περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ξόανον, βρέτας, ἄγαλμα διαφέρει. ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἐλεφάντινον, βρέτας δέ τὸ βροτῷ ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐκ τῆς ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ πώρινον ἢ ἔκ τινος ἑτέρου λίθου κατεσκευασμένον.

ξενίζειν {μὲν} οὐ μόνον τὸ καταδέχεσθαι ξένον, ἀλλὰ [*](100 Va.) καὶ τὸ ξέ|νως διαλέγεσθαι, ὡς Δημοσθένης ἐν τῷ Πρὸς Βοιωτόν.

ξυατὸν τό τε ἀκόντιον ὡς παρʼ ἡσιόδω ἐν τῷ πρώτῳ (Herodot. 1,52), καὶ τὸ οἰκοδόμημα ὡς παρὰ Ξενοφῶντι ἐν Οῖκονομικῷ (11, 15).

ὀβελὸς ὀβολοῦ διαφέρει. ὀβελὸς μὲν γάρ ἐστιν εἰς ἃ διαπείρονται τὰ κρέα μέλλοντα ὀπτᾶσθαι, ὀβολὸς δέ μέρος δραχμῆς.

89

ὅδε καὶ ὁδὶ διαφέρει. ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δεικτικῶς, ὁδὶ δὲ δεικτικῶς μόνον κατ’ ἐπέκτασιν.

οἰκῆας καὶ οἰκείους διαφέρειν φασίν. οἰκεῖοι μὲν γὰρ καὶ οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δʼ ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι. φησὶ γοῦν Ἕκτωρ (Ζ 365 sq )·

  • ‘ὄφρʼ ἴδωμεν
  • [*](101 Va.)
  • οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόνʼ·
  • καὶ (Ε 4I3)
  • ‘ἐξ ὕπνου γόωσα φίλους οἰκῆας ἐγείρειʼ.
  • καὶ ἐν Ὀδυσσείᾳ (ξ 4)
  • ‘κήδετο οἰκήων οὓς κτήσατο δῖος Ὀδυσσεύςʼ.
  • οἰκίζεται καὶ συνοικίζεται διαφέρει. οἰκίζεται μὲν γὰρ πόλις ὑπὸ τῆς πρώτης τῶν συνοικητόρων ἀθροίσεως καὶ καθιδρύσεως, συνοικίζεται δὲ ἡ ἐκ πολλῶν πόλεων εἰς μίαν πόλιν συναγομένη ὑπὲρ τοῦ πλείονα δύναμιν σχεῖν. διοικίζεται δὲ ἡ ἐκ μιᾶς πόλεως μεγέθει ἰσχυούσης εἰς πολλὰς

    90
    καταδιαιρουμένη ὑπὸ τῶν ἐχθρῶν, ἵνα ἀσθενὴς γένηται, ὡς Λακεδαιμόνιοι τὴν ἐν Ἀρκαδίᾳ Μεγάλην πόλιν διῷκησαν.

    οἰκότριψ καὶ οἰκέτης διαφέρει. οἰκότριψ μὲν γὰρ ὁ ἐν τῇ οἰκία διατρεφόμενος ὃν ἡμεῖς θρεπτὸν καλοῦμεν, οἰκέτης δὲ καὶ δοῦλος ὁ ὠνητός. παρὰ δὲ Σόλωνι (De Solon. legg. [*](102 Va.) p. 48 Sondhaus) ἐν τοῖς | ἄζωσιν οἰκεὺς κέκληται οἰκότριψ.

    οἶμος οἴμης διαφέρει. οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή.