περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

διαβόητος περιβοήτου διαφέρει. διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπʼ ἀρετῇ πολυθρύλλητος, περιβόητος δὲ ὁ ἐπὶ κακίᾳ. (FCG IV p. 601 M. = fr. ad. 120 K.)

  • ‘καὶ περιβόητον πᾶσιν ἀνθρώποις ποιεῖ
  • αὑτὸν ἀκρατής· καὶ τοῦτο δὴ τὸ λεγόμενον
  • ῾῾ ἥττων ἑαυτοῦ’’ πορνιδίῳ τρισαθλίῳ
  • ἑαυτὸν οὕτω παραδέδωκεν.ʼ
  • διπλοῦν καὶ διπλάσιον διαφέρει. διπλοῦν μὲν γάρ [*](43 Va.) ἐστι | κατὰ μέγεθος, διπλάσιον δὲ κατὰ ἀριθμόν, ὡς τριπλάσιον καὶ τετραπλάσιον· οἷον διπλάσια χρήματα ἔχειʼ. ἐπὶ δὲ τῶν διπλουμένων τὸ διπτλοῦν, ὥσπερ ἐπὶ τῶν πτυσσομένων ἱματίων ‘διπλοῦν τὸ ἱμάτιονʼ, οὐκέτι ‘διπλάσιον’.

    διχότομος καὶ διχοτόμος διαφέρει. προπαροξυτόνως μὲν γὰρ ὁ εἰς δύο διῃρημένος, παροξυτόνως δὲ ὁ εἰς δύο διαιρῶν. καὶ ἔστι τὸ μὲν παθητικόν, τὸ δὲ ἐνεργητικόν.

    37

    διήγησις καὶ διήγημα διαφέρει. διήγησις μὲν γάρ, καὶ ποίησις, ἐστὶν ἡ ἐν μήκει τὸ τέλειον ἔχουσα· διήγημα δέ, καὶ ποίημα, τὸ βραχύτερον.

    διδάξω καὶ διδάξομαι διαφέρει. ‘διδάξω’ μὲν γὰρ διʼ ἑαυτοῦ, ‘διδάξομαι’ δὲ διʼ ἑτέρου· ὡς ‘οἰκοδομήσω’ μὲν διʼ ἑαυτοῦ, οἰκοδομήσασθαι δὲ διʼ ἑτέρου.

    διφθέρα καὶ μηλωτὴ διαφέρει. διφθέρα μὲν γὰρ αἰγῶν, μηλωτὴ δὲ προβάτων.

    διορθοῦν καὶ ἐπανορθοῦν διαφέρει. διορθοῦν μὲν γὰρ καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων, ἐπανορθοῦν δὲ ἐπὶ μόνων λόγων.

    διαπολιτεύεσθαι καὶ ἀντιπολιτεύεσθαι διαφέρει. [*](44 Va.) διαπολιτεύεσθαι μὲν γὰρ λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπο λιτεύεσθαι δὲ τοὺς ἐξ ἑτέρας διʼ ἑτέρας ἀντιστατοῦντας ἀλλήλοις. Θεόπομπος δὲ (FGHiat 115 F 261) καὶ τούς ἐν μιᾷ πόλει φιλοτιμουμένους πρὸς ἀλλήλους ἀντιπολιτεύεσθαι ἔφη.

    διδάσκαλος καὶ ἐπιστάτης διαφέρει. διδάσκαλος μὲν γάρ ἐστι λόγων, ἐπιστάτης δὲ ἔργων.

    διαλέγεται μὲν ὁ διδούς λόγον καὶ λαμβάνων· λαλεῖ δὲ ὁ μὴ σπουδαιολογούμενος· λέγει δὲ καὶ ὁ κατὰ διέξοδον ἐπεξιὼν πρᾶγμα· φάσκει δὲ ὁ βραχυλόγος.

    38

    δίκη· ἥ τε κρίσις καὶ ἡ τιμωρία καὶ τὸ δίκαιον.