περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

τέρας σημείου διαφέρει. τὸ μὲν γὰρ τέρας παρὰ [*](135 Va.) φύσιν γίνεται, τὸ δέ σημεῖον παρὰ συνήθειαν.

τεχνάσματα καὶ τεχνήματα διαφέρουσι. τεχωάσματα μέν γὰρ τὰ κακουργήματα, τεχνήματα δέ αἱ τέχναι.

τείχη καὶ τειχία διαφέρει. τείχη μὲν γάρ ἐστι τὰ τῶν πόλε{μί}ων, τειχία δέ τὰ τῶν οἰκιῶν.

122

τήθη καὶ τ??η??θὶς διαφέρει. τήθη μέν γάρ ἐστιν ἡ τοῦ παιδὸς τροφός — ταύτας δʼ ἔνιοι μαίας καὶ μάμμας καλοῦσι —, τιθὶς δʼ ἐστὶν ἡ τοῦ πατρὸς ἢ τῆς μητρὸς ἀδελφή, ἣν ἔνιοι θείαν καλοῦσιν.

τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει. τιτθὴ μὲν [*](136 Va.) γάρ ἐστιν ἡ μαστὸν παρέχουσα, τροφὸς δέ καὶ τιθηνὸς ἡ | τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς καὶ μετὰ τὸν ἀπογαλακτισμόν.

τιμωρεῖσθαι τοῦ τιμωρεῖν διαφέρει. τιμωρεῖσθαι μέν γάρ ἐστι τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικουμένοις.