περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἔρως μέν ἐστιν ἐπιβολὴ φιλοποιΐας, πόθος δʼ ἀπόντος, ἵμερος δʼ ἔρως σπανίζων τῆς πρὸς τὸν ἐρώμενον χρείας.

[*](60 Va.)

ἔσται τοῦ γενήσεται διαφέρει. ἔσται μὲν γὰρ τὰ καὶ νῦν ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα, οἷον ‘νέος πρεσβύτης ἔσται, τῷ δʼ ἀτέκνῳ παῖδες γενήσονται’. ἄλλως ἔσται μὲν γὰρ τὸ ὑποκείμενον, οἷον ‘ὁ παῖς ἔσται ἀνήρ’, γενήσεται δὲ τὸ ἀόριστον.

51

ἑστιάτωρ καὶ δαιτυμὼν διαφέρει. ἑστιάτωρ μὲν γὰρ ὁ ὑποδοχεύς, δαιτυμόνες δὲ οἱ ἑστιώμενοι.

ἑσπέρα καὶ ὀψὲ διαφέρει. ἑσπέρα μὲν γάρ ἐστι δυομένου τοῦ ἡλίου, ὀψὲ δὲ βραδέως καὶ μεθʼ ὁντινοῦν χρόνον. διὰ τοῦτο καὶ προστιθέασιν ‘ὀψὲ τῆς ἡμέρας’.

ἑταῖρος καὶ φίλος διαφέρει. ὁ μὲν γὰρ φίλος καὶ ἑταῖρος, ὁ δʼ ἑταῖρος οὐ πάντως φίλος. διὸ καὶ ἐπὶ τοῦ ἀνέμου φησὶν Ὅμηρος (λ 7 μ 149)

  • ‘πλησίστιον ἐσθλὸν ἑταῖρον’.
  • καὶ ἄλλως· φίλοι μὲν κοινῶς λέγονται πάντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτοὺς ἔχοντες, ἑταῖροι δὲ ἰδίως οἱ καὶ τῇ ἡλικίᾳ παραπλησίως ἔχοντες καὶ ἐν συνηθείᾳ καὶ ἐν συνεργίᾳ πολὺν χρόνον γεγονότες.

    ἑτερόφθαλμος καὶ μονόφθαλμος διαφέρει. ἑτερό|φθαλμος μὲν γὰρ ὁ κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον [*](61 Va.) τῶν ὀφθαλμῶν, μονόφθαλμος δὲ ὁ μόνον ὀφθαλμὸν ἔχων ὡς ὁ Κύκλωψ.

    52