περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἐρωτᾶν τοῦ πυνθάνεσθαι διαφέρει. πυνθάνεσθαι μὲν γάρ ἐστι τὸ κατ᾿ ἀκοὴν διεξοδικῶς ἀκούειν τὰ ὑπό τινος λεγόμενα, αὐτὸν οὐδʼ ἐρωτῶντα· ἐρωτᾶν δὲ τὸ ἐθέλειν τινὰ

48
κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγματος. ὁ γοῦν Τηλέμαχός φησι πρὸς τὸν Νέστορα (γ 80)
  • ‘εἴρεαι ὁππόθεν εἰμέν ἐγὼ δέ κέ τοι καταλέξω’,
  • καὶ Ἀχιλλεύς φησιν (Λ 611 sq.)
  • ‘ἀλλʼ ἴθι νῦν, Πάτροκλε Διὶ φίλε, Νέατοῤ ἔρειο,
  • ὅντινα τοῦτον ἄγει’.
  • ὅτι δὲ τὸ πυνθάνεσθαι ἐπὶ ψιλοῦ τοῦ ἀκούειν τάσσεται, φανερὸν ἐκ τοῦ λέγειν Τηλέμαχον (β 314 sq.)
  • ‘νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων ⌞μῦθον⌟ ἀκούων
  • πυνθάνομαι καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός’·
  • [*](58 Va.) καὶ Ὀδυσσεύς φησι (ν 256)
  • ‘πυνθανόμην Ἰθάκης δὲ καὶ ἐν Τροίῃ εὑρείῃ’.
  • κατὰ δὲ τοὺς φιλοσόφους ἐρώτησίς ἐστι φράσις συμβολικὴν ἀπόκρισιν ζητοῦσα οἷον νέον ἀμφίβολον, σαφές, ἄδηλον· αὗται γὰρ αἱ πέντε ἀποφάσεις συμβολικαὶ καλοῦνται. ἔστι μέντοι
    49
    γε ὅτε οὐχ οὕτως ἀλλʼ ἑτέρως ἀποκρινόμεθα πρὸς τὰς ἐρωτήσεις, οἷον· ‘ἡμέρα ἐατίν;’ - ‘ἔατιν’, καὶ οὕτως· ‘ἡμέρα ἐατίν;’ — ‘ἡμέρα’, καὶ οὕτως· ‘ἡμέρα ἐστίν’. πεῦσις δέ ἐστι λέξις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι, οἷον· ’ποῦ οἰκεῖ Ἀρίστων;’, φησὶ γὰρ ‘ἐν τῷδε τῷ τόπῳ’· καὶ (Ζ 377)
  • ‘πῆ ἔβη Ἀνδρομάχη;’,
  • ἡ δʼ ἀποκρίνεται ὅτι (Ζ 386 sq.)
  • ‘ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ ἄκουε
  • τείρεσθαι Τρῶας’.
  • οὐ γὰρ ἐνεχώρει ἐνταῦθα συμβολικῶς εἰπεῖν ‘ναὶ’ ἢ ‘οὔ’. κατά τι οὖν περὶ τῆς διαφορᾶς ταύτης φέρονται καὶ οἱ φιλόσοφοι συμφώνως τοῖς προειρημένοις. Ποτάμων περὶ τῆς διαψορᾶς φησιν οὕτως·
  • ‘ἐρώτησις πεύσεως ⌞καὶ⌟ ἀνακρίσεως διαφέρει.
  • ἐρώτησις μὲν | γάρ ἐστι σύντομος ἀπόκρισις, πεῦσις δὲ [*](59 Va.) μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δʼ ὑποδεεστέρων ἐξήγησις’.

    ἔρως καὶ πόθος διαφέρει. ἔρως μὲν γὰρ τῶν παρόντων, πόθος δὲ τῶν ἀπόντων.

