περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

οἰκίζεται καὶ συνοικίζεται διαφέρει. οἰκίζεται μὲν γὰρ πόλις ὑπὸ τῆς πρώτης τῶν συνοικητόρων ἀθροίσεως καὶ καθιδρύσεως, συνοικίζεται δὲ ἡ ἐκ πολλῶν πόλεων εἰς μίαν πόλιν συναγομένη ὑπὲρ τοῦ πλείονα δύναμιν σχεῖν. διοικίζεται δὲ ἡ ἐκ μιᾶς πόλεως μεγέθει ἰσχυούσης εἰς πολλὰς

90
καταδιαιρουμένη ὑπὸ τῶν ἐχθρῶν, ἵνα ἀσθενὴς γένηται, ὡς Λακεδαιμόνιοι τὴν ἐν Ἀρκαδίᾳ Μεγάλην πόλιν διῷκησαν.

οἰκότριψ καὶ οἰκέτης διαφέρει. οἰκότριψ μὲν γὰρ ὁ ἐν τῇ οἰκία διατρεφόμενος ὃν ἡμεῖς θρεπτὸν καλοῦμεν, οἰκέτης δὲ καὶ δοῦλος ὁ ὠνητός. παρὰ δὲ Σόλωνι (De Solon. legg. [*](102 Va.) p. 48 Sondhaus) ἐν τοῖς | ἄζωσιν οἰκεὺς κέκληται οἰκότριψ.

οἶμος οἴμης διαφέρει. οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή.