περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἑκάτερος καὶ ἕκαστος διαφέρει. ἑκάτερος μὲν γὰρ ἐπὶ δυοῖν τάσσεται, οἷον ‘ἀναγκαῖοι δύο ἐγένοντο, ὅ τε Ἀρκὰς καὶ ὁ Σάμιος· τούτων ἑκάτερος ὑπὸ συὸς ἀνῃρέθη’. τὸ δʼ ἕκαστος ἐπὶ πολλῶν, οἷον ‘ἑπτὰ ἦσαν οἱ ἐπὶ Θήβας στρατεύσαντες· τούτων ἕκαστος μίαν πύλην κατεῖχεν’.

ἐκμαρτυρία μαρτυρίας ἔν τινι διαφέρει, δηλοῖ μέναρχος ἐν τῷ Κατὰ Κλεομέδοντος (Dinarch. fr. LX B. —S.) λέγων ‘ἀναγνώσεται δὲ τῶν μὲν ἐπιδημούντων τὰς μαρτυρίας, τῶν δὲ ἀποδημούντων ἐκμαρτυρίας’.

ἕλκος ὠτειλῆς διαφέρει. ἕλκος μὲν γάρ ἐστι χρόνιον πάθος μόνον ἐκ σιδήρου γινόμενον· ἔστι δʼ ὅτε καὶ ἐκ ταὐτομαίου·

41
εἴρηται δὲ παρὰ τὸ διελκύσθαι τὴν σάρκα. ὠτειλὴ δέ ἐστιν ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή.

ἐλέατρος καὶ ἐδέατρος διαφέρει. ἐλέατρος μὲν γάρ ἐστιν ὁ μάγειρος παρὰ τοῖς ἐλεοῖς· τράπεζαι δʼ εἰσὶ μαγειρικαί. Ὅμηρος (Ι 215)

  • ‘καὶ εἰν ἐλεοῖσιν ἔχευαν’.
  • [*](49 Va.) ἐδέατρος δὲ ὁ προγεύστης, παρὰ τὰ ἐδέσματα.

    ἐμβάδες καὶ ἐμβάται διαφέρει. ἐμβάδες μὲν γὰρ τὰ κωμικὰ ὑποδήματα, ἐμβάται δὲ τὰ τραγικά.

    ἐμεῖο καὶ ἐμοῖο διαφέρει. ἐμεῖο μὲν γάρ ἐστιν ἀσύναρθρον, ὡς Ὅμηρος (ρ 153 τ 268)

  • ‘ἐμεῖο δὲ σύνθεο μῦθον’.
  • τὸ δʼ ἐμοῖο σύναρθρον· ‘τοῦ ἐμοῖο παιδός’. καὶ (Ω 486)
  • ‘μνῆσαι πατρὸς σοῖο, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ’,
  • ἀντὶ τοῦ ‘τοῦ σοῦ πατρός’.