    50

    ἐρᾶν καὶ ποθεῖν διαφέρει. ἐρᾶν μὲν γάρ ἐστι τῶν ἐν ὄψει, ποθεῖν δὲ τοὺς ἀπόντας. διαστέλλει δὲ καὶ Ὅμηρος (Ξ 328)·

  • ‘ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ’,
  • πρὸς τὴν Ἥραν φησὶν ὁ Ζεὺς παροῦσαν. ἐπὶ δὲ τοῦ ἀπόντος (λ 202 sq.)
  • ‘ἀλλά με σοῦ πόθος σά τε μήδεα, φαίδιμ’ Ὀδυσσεῦ,
  • σή τ᾿ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα’.
  • φυλάσσει γὰρ ἄκρως ὁ ποιητὴς τὰς τοιαύτας διαφοράς.

    ἐρωτᾶν μέν ἐστι τὸ θέλειν κεφαλαιώδη λαβεῖν ἀπόφασιν ἢ ναὶ ἢ οὔ, πυνθάνεσθαι δὲ τὸ κατὰ διέξοδον ἀξιοῦν πρᾶγμα, οἷον ‘πῶς ἐπολεμήσατε;’.

    ἔρως μέν ἐστιν ἐπιβολὴ φιλοποιΐας, πόθος δʼ ἀπόντος, ἵμερος δʼ ἔρως σπανίζων τῆς πρὸς τὸν ἐρώμενον χρείας.

    [*](60 Va.)

    ἔσται τοῦ γενήσεται διαφέρει. ἔσται μὲν γὰρ τὰ καὶ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα, οἷον ‘νέος πρεσβύτης ἔσται, τῷ δʼ ἀτέκνῳ παῖδες γενήσονται’. ἄλλως ἔσται μὲν γὰρ τὸ ὑποκείμενον, οἷον ‘ὁ παῖς ἔσται ἀνήρ’, γενήσεται δὲ τὸ ἀόριστον.

    51

    ἑστιάτωρ καὶ δαιτυμὼν διαφέρει. ἑστιάτωρ μὲν γὰρ ὁ ὑποδοχεύς, δαιτυμόνες δὲ οἱ ἑστιώμενοι.

    ἑσπέρα καὶ ὀψὲ διαφέρει. ἑσπέρα μὲν γάρ ἐστι δυομένου τοῦ ἡλίου, ὀψὲ δὲ βραδέως καὶ μεθʼ ὁντινοῦν χρόνον. διὰ τοῦτο καὶ προστιθέασιν ‘ὀψὲ τῆς ἡμέρας’.

    ἑταῖρος καὶ φίλος διαφέρει. ὁ μὲν γὰρ φίλος καὶ ἑταῖρος, ὁ δʼ ἑταῖρος οὐ πάντως φίλος. διὸ καὶ ἐπὶ τοῦ ἀνέμου φησὶν Ὅμηρος (λ 7 μ 149)

  • ‘πλησίστιον ἐσθλὸν ἑταῖρον’.
  • καὶ ἄλλως· φίλοι μὲν κοινῶς λέγονται πάντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτοὺς ἔχοντες, ἑταῖροι δὲ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες καὶ ἐν συνηθείᾳ καὶ ἐν συνεργίᾳ πολὺν χρόνον γεγονότες.

    ἑτερόφθαλμος καὶ μονόφθαλμος διαφέρει. ἑτερό|φθαλμος μὲν γὰρ ὁ κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον [*](61 Va.) τῶν ὀφθαλμῶν, μονόφθαλμος δὲ ὁ μόνον ὀφθαλμὸν ἔχων ὡς ὁ Κύκλωψ.

    52

    ἕτερος καὶ ἄλλος διαφέρει. ἕτερος μὲν ἐπὶ δυεῖν τάσσεται, ὡς Ὅμηρος (B 217)

  • ‘φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα’,
  • τὸ δὲ ἄλλος ἐπὶ πολλῶν, ὡς αὐτὸς Ὅμηρος (Γ 104)
  • ‘Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον’.
  • εὐφυὴς καὶ εὐμαθὴς διαφέρει. εὐφυὴς μὲν γὰρ λέγεται παρὰ ⌞τοῖς⌟ Ἀττικοῖς ὁ σκωπτικός, εὐμαθὴς δὲ ὁ εἰς τὸ μαθεῖν ταχύς.

