περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

τάλαν διὰ τοῦ ν τὸ ἐπίρρημα, διὰ δέ τοῦ σ ὁ ταλαίπωυρος.

τάπητες καὶ ἀμφιτάπητες διαφέρουσι. τάπητες μέν [*](134 Va.) γάρ | εἰσιν οἱ ἐκ τοῦ ἑτέρου μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων.

121

ταυρόκτονος ὁ ὑπὸ ταύρου ἀναιρεθείς, ταυροκτόνος δὲ παροξυτόνως ὁ ταῦρον ἀποκτείνας.

τέχνη ἐπιτηδεύματος διαφέρει. τέχνη μὲν γάρ ἐστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική· ἐπιτήδευμα δὲ τὸ λόγου χηρεῦον, οἷον χαλκευτική, τεκτονική.

τεχνίτης καὶ βάναυσος διαφέρει. τεχνίτης μέν γάρ ἐστιν ὁ λογικῆς τινος τέχνης ἔμπειρος καθεστώς, βάναυσος δὲ ὁ διὰ ἀλόγου τινὸς ἐπιτηδεύματος.

τέτραχμον καὶ τετράδραχμον διαφέρει. τέτραχμον μέν γάρ ἐστι τὸ νόμισμα, τετράδραχμον δέ τὸ τεσσάρων δραχμῶν.