περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

δαμάλης καὶ δάμαλις διαφέρει. δαμάλης μὲν γὰρ ὁ ἄρρην μόσχος, δάμαλις δὲ ἡ θήλεια. μόσχος δὲ κοινῶς ἐπʼ ἀμφότερα.

33

δαί· σύνδεσμος ἐρωτηματικὸς ἐκτεταμένος (α 225)

  • ‘τίς δαὶ ὅμιλος’
  • καὶ (Κ 408)
  • ‘πῶς δαὶ τῶν ἄλλων Τρώων’.
  • ὁ δὲ συμπλεκτικὸς δέ συνεσταλμένος.

    δεσπότης καὶ κύριος διαφέρει. δεσπότης μὲν γὰρ ὁ τῶν ἀργυρωνήτων {καὶ} κύριος, κύριος δὲ καὶ πατὴρ υἱοῦ καὶ αὐτός τις ἑαυτοῦ.

    δέος καὶ φόβος διαφέρει. δέος μὲν γάρ ἐστι πολυχρόνιος κακοῦ ὑπόνοια, φόβος δὲ παραυτίκα πτόησις. | διόπερ 40 Va Ἡρόδοτος ἐν τῇ τετάρτῃ (4, 115, 2)· ‘ἡμέας ἔχει φόβος τε καὶ δέοςʼ.

    δήμιος καὶ δημόκοινος διαφέρει. δήμιος μὲν γάρ ἐστιν ὁ ἀναιρῶν τοὺς καταδίκους, δημόκοινος δὲ ὁ βασανίζων.

    ‘Δήμητερ καὶ Δάματερ διαφέρει παρὰ τοῖς Ἀττικοῖς’, φησὶ Τρύφων (fr. 107 Vels.). ‘Δήμητερ γάρ’, φησίν, ‘ἔατιν ἐπὶ τῆς θεοῦ, Δάματερ δὲ ἐπὶ θαυμασμοῦ’.

    34

    δῆμος καὶ δημὸς διαφέρει. δῆμος μὲν βαρυτόνως τὸ πλῆθος τῆς πόλεως, δημὸς δὲ ὀξυτόνως τὸ λίπος.

    δίσκος καὶ σόλος διαφέρει. δίσκος μὲν γάρ ἐστι λίθος τετρημένος, ὥς φησι Τρύφων (fr. 105 Vels.) ἐν πέμπτῳ Περὶ Ἑλληνισμοῦ, σόλος δὲ τὸ χαλκοῦν ὁλοαφύριον. Ὅμηρος (Ψ 826)

  • ‘σόλον αὐτοχόωνον’,
  • καὶ ἐν ἄλλοις (θ 186)
  • ‘λάβε δίσκον’,
  • [*](41 Va.) εἶτ᾿ ἐπιφέρει (θ 190)
  • ‘βόμβησεν δὲ λίθος’·
  • καὶ Πίνδαρος (Isthm. 1, 25)
  • ‘λιθίνοις ποτ᾿ ἂν δίσκοισι’.
  • δικαστὴς καὶ διαιτητὴς διαφέρει. δικαστὴς μὲν γάρ ἐστιν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής, διαιτητὴς δὲ ὁ κατὰ σύμφωνον αἱρεθεὶς συμβιβάσεως χάριν. Μένανδρος (fr. 316 Koerte²) ἐν Παιδίῳ

  • ‘εἴ τις δικαστὴς ἢ διαιτητὴς θεῶν’.
  • 35

    διέφθαρται καὶ διέφθορε διαφέρει. διέφθαρται μὲν γὰρ ὑφʼ ἑτέρου, διέφθορε δʼ ἕτερον. Ἀριστοφάνης (II p. M. = fr. 568 K.) Κόραις·

  • ‘διέφθορας τὸν ὅρκον ἡμῶν’.
  • Μένανδρος (fr. 5 Koerte²) Ἀδελφοῖς
  • ‘εἰ δʼ ἔστι⌞ν οὗτος⌟ τὴν κόρην διεφθορώς’.
  • Ὅμηρος (Ο 128) [*](42 Va.)
  • ‘φρένας, ἠλεέ, διέφθορας’,
  • διεφθάρης τὰς σαυτοῦ φρένας.

    διαβόητος καὶ ἐπιβόητος διαφέρει. διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπʼ ἀρετῇ ἐγνωσμένος ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων φήμην. Ἀνακρέων (P. M. G. 354 Page = fr. 23 D.²) ἐν δευτέρῳ

  • ‘καὶ μ᾿ ἐπιβόητον κατὰ γείτονας ποιήσεις’.
  • τοῦτον δʼ ἔνιοι τῶν ποιητῶν ἐπίσφατον καλοῦσιν.

    36