    εὑρεῖν καὶ εὑρέσθαι διαφέρει. εὑρεῖν μὲν γὰρ τὸ καὶ ἐν τῇ συνηθείᾳ, εὑρέσθαι δὲ οἱονεὶ τὸ ἐκπορίσασθαι. Μένανδρος Δυσκόλῳ (489)

  • ‘εὕρηκα κἀγὼ τούτου τέχνην’.
  • Δίφυλος (IV p. 408 M. = fr. 68 K.) ἐν Πύρρᾳ ‘δῶρον δʼ ἐμαυτῇ παρὰ θεῶν εὑρημένον’.

    53

    εὔμορφος καὶ εὐειδὴς διαφέρει. εὔμορφος μὲν γὰρ ὁ τὴν μορφὴν εὖ ἔχων οἷον εὐπρόσωπος· καὶ γὰρ τὸ τὴν ὄψιν πως σχηματίζειν μορφάζειν λέγομεν. εὐειδὴς δὲ ὁ | τὸ εἶδος [*](62Va.) καλῶς ἔχων, οἷον πᾶν τὸ σῶμα.

    εὐθὺς καὶ εὐθὺ καὶ εὐθέως διαφέρουσιν. εὐθὺς μὲν γὰρ ὁ κανών· εὐθὺ δὲ τὸ γυμνάσιον·. ἀντὶ τοῦ κατ᾿ εὐθείαν τοῦ γυμνασίου, εὐθὺ τὸ κανόνιον· τὸ δʼ εὐθέως ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει, καθὰ Μένανδρος ἐν Δυσκόλῳ (50. 52)

  • ‘τί φής; ἰδὼν ἐνθένδε πᾶς δʼ ἐλευθερῶν
  • ἀπῆλθες εὐθὺς ὡς ταχύ’.
  • τινὲς μέντοι τῶν ἀρχαίων φασὶ καὶ τὸ εὐθὺς ἀντὶ χρονικοῦ κεῖσθαι. φασὶ γοῦν κατὰ λέξιν· ‘τινὲς δὲ τὸ μὲν εὖ λέγειν ἐπί τινος εὐθέως οἷον, ἐὰν μὲν ᾖ θηλυκὸν τοὔνομα, ‘ἡ εὐθεῖα
    54
    ὁδός, ἡ εὐθεῖα βακτηρία’, ἐὰν δὲ ἄρρεν, ‘εὐθὺς ὁ κανών’, ἐὰν δʼ οὐδέτερον, ‘εὐθὺ τὸ ξύλον’. οἱ δʼ ἀρχαῖοι ἐνίοτε τὸ εὐθὺ ἐτίθεσαν τὸ ἐφʼ ὁδοῦ τῆς τεινούσης ἐπί τινος τόπου· (vide FCG IV p. 601 M.)
  • ‘εὐθὺ τῆς στοᾶς’,
  • (Eupolis com. II p. 550 M. = fr. 304, 2 K.)
  • ‘εὐθὺ τῶν ἀρωμάτων’.
  • τὸ δὲ κατὰ τοὺς χρόνους οὐ λέγεται, ἀλλʼ εὐθύς, οἷον (IV p. 601 M. = com. fr. ad. 582 K.) [*](63 Va.)
  • ‘γήμαντος δʼ αὐτοῦ εὐθὺς ἔσομ’ ἐλεύθερος’
  • καὶ (ibid. M. = com. fr. ad. 583 K.)
  • ‘ὡς τοῦτ᾿ εἶδεν, εὐθὺς ἦν ἄνω κάτωʼ.’
  • εὐφραίνεσθαι καὶ ἥδεσθαι διαφέρει. Πλάτων Πρωταγόρᾳ (337 c 2— 4)· ‘εὐφραίνεσθαι μὲν γάρ ἐστι μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοία, ἥδεαθαι δὲ ἐαθίοντά τι ⌞ἢ ἄλλο τι ἡδὺ πάσχοντα⌟ αὐτῷ τῷ σώματι’.

    εὐθὺς καὶ εὐθὺ διαφέρει. τὸ μὲν γὰρ εὐθὺς χρονικόν ἐστιν ἐπίρρημα, τὸ δʼ εὐθὺ τὸ ἐξ ἐναντίας δηλοῖ.