περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

κακοήθεια μέν ἐστι κακία κεκριμ{μ}ένη, κακοτροπία δὲ ποικίλη καὶ παντοδαπὴς πανουργία.

70

κέλης καὶ ἐπακτροκέλης διαφέρει. κέλης μὲν γάρ [*](81 Va.) ἐστι πλοιά|ριόν τι μικρόν, ἐπακτροκέλης δὲ κακοῦργον καὶ λῃστρικὸν σκάφος μεταξὺ ἐπακτρίδος καὶ κέλητος. Αἰσχίνης (1, 191) ἐν τῷ Κατὰ Τιμάρχου· ‘ἁλλ᾿ αἱ προπετεῖς τοῦ σώματος ἡδοναὶ καὶ τὸ μηδὲν ἱκανὸν εἶναι· ταῦτα πληροῖ τὰ λῃστήρια, ταῦτα εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει’. ἐπακτῆρες δὲ οἱ κυνηγέται καλοῦνται.

κέλυφος, κελύφανον καὶ ἔλυτρον διαφέρει. κέλυφος μὲν γὰρ λέγεται ἐπὶ τῶν ὀστρακοδέρμων οἷον τῶν κογχυλίων, κελύφανον δὲ ἐπὶ τραγημάτων καὶ ὀσπρίων, ἔλυτρον δὲ τὸ ὑγρὸν χώρημα.

κέδρος θηλυκῶς μὲν τὸ δένδρον, οὐδετέρως δὲ ὁ καρπός (FCG IV p. 601 M. = fr. ad. 34 K.)·

  • ‘ἀλλὸ θύε τοὺς κέδρους’.
  • κηρύξαι, ἀποκηρύξαι καὶ ἐπικηρύξαι διαφέρει.

    71
    κηρύξαι μὲν γὰρ καὶ ἀποκηρύξαι λέγουσιν ἐπὶ τοῦ ὑπὸ κήρυκα ἀποδίδοσθαί τι. Μένανδρος (fr. 658 Koerte2)
  • ‘ἀπεκήρυξεν αὐτὴν ἀγαγών’,
  • οἷον ὑπὸ κήρυκι ἐπώλησεν. ἐπικηρύξαι δὲ | τὸ ὑποσχέσθαι [*](82 Va.) χρήματα δώσειν τῷ συλλαβόντι καὶ ἀνάγοντι καὶ ἀποκτείναντί τινα τῶν καταδικασθέντων.

    κιβωτὸς καὶ κίστη διαφέρει. κιβωτὸς μὲν γάρ ἐστιν ἡ ξυλίνη, διὸ καὶ ἀντίπηξ καλεῖται, κίστη δὲ ἡ πλεκτή.