Remedy against Incipient Cataracts
Aglaias, Byzantius
Poetae bucolici et didactici. Ameis, Karl Friedrich, editor. Paris: Firmin Didot. 1862.
- Σὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε
- Ὁλκὰς ἐξ ἄνθους ναμασιπηγὸς ἁλός·
- Καὶ Ζακορίσου * Μούσαις ἰσάριθμον ὄπισμα
- Δραχμόθεν ἔστω σοι συγκατακιρνάμενον
- Τετραμόρῳ κοτύλης, ὃ τιτύσκεται οὐ διὰ χειρῶν
- Ἐν δαπεδοῖς * Bάκτης, ἀλλὰ διὰ στομάτων.
- Λεῖα δὲ πάντα καθʼ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς,
- Τημελέως τʼ ἀπόθου τεῦχος ἐς ἀργύρεον.