περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἐδίδαξε καὶ ἐδιδάξατο διαφέρει. ἐδίδαξε μὲν γὰρ ὁ καθηγητής, ἐδιδάξατο δʼ ὁ πατὴρ συστήσας. Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις (1338)

  • ‘ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ, ὦ μέλεε’.
  • εἰκὼν καὶ προτομὴ διαφέρει. εἰκὼν μὲν γάρ ἐστιν ἐτ’ ἀνθρώπου, προτομὴ δὲ λέοντος καὶ ἵππου καὶ τῶν |ἄλλων.

    [*](47 Va.)

    ἐκκλησία καὶ κατάκλησις διαφέρει. ἐκκλησίαν μὲν γὰρ ἔλεγον οἱ Ἀθηναῖοι τὴν σύνοδον τῶν κατὰ τὴν πόλιν, κατάκλησιν δὲ ὁπότε καὶ τοὺς ἐκ τῶν ἀγρῶν συνεκάλουν πρὸς ἐπίσκεψιν μείζονα τῶν πραγμάτων.

    ἐκεῖ καὶ ἐκεῖσε διαφέρει. τὸ μὲν γὰρ ἐκεῖ δηλοῖ τὸ ἐν τόπῳ, τὸ δὲ ἐκεῖσε εἰς τόπον. οὕτως ἐροῦμεν ‘ἐκεῖ κατέλαβον αὐτόν’ καὶ ‘ἐκεῖσε πορεύσομαι’.

    40

    ἐκπολεμῶσαι καὶ ἐκπολεμῆσαι διαφέρει. ἐκπολεμῶσαι μὲν γάρ ἐστι τὸ εἰς πόλεμον ἐμβαλεῖν, ἐκπολεμῆσαι δὲ τὸ πολέμων ἐξελεῖν.

    ἔκγονος καὶ ἀπόγονος διαφέρει. ἔκγονος μὲν γάρ ἐστιν ὁ υἱός. φησὶ γὰρ Ὅμηρος (γ 122 sq.)

  • ‘εἰ ἐτεόν γε
  • κείνου ἔκγονός ἐσσι θάμβος μʼ ἔχει εἰσορόωνταʼ,
  • καὶ διʼ ὅλης τῆς ποιήσεως τετήρηκεν. ἀπόγονος δʼ ὁ ἤτοι [*](48 Va.) | υἱωνὸς ἔτι ἄπωθεν. καταχρῶνται δʼ ἔαθʼ ὅτε οἱ ἱστορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ.