοῶν, οὐδετέρως δὲ ἐπὶ τοῦ σταθμοῦ.

    ζώνη καὶ ζώνιον διαφέρει. ζώνη μὲν γάρ ἐστιν ἡ τοῦ ἀνδρός, ζώνιον δὲ τὸ τῆς γυναικός.

    ἠγέρθη καὶ ἀνέστη διαφέρει. ἠγέρθη μέν, λεκτέον, ἀπὸ ὕπνου, ἀνέστη δὲ ἀπὸ κλίνης.

    57

    ἦθος μέν ἐστιν ἀρχὴ ἐπιτηδεύματος, τρόπος δʼ ἐπίστα|σις πράξεων κατὰ κρίσιν καὶ ἀναστροφήν.

    [*](66Va.)

    ἤλπισαν καὶ ἐπήλπισαν διαφέρει. ἤλπισαν μὲν γὰρ αὐτοί τινες, ἐλπίδας ἔχοντες περί τινος· ἐπήλπισαν δέ, ἕτεροι ἑτέρους εἰς ἐλπίδα ἤγαγον.

    ἡμέρα ἠοῦς διαφέρει. ἡμέρα μὲν γάρ ἐστι τὸ κατάστημα μόνον ἀσώματον, ἣν Ἡσίοδος (theog. 124) Νυκτὸς γενεαλογεῖ

  • ‘Νυκτὸς δʼ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο’.
  • ἠὼς δὲ τὸ συναμφότερον, ἣν πάλιν Ἡσίοδος (theog. 371sq. 374) Θείας ὑποτίθεται
  • ‘Θεία δʼ {αὖθ᾿} Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
  • Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
  • γείνατο’,
  • ἐπὶ δὲ τῆς σωματοειδοῦς (ο 250)
  • ‘ἀλλʼ ἤτοι κα --- χρυσόθρονος ἥρπασεν Ἠώςʼ.
  • ᾖς καὶ ἦσθα καὶ ἦ διαφέρει. τὸ μὲν γὰρ ἦσθα παρῳχη|μένον δηλοῖ χρόνον, τὸ δὲ ᾖς τὸν μέλλοντα. Ὅμηρος (Χ 233) [*](67va.)

  • ‘Δηΐφοβ᾿ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦαθα᾿·
  • 58
    ἐπὶ δὲ τοῦ ᾖς Μένανδρος (fr. 454 Koerte2) ἐν Ψευδηρακλεῖ
  • ‘ὑπὲρ μὲν οἴνου μηδὲ γρύ, τιτθή, λέγε,
  • ἂν τἆλλα δʼ ᾖς ἄμεμπτος {εἰς τὴν} ἕκτην ἐπὶ δέκα
  • Βοηδρομιῶνος ἐνδελεχῶς ἕξεις ἀεί’.
  • καὶ καθόλου πάντοτε οὕτω λέγεται ἐπὶ τοῦ μέλλοντος καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν, οἷον ‘ἐὰν νοῇς· ἐὰν λαλῇς· ὅπως λαλῇς· ἐὰν ᾖς ἀγαθός’. ὁ γοῦν λέγων πρός τινα ‘ἦς ποτε πλούσιος’ ἀγνοήσει τὴν διαφορὰν δέον φάναι ‘ἦσθα’. τὸ δὲ ἦ ἀντὶ τοῦ ἔφη τάσσει Ὅμηρος (Α 528 Ρ 209)
  • ‘ἦ καὶ κυανέῃσιν’.
  • διαφέρει δὲ τὰ ῥήματα τῇδε, ὅτι τὸ μὲν ἐπὶ τρίτου προσώπου μόνον τάσσεται, τὸ δὲ ἔφη ἐπὶ ⌞τῶν⌟ τριῶν, ὡς ἔφη⌞ν⌟ μὲν ⌞ἐγώ, ἔφησθα δὲ σύ, ἔφη δʼ ἐκεῖνος⌟.

    [*](68 Va.)

    ἡσυχία ὁτὲ μὲν σιωπὴν σημαίνει, ὁτὲ δὲ τὴν ἐπιείκειαν, ὁπότε φαμὲν ‘ἐν πολλῇ διήγομεν ἡσυχίᾳ’.