περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

κίνησις περιφορᾶς διαφέρει. κίνησις μὲν γάρ ἐστι κυρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον στροφή.

κίθαριν καὶ κιθάρα⌞ν⌟ διαφέρει⌞ν⌟ φησὶν Ἀριστόξενος (fr. 102 Wehrli) ἐν τῷ Περὶ ὀργάνου. κίθαριν μὲν γὰρ ⌞εἶναι τὴν λύραν⌟ καὶ ⌞τοὺς χρωμένους⌟ αὐτῇ κιθαριστ⌞άς⌟,

72
οὓς ἡμεῖς λυρῳδούς φαμεν, κιθάραν δὲ ᾗ χρῆται ὁ κιθαρῳδός. Αἰσχίνης (cf. 1, 41) ἐν τῷ Κατὰ Τιμάρχου διαστέλλει καί φησιν οὕτω· ‘περὶ αὐτῷ εἶχε κιθαριστὰς καὶ κιθαρῳδούς’. κιθαριστὴς μέν ἐστιν ὁ μόνον ψάλλων, κιθαρῳδὸς δὲ ὁ καὶ ᾄδων.

κλῆσις καὶ πρόσκλησις διαφέρει. κλῆσις μὲν γάρ [*](83 Va.) ἐστιν ἡ εἰς ὁτιοῦν | τῶν δικαστηρίων γινομένη, πρόσκλησις δὲ ἡ εἰς Ἄρειον πάγον.

κλῆμα κλίματος διαφέρει. κλῆμα μὲν γάρ ἐστιν εἶδος ἀμπέλου, κλῖμα δὲ μέρος τι τοῦ κόσμου.

κλύσαι μὲν λέγεται ποτήριον ἢ ἀγγεῖον, νίψαι δὲ πρόσωπον ἢ πόδα, πλῦναι δʼ ἐσθῆτα.

κόρδαξ καὶ κάρδαξ διαφέρει. κόρδαξ μὲν γάρ ἐστιν εἶδος ὀρχήσεως, κάρδαξ δὲ τις ἐκαλεῖτο στρατιώτης, βάρβαρος δὲ ἡ λέξις. καλεῖται δὲ ἡ μὲν τραγικὴ ὄρχησις ἐμμέλεια, σίκινις δὲ ἡ σατυρική, κόρδαξ δὲ ἡ κωμική.