περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

σημεῖον καὶ τεκμήριον διαφέρει. Ἀντιφῶν ἐν τῇ Τέχνῃ (fr. 72 Blass ═ Artium script. B X fr. 8 Raderm.)· ‘τὰ παροιχόμενα σημείοις πιστεύεσθαι, τὰ δέ μέλλοντα τεκμηρίοις’.

115

σισύρα καὶ †σίσυρμα† διαφέρει. σισύρα μέν γὰρ τὸ 128 Va. ἐκ τῶν τετριχωμένων δερμάτων ἀναποίητον στέγαστρον, σίσυρμα δὲ τὸ ἐκ τῶν κροκυδίων ῥαπτόμενον ἀμπέχονον.

σηκὸς δύο σημαίνει· θεῶν τε ναὸν καὶ προβάτων περιφράγματα.

Σικελοὶ καὶ Σικελιῶται διαφέρουσιν. Σικελὸς μέν γάρ ἐστιν ὁ ἐξ αὐτῆς τῆς Σικελίας ὤν, Σικελιώτης δέ ὁ Σικελὸς μέν μὴ ὤν, τὴν δέ χώραν αὐτὴν οἰκῶν.

σιωπὴ σιγῆς διαφέρει. σιωπὴ μέν γάρ ἐστι κατάσχεσις λόγου, σιγὴ δὲ στέξις λόγου.

σκήπτεσθαι καὶ σκέπτεσθαι διαφέρει. σκήπτεσθαι μέν γάρ ἐστι τὸ προφασίζεσθαι, σκέπτεσθαι δέ τὸ βουλεύεσθαι.

σκῶμμα γελοίου, εὐτραπέλου καὶ γεφυρισμοῦ

116
διαφέρει. σκῶμμα μέν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον οἱονεὶ σκέμμα· γελοῖον δέ τὸ ἐπὶ διαχύσει [*](129 Va.) τῶν ἀκροατῶν, χωρίς τινος ὕβρεως· εὐτρά|πελον τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον — εἴρηται δέ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον —· γεφυρι{α}σμὸς δέ ἀπὸ τοῦ τοῖς Ἀθήνησιν ἐπὶ τῶν γεφυρῶν ἐπιγράφειν ἤτοι ἔμμετρα ἢ καὶ δίχα μέτρων διασυρμούς τινων ??περιέχοντα??.

σοφὸς καὶ συνετὸς διαφέρει, καθὸ ὁ σοφὸς καὶ συνετὸς πάντως, ὁ δέ συνετὸς οὐ πάντως σοφός.

σοῖο καὶ σεῖο παρὰ τοῖς ποιηταῖς κατὰ τοὺς ἀκριβῶς ἀναγινώσκοντας διαφέρει. σοῖο μέν γάρ ἐστι σύναρθρος ἀντωνυμία οἷον (Ω 486)·

  • ‘μνήσεοπατρὸς πατρὸς σοῖο’,
  • σημαίνει γὰρ ‘μνῆσαι τοῦ σοῦ πατρός’. ἡ δέ σεῖο ἀσύναρθρος οἷον (Ω 686)· ‘σεῖο δέ κεν ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα’, ἀντὶ τοῦ ‘σοῦ ζῶντος καὶ τρὶς τοσαῦτα δοῖεν ἄποινα’, οὐκέτι ‘τοῦ σοῦ ζῶντος’. καὶ φυλάττεται ταῦτα ἄκρως παῤ Ὁμήρῳ.

    117

    σπονδαὶ καὶ συνθῆκαι διαφέρουσιν. σπονδαὶ μὲν γὰρ ἃς ἐκ | πολέμου συντίθενται πρὸς ἀλλήλους, ἃς ἀναγράφονται [*](130 Va.) ἐφ᾿ οἷς διακρίνονται, οἷον συντιθέμενοι μὴ πολεμήσειν μηδ᾿ ἀδικήσειν ἀλλήλους. συντίθενται δὲ εἰρήνην καὶ φιλίαν πρὸς ἀλλήλους, καὶ τὸ παρὰ ταύτας πραχθέν ἀρχὴ γίνεται πολέμου.

    σπουδάζειν καὶ σπεύδειν διαφέρει. σπουδάζειν μὲν γάρ ἐστι τὸ ἐναντίον τοῦ παίζειν, σπεύδειν δὲ τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι.

    στρατόπεδον καὶ στρατὸς διαφέρει. στρατόπεδον μὲν γὰρ ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος.

    στρατεία ἐκτεταμένως τὸ πρᾶγμα, στρατιὰ δέ

    118
    συνεσταλμένως τὸ τῶν στρατιωτῶν πλῆθος. ἐναλλάσσει δέ πολλάκις ἐν τῇ χρήσει.