Remedy against Incipient Cataracts
Aglaias, Byzantius
Poetae bucolici et didactici. Ameis, Karl Friedrich, editor. Paris: Firmin Didot. 1862.
- Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω
- Ἰητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ,
- Ὁφθαλμῶν μὲν ἄκος, Δημήτερα (?) τῶν ὑποχεῖσθαι
- Ἀρχομένων, ὑπʼ ἐμῆς δʼ εὑρεθὲν εὐμογίης.
- Καί σοι δʼ ἔξοχον ἔσται ἐς ἄχθεα, παντί τʼ ὄνειαρ
- Παρμόνιμον, κάμψῃς ἄχρι κεν ἐς πλέονας.
- Ὅσσα δʼ ἔχει θρόνα λέξαι ἔοικε μοι, ὡς ἐπαρήγειν
- Οἷς ἄν τι σθεναρὴ σύνθεσις ἥδε πέλει.
- Ἄνθους μὲν χαλκοῦ πεντώβολον, ἰσοβαρὲς δὲ
- Τοῦ συοδηλήτου τὴν ἀρετὴν γενέτιν·
- Καὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς
- Πρόσθες, ὃ Γαλλαϊκοῖς (?) ἀλδαίνετ’ ἐν δαπέδοις·
- Καὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους,
- Ἔνυμα * δʼ ἐκ μηδέων θάτερον ἱπποδάμου·
- Ἡμίσταθμον, ὃ τοῦ πατρὸς ψευδώνυμος, ἔστω
- Ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην·
- Στῆσον δʼ αὖ ἀλόϊον ἒν ἥμισυ τοῦ προτέροιο
- Ἄχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν·
- Διστάσιος δʼ αὐτῷ πελέτω λίθος εἰαριήτης·
- Διστάσιον δʼ ἀφροῦ θρύμμα φακουσιακοῦ·