περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ὀβελὸς ὀβολοῦ διαφέρει. ὀβελὸς μὲν γάρ ἐστιν εἰς ἃ διαπείρονται τὰ κρέα μέλλοντα ὀπτᾶσθαι, ὀβολὸς δέ μέρος δραχμῆς.

89

ὅδε καὶ ὁδὶ διαφέρει. ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δεικτικῶς, ὁδὶ δὲ δεικτικῶς μόνον κατ’ ἐπέκτασιν.

οἰκῆας καὶ οἰκείους διαφέρειν φασίν. οἰκεῖοι μὲν γὰρ καὶ οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δʼ ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι. φησὶ γοῦν Ἕκτωρ (Ζ 365 sq )·

  • ‘ὄφρʼ ἴδωμεν
  • [*](101 Va.)
  • οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόνʼ·
  • καὶ (Ε 4I3)
  • ‘ἐξ ὕπνου γόωσα φίλους οἰκῆας ἐγείρειʼ.
  • καὶ ἐν Ὀδυσσείᾳ (ξ 4)
  • ‘κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύςʼ.